Σελίδες

Δευτέρα 9 Απριλίου 2012

Εἰς τὴν παραβολὴν περὶ συκῆς

Ὀφθαλμὸς μὲν ὁρῶν ἢ δένδρον ἀνθοφόρον, ἢ πηγὴν ὑδροτόκον, ὑπ' αὐτῆς τῆς θέας ἕλκεται, καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ.
Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.
Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί.
Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι·
τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι·
καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ, καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον.
Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.
Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον·
καὶ λέγει αὐτῇ·
Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
καὶ εὐθέως ἐξηράνθη.
Τοῦτο γὰρ ἀρτίως ἡμῖν ὑπανεγνώσθη.
Ἐκπλήττει με τὸ θαῦμα·
μεμέρισταί μου ἡ διάνοια.
Ὅταν γὰρ βουληθῶ τὸ πρᾶγμα τῆς ἱστορίας διηγήσασθαι, εὐθέως μετὰ τῆς ἱστορίας τὰ θαύματα πρὸς αὐτὰ ἐπισπᾶται.

Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων·
σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι·
ὡσαύτως κἀγὼ ὁρῶν μὲν τὴν τοῦ γράμματος ἱστορίαν λαμπρὰν καὶ περικαλλῆ τυγχάνουσαν, ἐκεῖ κατέχομαι τὸν νοῦν·
ἀνθέλκομαι δὲ πάλιν ὑπὸ τῆς τοῦ πνεύματος θεωρίας, μείζονά μοι τῆς ἱστορίας ἐπαγγελλομένης δεικνύειν τὰ θαύματα.
Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασεν.
Ὢ ἀνεκφράστου καὶ ἀνεκδιηγήτου μυστηρίου! Ἐπείνασεν ὁ τρέφων πᾶσαν τὴν οἰκουμένην·
ἐπείνασεν ὁ ἐκ πέντε ἄρτων πεντάκις χιλίους εἰς κόρον ἐκθρέψας·
ἐπείνασεν ὁ ἐκ πηλοῦ ζῶντας ὀφθαλμοὺς ἐργασάμενος·
ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας·
ἐπείνασεν ὁ ἐννοίᾳ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετατρέψας·
ἐπείνασεν ὁ ψυχὰς ἐκ τῶν σκηνωμάτων ἐκσπάσας, καὶ πάλιν αὐτὰς εἰσοικίσας λόγῳ.
Καὶ πῶς λέγει ὁ Ἡσαΐας,
Ὁ Θεὸς ὁ αἰώνιος οὐ πεινάσει, οὐδὲ κοπιάσει;
Χριστὸς δὲ ὅτι Θεὸς παντί που δῆλον τῷ πιστεύοντι τῇ Γραφῇ λεγούσῃ·
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.
Πῶς οὖν ἐπείνασεν ὁ Θεός;
Ἐπείνασεν ἡ τοῦ δούλου μορφή·
διέθρεψε δὲ πεντακισχιλίους ἡ ἐν αὐτῷ τοῦ ∆εσπότου βουλή.
Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ ὁρώμενος ἄνθρωπος·
ἦν δὲ πανταχοῦ ἡ ἐν αὐτῷ νοουμένη θεότης.
Εἶδε τὴν συκῆν ἄκαρπον ὡς ἄνθρωπος, ἐξήρανε ταύτην λόγῳ ὡς Θεός.
Εἶπε, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
καὶ τὸ ἔργον ἠκολούθησε τῷ ῥήματι·
καὶ εὐθὺς ἡ συκῆ ἐξηράνθη.
Τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ ἔργον θεϊκόν.
Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευθεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως·
πλὴν τὰς τῶν προλαβόντων ὑμῖν λέξω λύσεις, καὶ τὰς ἡμῖν πεπονημένας προσκομίσομεν ἀριστείας.
∆ύσληπτος γὰρ ὁ ἐν τῇ ἱστορίᾳ τοῦ γράμματος κείμενος νοῦς, πολλῷ τῷ βάθει κεκρυμμένην ἔχων τὴν τοῦ μυστηρίου στιλβότητα.

Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν;
Ὁ γὰρ ῥήματι ξηράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆσαι.
Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγοντος χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρόν;
Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμενον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαινετὸς, κατὰ δὲ ἕτερον μεμπτέος·
ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε·
μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν κατηράσατο.
Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ·
οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον.
Ὅλως οὐδὲν ἦν παρ' αὐτοῦ γινόμενον ἔργον, ὃ μὴ σφόδρα ὠφέλιμον·
οὐδὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν·
οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν.
Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι, ἐφ' ἢν ἦλθε, φησὶν, ὁ Κύριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως·
καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλλοις κομῶσαν·
διὸ καὶ ἐξήρανε, λέγων·
Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.
Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί·
οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος.
Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων, Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε;
πῶς δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός;
Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρπον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον.
Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς·
καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε, καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν.
Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων·
Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ;
Μὴ γένοιτο·
καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν.
Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ.
Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπαγγέλλεται ἐν τῷ λέγειν·
Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.
Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι' ἡμᾶς γεγόνασιν, ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡς μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ἡμᾶς·
κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας·
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία.
Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα.
Ἀλλ' ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν·
ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες;
Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξήρανεν·
ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον·
ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν·
ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς.
Ποῖα σῦλα;
Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ παραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν.
Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον.
Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.
Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ·
ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης·
Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.
Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς.
Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι·
πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι·
Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.
Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν.
Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων·
Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου.
Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο.
∆ιὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες·
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ·
τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει.
Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα·
Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε·
διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.
Πρωῒ, φησὶν, ἐπανάγων.
Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει.
Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε.
Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον·
καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει.
Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων·
Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·
ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος·
Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.
Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτήν.
Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον·
ἀλλ' ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν.
Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος·
Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν·
Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει.
Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν·
πρὸς ὃν ἔλεγε·
Σπεύσας κατάβηθι.
[Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγελιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος.
Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος.
Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ·
πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.
Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς·
γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα.
Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ·
γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν.
Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα·
ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας.
Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου.
Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ·
γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα.
Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν·
φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ.
Ἦλθε τοίνυν ὁ Κύριοςἀπὸ οὐρανῶν·
ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕρασθαι·
εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν·
ἦλθεν ἐπ' αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου.
∆ιὰ τί;
Ἐπειδὴ οὐκ ἦν καιρός·
τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγγελιστής·
Οὐκ εἶχε, φησὶ, καρπόν·
οὐ γὰρ ἦν καιρός.
Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι.
Ἰησοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττοντος;
Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον·
Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως.
τουτέστι, τοῦ νόμου.
Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ·
Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας.
Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·
τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον·
ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις.
Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα.
Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ·
καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
Ποῦ σου, θάνατε, τὸ κέντρον;
ποῦ σου, ᾅδη, τὸ νῖκος;
Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι.
Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον·
ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.
Καὶ ξηράνας τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν·
οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετάθησαν·
οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος·
οὗ καὶ ὁ ∆αυῒδ μέμνηται ξύλου, λέγων·
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται.
Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σοφία, λέγουσα·
Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς.
Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπεφθέγξατο, λέγων αὐτοῖς·
∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων.
Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ.
Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε·
Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας·
καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·
καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη.
Ὑπὸ τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον·
Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λάρυγγί μου.
Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος ∆αυῒδ ἔλεγε·
Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.
Ἕως πότε;
Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου.
Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ' αὐτῆς ἐποτίζετο·
νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε·
τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ.
Ὢ δένδρον μακαριστὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώπων φυλακτήριον κέκτηνται·
ὃ δαίμονες φρίττουσι, καὶ ὁ διάβολος τρέμει·
ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλογοῦσιν·
Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν! ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

http://www.orthodoxfathers.com/logos/paravolin-peri-sukis-omilia-tou-Agiou-Ioannou-Chrusostomou

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου