Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι᾿ ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ᾿ ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Πύῤῥον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἕνα τὸν Χριστὸν καθ᾿ ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν.
Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἄκτιστον ἐκήρυξαν, οἱ θεοφόροι συμφώνως, τὴν θείαν ἐνέργειαν, καὶ τὴν θείαν θέλησιν τοῦ πτωχεύσαντος, τὸν ἐμὸν ἄνθρωπον, τῇ σαρκὶ νείμαντες, τὸ κτιστὸν τῆς ἐνεργείας τε, καὶ τῆς θελήσεως, φύσεως φυγόντες τὴν σύγχυσιν, ἐμφρόνως οἱ μακάριοι, ὑποστατικήν τε διαίρεσιν· οὓς ἐν ἐτησίοις, τιμῶντες οἱ πιστοὶ ταῖς ἑορταῖς, Χριστὸν συμφώνως δοξάζομεν, τὸν αὐτοὺς δοξάσαντα.
Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τριάδα τὴν ἄκτιστον, οἱ θεοφόροι Πατέρες, Θεὸν ἕνα Κύριον, ὁμοφρόνως σήμερον ἀνεκήρυξαν, τὸ ἁπλοῦν ἅπασι, τῆς μιᾶς φύσεως, καταλλήλως ὑποδείξαντες, κοινῷ θελήματι, καὶ τῆς ἐνεργείας ἁπλότητι, ἄναρχον ἀτελεύτητον, τοῦτον διὰ πάντων γνωρίσαντες· ὅθεν ἀνυμνοῦμεν, αὐτοὺς ὡς Ἀποστόλων μιμητάς, καὶ τὸ ἐκείνων διδάξαντας, πάντας Εὐαγγέλιον.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τῷ βραχεῖ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.
Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ.
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου