Κύριέ μου Κύριε, γλυκύτατέ μου Ἰησοῦ
Χριστέ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ μετανοῶν ἐπί
κακίαις ἀνθρώπων· ἐμὲ μετανοοῦν τα ἀρτίως καὶ πίστει προσερχόμενον
ὑπόδεξαι, καὶ ἐλέησόν με τὸν ἁμαρτωλόν, τὸν ἄσωτον, τὸν παμβέβηλον, τὸν
πανάθλιον, τὸν βλάσφημον, τὸν ἐπίορκον, τὸν ψεύστην, τὸν λοίδορον, τὸν
ὑβριστήν, τὸν κατά λαλον, τὸν ὀργίλον, τὸν μνησίκακον, τὸν φθονερόν, τὸν
σκανδαλοποιόν, τὸν ἄσπλαγχνον, τὸν ἀνελεήμονα, τὸν φιλοκτήμονα, τὸν
φιλόδοξον, τὸν φι λήδονον, τὸν γαστρίμαργον, τὸν μέθυσον, τὸν ῥᾴθυμον,
τὸν γελωτοποιόν, τὸν μετεωριστήν, τὸν κενόδοξον, τὸν ὑπερήφανον, τὸν
καταφρονητὴν τῶν θείων σου ἐντολῶν· καὶ μὴ διὰ τὸ πλῆθος τῶν τοσούτων
μου ἐγκλημάτων, τῷ πλήθει ὑποβάλῃς με τῶν κολάσεων.