Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ·
ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή·
παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι·
ἀλλ' ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή.
Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δείξῃ πόθεν θαῤῥοῦσα προσῆλθεν ἡ γυνή.
Ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἐδόκει ἀκάθαρτον εἶναι πάθος καὶ βδελυκτὸν,
εἶδε δὲ τὸν Ἰησοῦν καὶ θεραπεύσαντα τὸν ἄνθρωπον (οὐ γὰρ ἂν εἵλετο
μεῖναι παρὰ τῷ λεπρῷ), καὶ καταχθέντα παρ' αὐτῷ, ἐθάρσησεν ὅτι καὶ τὴν
τῆς ψυχῆς αὐτῆς ἀκαθαρσίαν ἀποσμήξει ῥᾳδίως.
Οὐχ ἁπλῶς δὲ καὶ τὴν πόλιν φησὶ, τὴν Βηθανίαν, ἀλλ' ἵνα μάθῃς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται.
Ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται ὡς ἀπὸ σταδίων δεκαπέντε·
οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν.
Ἰδοῦσα τοίνυν αὐτὸν ἡ γυνὴ, καὶ τὸ θαῤῥεῖν λαβοῦσα ἐντεῦθεν, προσῄει.
Εἰ γὰρ ἡ αἱμοῤῥοοῦσα, καίτοι οὐδὲν ἑαυτῇ συνειδυῖα τοιοῦτον, διὰ τὴν ἀπὸ
τῆς φύσεως δοκοῦσαν εἶναι ἀκαθαρσίαν, τρέμουσα καὶ δεδοικυῖα προσῆλθε·
πολλῷ μᾶλλον ταύτην ὀκνεῖν καὶ ἀναδύεσθαι εἰκὸς ἦν, διὰ τὸ πονηρὸν συνειδός.
∆ιὸ καὶ μετὰ πολλὰς γυναῖκας, τὴν Σαμαρεῖτιν, τὴν Χαναναίαν, τὴν
αἱμοῤῥοοῦσαν, καὶ ἑτέρας πλείους προσέρχεται, διὰ τὸ πολλὴν ἑαυτῇ
συνειδέναι ἀσέλγειαν·
Καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη
τιμῆς ἕνεκεν προσῄει μόνης, καὶ τῆς κατὰ ψυχὴν διορθώσεως.
Οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν·
ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειε.
Καὶ οὐδὲ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ·
οὐ γὰρ ἂν ταῖς θριξὶ κατέμαξεν·
ἀλλ' ὡς μείζονι ἢ κατὰ ἄνθρωπον.
∆ιὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς.
Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, φησὶ, λέγοντες·
Εἰς τί ἡ ἀπώλεια αὕτη;
Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι τοῖς πτωχοῖς.
Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπε·
Τί κόπους παρέχετε τῇ γυναικί;
ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Καὶ πόθεν αὐτοῖς αὕτη ἡ διάνοια;
Ἤκουον τοῦ διδασκάλου λέγοντος, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, καὶ τοῖς
Ἰουδαίοις ἐγκαλοῦντος, ὅτι τὰ βαρύτερα ἠφίεσαν, τὴν κρίσιν καὶ τὸν ἔλεον
καὶ τὴν πίστιν, καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος καὶ
ἀπὸ τούτων συνελογίζοντο πρὸς ἑαυτοὺς καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα
οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν
χρίσιν.
Ἀλλ' οὗτοι μὲν οὕτως ἐνόμιζον·
ὁ δὲ τὴν διάνοιαν αὐτῆς ὁρῶν, ἀφίησι.
Καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή·
διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον.
Εἰ γὰρ ἄνθρωπος γενέσθαι, καὶ κυοφορηθῆναι, καὶ γαλακτοτροφηθῆναι οὐ παρῃτήσατο, τί θαυμάζεις εἰ τοῦτο οὐ διακρούεται;
Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτοῦ κνίσης ἠνέσχετο καὶ καπνοῦ, οὕτω καὶ αὐτὸς τῆς
πόρνης, ὅπερ ἔφθην εἰπὼν, τὴν αὐτῆς διάνοιαν ἀποδεχόμενος.
Καὶ γὰρ ὁ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο.
Ἀλλ' οἱ μαθηταὶ τὴν γνώμην αὐτῆς οὐκ εἰδότες, ἀκαίρως ἐμέμφοντο, καὶ δι' ὧν ἐνεκάλουν, δεικνύουσι τῆς γυναικὸς τὴν φιλοτιμίαν.
Εἰπόντες γὰρ, ὅτι Ἠδύνατο τριακοσίων δηναρίων πραθῆναι, ἔδειξαν ὅσον
ἀνάλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην ἐπεδείξατο τὴν μεγαλοψυχίαν.
∆ιὸ καὶ ἐπετίμα αὐτοῖς, λέγων·
Τί κόπους παρέχετε τῇ γυναικί;
Καὶ λογισμὸν προστίθησι, βουλόμενος αὐτοὺς πάλιν ἀναμνῆσαι τοῦ πάθους·
Εἰς τὸν ἐνταφιασμόν μου γὰρ, φησὶν, ἐποίησε.
Καὶ ἕτερον λογισμόν·
Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
καὶ, Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη.
Εἶδες πῶς πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ
παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου, εἴγε τοσαύτη μετὰ τὸν σταυρὸν ἡ
δύναμις ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα;
Τίς οὖν οὕτως ἄθλιος, ὡς πρὸς τοσαύτην ἀντιβλέψαι ἀλήθειαν;
Ἰδοὺ γὰρ ὅπερ εἶπε, γέγονε·
καὶ ὅπουπερ ἂν ἀπέλθῃς τῆς οἰκουμένης, ὄψει καὶ ταύτην ἀνακηρυττομένην.
Καίτοι οὐδὲ τὸ πρόσωπον ἐπίσημον ἦν, οὔτε μάρτυρας ἔχον πολλοὺς, οὔτε ἐν
θεάτρῳ τὸ γεγενημένον, ἀλλ' ἐν οἰκίᾳ, καὶ ἐν οἰκίᾳ λεπροῦ τινος, τῶν
μαθητῶν μόνων παρόντων.
Τίς οὖν αὐτὸ ἐξήχησε καὶ διαδοθῆναι ἐποίησεν;
Ἡ τοῦ ταῦτα λέγοντος δύναμις.
Καὶ βασιλέων μὲν μυρίων καὶ στρατηγῶν ἀνδραγαθήματα, ὧν καὶ τὰ ὑπομνήματα μένει, σεσίγηνται·
καὶ πόλεις ἀναστήσαντες, καὶ τείχη περιβαλόντες, καὶ πολέμους
νικήσαντες, καὶ τρόπαια στήσαντες, καὶ ἔθνη πολλὰ δουλωσάμενοι, οὐδὲ ἐξ
ἀκοῆς, οὐδὲ ἐξ ὀνόματός εἰσι γνώριμοι, καίτοι καὶ ἀνδριάντας
ἀναστήσαντες καὶ νόμους θέντες·
ὅτι δὲ πόρνη γυνὴ ἔλαιον ἐξέχεεν ἐν οἰκίᾳ λεπροῦ τινος, δέκα ἀνδρῶν
παρόντων, τοῦτο πάντες ᾄδουσι κατὰ τὴν οἰκουμένην, καὶ χρόνος τοσοῦτος
διῆλθε, καὶ ἡ μνήμη τοῦ γενομένου οὐκ ἐμαράνθη·
ἀλλὰ καὶ Πέρσαι, καὶ Ἰνδοὶ, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Σαυρομάται, καὶ
τὸ Μαύρων γένος, καὶ οἱ τὰς Βρεττανικὰς νήσους οἰκοῦντες τὸ ἐν Ἰουδαίᾳ
γενόμενον λάθρα ἐν οἰκίᾳ παρὰ γυναικὸς πεπορνευμένης περιφέρουσι.
Μεγάλη ἡ φιλανθρωπία τοῦ ∆εσπότου.
Πόρνης ἀνέχεται, πόρνης πόδας φιλούσης, καὶ βρεχούσης ἐλαίῳ, καὶ
καταμασσούσης ταῖς θριξὶ, καὶ προσίεται, καὶ ἐπιτιμᾷ τοῖς ἐγκαλοῦσιν.
Οὐδὲ γὰρ ἔδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι τὴν γυναῖκα.
Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἦσαν λοιπὸν ὑψηλοὶ καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην.
Καὶ διατί μὴ ἁπλῶς εἶπεν, ὅτι Ἔργον καλὸν ἐποίησεν·
ἀλλὰ πρότερον, Τί κόπους παρέχετε τῇ γυναικί;
Ἵνα μάθωσι μὴ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν.
∆ιὰ τοῦτο οὐδὲ αὐτὸ καθ' ἑαυτὸ ἁπλῶς τὸ πρᾶγμα ἐξετάζει, ἀλλὰ μετὰ τοῦ προσώπου τῆς γυναικός.
Καίτοι εἰ ἐνομοθέτει, οὐκ ἂν προσέθηκε τὴν γυναῖκα·
ἀλλ' ἵνα μάθῃς, ὅτι δι' αὐτὴν ταῦτα εἴρηται, ἵνα μὴ τὴν βλαστήσασαν
αὐτῆς πίστιν πηρώσωσιν, ἀλλ' ἐκθρέψωσι μᾶλλον, διὰ τοῦτό φησι, παιδεύων
ἡμᾶς ὅπερ ἂν γίνηται καλὸν παρ' ὁτουοῦν, κἂν μὴ σφόδρα ἠκριβωμένον ᾖ,
δέχεσθαι αὐτὸ καὶ θάλπειν, καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν
ἀρχὴν πᾶσαν ἐπιζητεῖν ἀκρίβειαν.
Ἐπεὶ ὅτι γε καὶ αὐτὸς τοῦτο μᾶλλον ἠβούλετο, δῆλον ἐξ ὧν καὶ γλωσσόκομον
βαστάζεσθαι ἐκέλευσεν, ὁ μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι.
Ἀλλὰ τότε οὐκ ἀπῄτει τοῦτο ὁ καιρὸς, ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ' ὥστε ἀποδέξασθαι μόνον.
Ὥσπερ γὰρ εἴ τις αὐτὸν ἤρετο χωρὶς τοῦ ποιῆσαι τοῦτο τὴν γυναῖκα, οὐκ ἂν τοῦτο ἀπεφήνατο·
οὕτως ἐπειδὴ ἐποίησεν, εἰς ἓν ὁρᾷ λοιπὸν, ὅπως ἂν μὴ διαπορηθῇ ἐκ τῆς
τῶν μαθητῶν ἐπιτιμήσεως, ἀλλ' ἐκ τῆς αὐτοῦ θεραπείας εὐθυμοτέρα γενομένη
καὶ ἀμείνων ἀπέλθῃ.
Καὶ γὰρ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, οὐδὲ καιρὸν εἶχεν αὐτῶν ἡ ἐπιτίμησις.
Καὶ σὺ τοίνυν ἂν μέν τινα ἴδῃς σκεύη κατασκευάσαντα ἱερὰ καὶ προσάγοντα,
ἢ ἄλλον τινὰ Ἐκκλησίας κόσμον περὶ τοίχους καὶ ἔδαφος φιλοπονοῦντα, μὴ
κέλευε πραθῆναι, ἢ ἀνατραπῆναι τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτοῦ τὴν
προθυμίαν.
Ἂν δὲ πρὶν ἢ κατασκευάσαι τις ἔρηται, κέλευε δοθῆναι πτωχοῖς·
ἐπεὶ καὶ αὐτὸς, ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς, τοῦτο ἐποίησε, καὶ ὅσα φησὶν, εἰς παραμυθίαν αὐτῆς λέγει.
Εἶτα ἐπειδὴ εἶπεν, Εἰς τὸν ἐνταφιασμόν μου ἐποίησεν·
ἵνα μὴ δόξῃ ἀπορεῖν τὴν γυναῖκα, τοῦ τοιούτου πράγματος ἀναμνήσας, τάφου
καὶ θανάτου λέγω, ὅρα διὰ τῶν ἑξῆς πῶς αὐτὴν ἀνακτᾶται πάλιν λέγων·
Ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται ὃ ἐποίησεν αὕτη.
Τοῦτο δὲ καὶ τῶν μαθητῶν παραμυθία, κἀκείνης παράκλησις καὶ ἔπαινος ἦν.
Πάντες γὰρ αὐτὴν, φησὶν, ᾄσονται μετὰ ταῦτα·
καὶ νῦν δὲ προανεκήρυξε τὸ πάθος, τὰ πρὸς κηδείαν προσάγουσα·
μὴ τοίνυν τις αὐτῇ ἐπιτιμάτω.
Ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ
μέμψασθαι ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ
γεγενημένον, ἀλλ' ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν
κρυπτῷ.
Καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γεγενημένον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς.
Καὶ διατί μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην;
Ἀπὸ τούτων καὶ περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζων.
Εἰ γὰρ ἔργον καλὸν ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψεται.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε·
Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ παραδώσω ὑμῖν αὐτόν;
Τότε, πότε;
Ὅτε ταῦτα ἐλέγετο, ὅτε εἶπεν, Εἰς τὸν ἐνταφιασμόν·
καὶ οὐδὲ ἐντεῦθεν κατενύγη, οὔτε ἀκούσας, ὅτι κηρυχθήσεται τὸ εὐαγγέλιον πανταχοῦ, ἔδεισε·
(καὶ γὰρ δυνάμεως ἀφάτου τὸ εἰρημένον ἦν·) ἀλλ' ὅτε γυναῖκες τοσαύτην
ἐπεδείξαντο τιμὴν, καὶ γυναῖκες πεπορνευμέναι, τότε αὐτὸς τὰ διαβόλου
εἰργάζετο.
Τί δήποτε λέγουσιν αὐτοῦ τὸ παράσημον;
Ὅτι ἦν καὶ ἄλλος Ἰούδας.
Καὶ οὐδὲ παραιτοῦνται εἰπεῖν, ὅτι ἀπὸ τῶν δώδεκα ἦν·
οὕτως οὐδὲν κρύπτουσι τῶν δοκούντων εἶναι ἐπονειδίστων.
Καίτοι ἐνῆν εἰπεῖν οὕτως ἁπλῶς, ὅτι τῶν μαθητῶν αὐτοῦ τις ἦν·
ἦσαν γὰρ καὶ ἄλλοι.
Νῦν δὲ προστιθέασι, Τῶν δώδεκα, ὡσανεὶ ἔλεγον, τοῦ πρώτου χοροῦ τῶν ἀριστίνδην ἐξειλεγμένων, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου.
Ἑνὸς γὰρ αὐτοῖς ἔμελε, τῆς ἀληθείας μόνης, οὐ τοῦ συσκιάσαι τὰ γινόμενα.
∆ιὰ τοῦτο τῶν μὲν σημείων πολλὰ παρατρέχουσι, τῶν δὲ δοκούντων
ἐπονειδίστων εἶναι οὐδὲν ἀποκρύπτονται, ἀλλὰ κἂν ῥῆμα, κἂν πρᾶγμα, κἂν
ὁτιοῦν ᾖ τοιοῦτον, μετὰ παῤῥησίας ἀνακηρύττουσι.
Καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τὰ ὑψηλότερα φθεγγόμενος Ἰωάννης.
Αὐτὸς γὰρ μάλιστα λέγει καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη τὰ εἰς αὐτὸν γενόμενα.
Καὶ ὅρα πόση ἡ κακία τοῦ Ἰούδα, ὅταν αὐτομάτως προσίῃ, ὅταν ἀργυρίου τοῦτο ποιῇ, καὶ ἀργυρίου τοσούτου.
Ὁ δὲ Λουκᾶς φησιν, ὅτι τοῖς στρατηγοῖς συνέθετο.
Ἐπειδὴ γὰρ ἐστασίαζον οἱ Ἰουδαῖοι, τοὺς τῆς εὐταξίας αὐτῶν ἐπιμελησομένους ἐπέστησαν αὐτοῖς οἱ Ῥωμαῖοι.
Καὶ γὰρ ἡ ἀρχὴ αὐτῶν μεταπεσοῦσα λοιπὸν ἦν κατὰ τὴν προφητείαν.
Τούτοις οὖν προσελθών φησι·
Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ.
Καὶ γὰρ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον ἀπολαβεῖν ἤθελεν.
Ὢ τῆς ἀνοίας! πῶς αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία! Ὁ γὰρ πολλάκις
ἰδὼν αὐτὸν διὰ μέσου διελθόντα, καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ
θεότητος καὶ δυνάμεως πολλὰς παρασχόντα τὰς ἀποδείξεις, προσεδόκησεν
αὐτὸν καθέξειν·
καὶ ταῦτα, τοσαῦτα αὐτῷ κατεπᾴδοντα καὶ φοβερὰ καὶ προσηνῆ ῥήματα, ὥστε καταλῦσαι τὴν πονηρὰν ταύτην ἔννοιαν.
Οὐδὲ γὰρ ἐν τῷ δείπνῳ ταύτης ἀπέστη τῆς ἐπιμελείας, ἀλλ' ἕως ἐσχάτης ἡμέρας ὑπὲρ τούτων αὐτῷ διελέγετο.
Ἀλλ' οὐδὲν ἐκεῖνος ἐκέρδανεν.
Οὐ μὴν διὰ τοῦτο ὁ ∆εσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν.
Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, μὴ διαλιμπάνωμεν πάντα ποιοῦντες εἰς τοὺς
ἁμαρτάνοντας καὶ ῥᾳθύμους, νουθετοῦντες, διδάσκοντες, παρακαλοῦντες,
παραινοῦντες, συμβουλεύοντες, κἂν μηδὲν ὠφελῶμεν.
Καὶ γὰρ ὁ Χριστὸς προῄδει τὸ ἀδιόρθωτον τοῦ προδότου·
ἀλλ' ὅμως οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων, καὶ νουθετῶν, καὶ
ἀπειλῶν, καὶ ταλανίζων, καὶ οὐδαμοῦ σαφῶς, οὐδὲ δήλως, ἀλλ'
ἐπικεκρυμμένως.
Ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς προδοσίας καὶ φιλῆσαι αὐτὸν κατεδέξατο·
ἀλλ' οὐδὲν ἐκεῖνον ὤνησε τοῦτο.
Τοσοῦτον ἡ φιλαργυρία κακόν·
αὕτη γὰρ αὐτὸν καὶ προδότην καὶ ἱερόσυλον ἐποίησεν.
Ἀκούσατε, πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες·
ἀκούσατε καὶ φυλάξασθε τὸ πάθος.
Εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας
διδασκαλίας, ἐπειδὴ μὴ ἀπηλλάγη τοῦ νοσήματος, εἰς τοσοῦτον κατηνέχθη
βάραθρον·
πολλῷ μᾶλλον ὑμεῖς, οἱ μηδὲ Γραφῶν ἀκούοντες, οἱ διαπαντὸς τοῖς παροῦσι
προσηλωμένοι, εὐάλωτοι τῷ πάθει τούτῳ γενήσεσθε, εἰ μὴ συνεχοῦς
ἀπολαύοιτε ἐπιμελείας.
Καθ' ἑκάστην ἡμέραν συνῆν ἐκεῖνο.
τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ' ἑκάστην ἐπαιδεύετο τὴν
ἡμέραν, δι' ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας
ἔχειν, καὶ ὅμως οὐκ ἐσωφρονίσθη·
καὶ πῶς σὺ προσδοκᾷς διαφεύξεσθαι τὸ νόσημα, μὴ σφοδρᾶς ἀπολαύων θεραπείας, καὶ πολλῇ τῇ σπουδῇ κεχρημένος;
∆εινὸν γὰρ, δεινὸν τουτὶ τὸ θηρίον·
ἀλλ' ὅμως ἂν ἐθέλῃς, ῥᾳδίως περιέσῃ.
Οὐ γάρ ἐστιν ἡ ἐπιθυμία φυσική·
καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς.
Τὰ γὰρ τῆς φύσεως κοινὰ πάντων ἐστίν·
αὕτη δὲ ἐκ ῥᾳθυμίας ἡ ἐπιθυμία γίνεται μόνης·
ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται·
καὶ τοὺς πρὸς αὐτὴν κεχηνότας ὅταν ἕλῃ, παρὰ φύσιν ποιεῖ ζῇν.
Ὅταν γὰρ ἀγνοῶσι τοὺς ὁμοφύλους, τοὺς φίλους, τοὺς ἀδελφοὺς, τοὺς
συγγενεῖς, ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό
ἐστι ζῇν.
Ὅθεν δῆλον, ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα, ᾧ καὶ Ἰούδας περιπεσὼν, προδότης ἐγένετο.
Καὶ πῶς τοιοῦτος γέγονε, φησὶ, κληθεὶς ὑπὸ τοῦ Χριστοῦ;
Ὅτι οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν γνώμην τῶν μὴ
βουλομένων ἀρετὴν ἑλέσθαι, ἀλλὰ παραινεῖ μὲν καὶ συμβουλεύει, καὶ πάντα
ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρηστούς·
εἰ δὲ μὴ ἀνάσχοιντό τινες, οὐκ ἀναγκάζει.
Εἰ δὲ βούλει μαθεῖν, πόθεν αὐτὸς γέγονε τοιοῦτος, εὑρήσεις ἀπὸ τῆς φιλαργυρίας αὐτὸν ἀπολωλότα.
Καὶ πῶς ὑπὸ τοῦ πάθους ἑάλω τούτου;
φησίν.
Ἐπειδὴ ἐῤῥᾳθύμησεν.
Ἐντεῦθεν γὰρ αἱ τοιαῦται μεταβολαὶ, ὥσπερ οὖν ἀπὸ σπουδῆς αἱ πρὸς τὸ ἐναντίον.
Πόσοι γοῦν βίαιοι γενόμενοι, προβάτων εἰσὶν ἡμερώτεροι νῦν;
πόσοι ἀσελγεῖς, σώφρονες μετὰ ταῦτα κατέστησαν;
πόσοι πλεονέκται πρὸ τούτου, νῦν δὲ καὶ τὰ ἑαυτῶν ἔῤῥιψαν;
Καὶ τοὐναντίον πάλιν ἀπὸ ῥᾳθυμίας συνέβη.
Καὶ γὰρ ὁ Γιεζῆ ἀνδρὶ ἁγίῳ συνέζη, καὶ γέγονε μοχθηρὸς καὶ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ νοσήματος.
Τὸ γὰρ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος.
Ἐντεῦθεν τυμβωρύχοι, ἐντεῦθεν ἀνδροφόνοι, ἐντεῦθεν πόλεμοι καὶ μάχαι, καὶ ὅπερ ἂν εἴπῃς κακὸν, ἐντεῦθεν.
Καὶ πανταχοῦ ἄχρηστος ὁ τοιοῦτος, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσαι δέῃ·
μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις.
Κἂν γυναῖκα ἄγεσθαι μέλλῃ, οὐ λήψεται τὴν ἐνάρετον, ἀλλὰ τὴν πασῶν φαυλοτάτην·
κἂν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολὺν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν·
κἂν οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖσθαι μέλλῃ, τὸ φαυλότατον λήψεται.
Καὶ τί λέγω στρατηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας;
Κἂν γὰρ βασιλεὺς ᾖ, πάντων ἐστὶν ἀθλιώτερος, καὶ λύμη τῆς οἰκουμένης, καὶ πάντων πενέστερος.
Ὡς γὰρ εἷς τῶν πολλῶν διακείσεται, οὐχὶ τὰ πάντων αὐτοῦ νομίζων εἶναι, ἀλλ' αὐτὸν ἕνα τῶν πάντων·
καὶ τὰ πάντων ἁρπάζων, πάντων ἐλάττονα ἔχειν νομίζει.
Τῇ γὰρ τῶν οὐδέπω κτηθέντων ἐπιθυμίᾳ τὰ παρόντα μετρῶν, οὐδὲν ταῦτα πρὸς ἐκεῖνα εἶναι ἡγήσεται.
∆ιὸ καί τίς φησι·
Φιλαργύρου μὲν οὐδὲν ἀνομώτερον.
Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς
οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ,
καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη·
δυσχεραίνων πρὸς τὴν εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος·
πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν·
πάντα ὑπομένων, ὅθεν καὶ δύο συλλέξαι μόνον ὀβολοὺς ἔνι·
ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουτοῦντας·
τοὺς μὲν πένητας, μήποτε προσελθόντες αἰτήσωσι·
τοὺς δὲ πλουτοῦντας, ὅτι μὴ τὰ ἐκείνων ἔχει.
Ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆσθαι, καὶ ὡς παρὰ πάντων ἠδικημένος, οὕτω πρὸς πάντας δυσχεραίνει.
Πλησμονὴν οὐκ οἶδε, κόρον οὐκ ἐπίσταται, πάντων ἐστὶν ἀθλιώτερος·
ὥσπερ οὖν ὁ τούτων ἀπηλλαγμένος καὶ φιλοσοφῶν, ζηλωτότερος πάντων.
Ὁ μὲν γὰρ ἐνάρετος, κἂν οἰκέτης ᾖ, κἂν δεσμώτης, πάντων ἐστὶ μακαριώτερος.
Οὐδεὶς γὰρ αὐτὸν ποιήσει κακῶς, οὐδ' ἂν οἱ ἐκ τῆς οἰκουμένης συνέλθωσιν
ἅπαντες, ὅπλα καὶ στρατόπεδα κινοῦντες, καὶ πολεμοῦντες αὐτῷ.
Ὁ δὲ μοχθηρὸς καὶ φαῦλος, καὶ τοιοῦτος οἷον διεγράψαμεν, κἂν βασιλεὺς ᾖ,
κἂν μυρία περικέηται διαδήματα, καὶ παρὰ τοῦ τυχόντος τὰ ἔσχατα
πείσεται.
Οὕτως ἡ κακία ἀσθενές·
οὕτως ἰσχυρὸν ἡ ἀρετή.
Τί τοίνυν πενθεῖς ἐν πενίᾳ ὤν;
τί θρηνεῖς ἑορτὴν ἄγων;
καὶ γὰρ ἑορτῆς ὁ καιρός.
Τί κλαίεις;
καὶ γὰρ πανήγυρις ἡ πτωχεία, ἂν σωφρονῇς.
Τί ὀδύρῃ, παιδίον;
παιδίον γὰρ δεῖ τὸν τοιοῦτον καλεῖν.
Ἐτύπτησέ σε ὁ δεῖνα;
Καὶ τί τοῦτο;
καρτερικώτερον ἐποίησεν.
Ἀλλ' ἀφείλετο χρήματα;
Τὸ πλέον ὑπετέμετο τοῦ φορτίου.
Ἀλλὰ τὴν δόξαν περιέκοψε;
Πάλιν ἄλλης ἐλευθερίας εἶδός μοι λέγεις.
Ἄκουσον καὶ τῶν ἔξωθεν ταῦτα φιλοσοφούντων, καὶ λεγόντων·
Οὐδὲν κακὸν πέπονθας, ἂν μὴ προσποιῇ.
Ἀλλὰ τὴν οἰκίαν ἀφείλετο, τὴν μεγάλην ἐκείνην καὶ περιβόλους ἔχουσαν;
Ἀλλ' ἰδοὺ πᾶσα ἡ γῆ ἐνώπιόν σου, τὰ δημόσια οἰκοδομήματα, εἴτε εἰς τέρψιν, εἴτε εἰς χρείαν ἔχειν ἐθέλοις.
Καὶ τί τερπνότερον ἢ ὡραιότερον τοῦ στερεώματος τοῦ οὐρανοῦ;
Μέχρι τίνος πτωχοὶ καὶ πένητες;
Οὐκ ἔστι πλούσιον εἶναι τὸν μὴ ψυχῇ πλουτοῦντα·
ὥσπερ οὐκ ἔνι πτωχὸν εἶναι τὸν μὴ ἐν διανοίᾳ ἔχοντα τὴν πενίαν.
Εἰ γὰρ κυριώτερον τοῦ σώματος ἡ ψυχὴ, οὐκ ἰσχύει τὰ ἀκυρότερα αὐτὴν διαθεῖναι πρὸς ἑαυτά·
ἀλλ' ἡ κυρία τὰ μὴ οὕτω κύρια πρὸς ἑαυτὴν ἐφέλκεται καὶ μεταβάλλει.
Καὶ γὰρ ἡ καρδία, ὅταν τινὰ δέξηται βλάβην, ἅπαν τὸ σῶμα οὕτω διατίθησι·
κἂν δύσκρατος γένηται, τῷ παντὶ λυμαίνεται·
κἂν εὔκρατος, τὸ πᾶν ὀνίνησιν.
Ἂν δέ τι τῶν λοιπῶν διαφθαρῇ, ταύτης μενούσης ὑγιοῦς, εὐκόλως κἀκείνων τὴν λύμην ἀποτινάσσεται.
Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, τί κλάδων ὄφελος, εἰπέ μοι, χλωρῶν, ὅταν ἡ ῥίζα μαραίνηται;
τί δὲ βλάβος τῶν ἄνωθεν ξηρανθέντων φύλλων, ταύτης οὔσης ὑγιοῦς;
Οὕτω καὶ ἐνταῦθα οὐδὲν ὄφελος χρημάτων, ψυχῆς οὔσης πενιχρᾶς·
οὐδὲ βλάβος πενίας, ψυχῆς οὔσης πλουσίας.
Καὶ πῶς ἂν γένοιτο πλουσία, φησὶ, ψυχὴ, ἐν πενίᾳ χρημάτων οὖσα;
Μάλιστα ἂν τότε γένοιτο·
τότε γὰρ καὶ πλουτεῖν εἴωθεν.
Εἰ γὰρ, καθὼς πολλάκις ἐδείξαμεν, τοῦτο πλουτοῦντος τεκμήριον, τὸ
καταφρονεῖν χρημάτων καὶ μηδενὸς δεῖσθαι, καὶ πενίας πάλιν τὸ δεῖσθαι·
εὐκολώτερον δ' ἄν τις ἐν πενίᾳ ἢ ἐν πλούτῳ καταφρονήσειε χρημάτων·
εὔδηλον ὅτι μάλιστα τὸ ἐν πενίᾳ εἶναι μᾶλλον ποιεῖ πλουτεῖν.
Καὶ γὰρ ὅτι μᾶλλον ἐφίεται χρημάτων ὁ πλούσιος ἢ ὁ πένης, παντί που δῆλον·
ὥσπερ ὁ μεθύων μᾶλλον διψᾷ τοῦ μετασχόντος αὐτάρκως τοῦ πόματος.
Οὐδὲ γὰρ τοιαύτη ἐστὶν ἡ ἐπιθυμία, ὥστε τῷ πλείονι σβέννυσθαι, ἀλλὰ τοὐναντίον ἀνάπτεσθαι πέφυκε τούτῳ.
Καὶ γὰρ τὸ πῦρ ὅταν πλείονα λάβῃ τροφὴν, τότε μάλιστα ἀγριοῦται·
καὶ ἡ τῶν χρημάτων ἐπιθυμία, ὅταν πλέον ἐμβάλῃς χρυσίον, τότε μάλιστα αἴρεται.
Εἰ τοίνυν τὸ πλειόνων ἐφίεσθαι, πενίας, ὁ δὲ ἐν πλούτῳ τοιοῦτος, οὗτος μάλιστα ἐν πενίᾳ.
Ὁρᾷς ὅτι τότε μάλιστα πένεται ἡ ψυχὴ, ὅταν πλουτῇ, καὶ τότε πλουτεῖ, ὅταν ἐν πενίᾳ ᾖ;
Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπων τὸν λόγον γυμνάσωμεν, καὶ ἔστωσαν δύο τινὲς, ὁ μὲν ἔχων μυρία τάλαντα, ὁ δὲ δέκα·
καὶ ἀμφοτέρους ταῦτα ἀφαιρώμεθα·
τίς οὖν μᾶλλον ἀλγήσει;
Ὁ τὰ μυρία ἀπολέσας.
Οὐκ ἂν δὲ μᾶλλον ἤλγησεν, εἰ μὴ μᾶλλον ἐφίλει·
εἰ δὲ μᾶλλον φιλεῖ, μᾶλλον ἐπιθυμεῖ·
εἰ δὲ ἐπιθυμεῖ μᾶλλον, μᾶλλόν ἐστιν ἐν πενίᾳ.
Τούτου γὰρ μάλιστα ἐπιθυμοῦμεν, οὗ μάλιστα ἐν ἐνδείᾳ ἐσμέν·
ἀπὸ γὰρ ἐνδείας ἡ ἐπιθυμία.
Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν οὐκ ἔστιν εἶναι.
Καὶ γὰρ τότε μάλιστα διψῶμεν, ὅταν ἐνδεῶς ἔχωμεν ποτοῦ.
Ταῦτα δέ μοι ἅπαντα εἴρηται, ὥστε δεῖξαι, ὅτι ἂν νήφωμεν, οὐδεὶς ἡμᾶς λυμανεῖται·
καὶ ὅτι οὐ παρὰ πενίαν, ἀλλὰ παρ' ἡμᾶς αὐτοὺς ἡ βλάβη γίνεται.
∆ιὸ παρακαλῶ πάσῃ σπουδῇ τὴν νόσον τῆς φιλαργυρίας ἐκβαλεῖν, ἵνα καὶ
ἐνταῦθα πλουτῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ
ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
http://www.orthodoxfathers.com/logos/Tou-de-Iisou-genomenou-en-Vithania-en-oikia-Simonos-tou-leprou-prosilthen-auto-guni-alavastron
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου