(Λόγοι ἑρμηνευτῶν, ἐρανισμένοι ἐκ τῶν Ὑπομνημάτων τοῦ Π. Τρεμπέλα)
1. "Δεῖ μὴ νηστεύειν μόνον, ἀλλὰ καὶ προσεύχεσθαι· μηδὲ μόνον προσεύχεσθαι, ἀλλὰ καὶ νηστεύειν. Οὕτω γὰρ ἡ ἀληθινὴ προσευχὴ τελεῖται, ἐὰν καὶ νηστείαν ἔχη συνεζευγμένην. Ὄτε οὐ βαρεῖται ὁ προσευχόμενος τοῖς ἐκ τῶν βρωμάτων ἀτμοῖς, ἀλλὰ κοῦφος ἐστι καὶ ἀβαρὴς" (Ἅγιος Θεοφύλακτος Βουλγαρίας)
2. "Οὐ καθ' ἑαυτὴν (ἡ νηστεία) ἀλλὰ δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐχῆς" (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)
3. "Ἡ μὲν γὰρ προσευχὴ σφόδρα φοβέρα τῷ δαίμονι· ταύτην δὲ κρατύνει καὶ δυναμοὶ λίαν ἡ νηστεία" (Ζιγαβηνὸς)
4. "Ὁ νηστεύων κοῦφος ἐστι καὶ ἐπτερωμένος καὶ μετὰ νήψεως εὔχεται" (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)
5. "Τοῦ νοῦ γὰρ ἀπερισπάστως ἐνεργοῦντος (καὶ μὴ βαρυνομένου ἐκ φόρτου τοῦ στομάχου) σφοδροτέρα πυρὸς καὶ φοβερωτέρα παντὸς ἄνεισιν ἡ προσευχὴ· διὸ χρὴ συνεζεῦχθαι ταύτας ἀεὶ" (Ζιγαβηνὸς)
6. "Ἐνήστευσεν (ὁ Χριστὸς) πρῶτον διδάσκων ὅτι μέγα προπύργιον ἡ νηστεία... τοῖς ἀνταγωνιζομένοις τῷ δαίμονι" (Ζιγαβηνὸς)
7. "Κἄν μὴ λάβωμεν (ἐν τῇ προσευχῇ), παραμείνωμεν ἵνα λάβωμεν· κἄν λάβωμεν, ἐπειδὴ ἐλάβομεν" (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)
8. "Καὶ εἰ οἶδεν ὧν χρείαν ἔχομεν (ὁ Θεὸς ), τίνος ἕνεκεν εὔχεσθαι δεῖ; Οὒχ ἵνα διδάξης, ἀλλ' ἵνα ἐπικάμψης, ἵνα οἰκειωθῆς τῇ συνέχειᾳ τῆς ἐντεύξεως, ἵνα ταπεινωθῆς, ἵνα ἀναμνησθῆς τῶν ἁμαρτημάτων τῶν σῶν" (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)
Σάββας Ἠλιάδης, Δάσκαλος - Κιλκίς, 16-11-2023
http://www.orthodoxia-ellhnismos.gr/2023/11/blog-post_54.html#more
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου