ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης,
ὅταν εἰς μετάνοιαν δράμῃ.
Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν·
ἀλλὰ ταύτην ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας,
καὶ δείκνυσιν ἡλίου καθαρωτέραν τὴν ψυχὴν,
ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν.
Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ·
Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας,
εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον.
Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς παρανομίας τὴν πλάνην ἀποκηρύξῃ,
καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ,
διὰ τοῦ βαπτίσματος,
τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνοντος.
Τῆς μισαδελφίας ὁ βόρβορος καὶ αὐτὸς ἀποπλύνεται, ὅταν εὐγνώμονι λογισμῷ δέξωνται τὸ εὐαγγελικὸν ἐκεῖνο λόγιον·
Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τίς οὐ χαίρει τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζεσθαι τέκνον;
Ὅτι ἐπλαστούργησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ διακρατεῖ τὸν κόσμον φιλανθρώπῳ νεύματι, καὶ τῷ βουλήματι αὐτοῦ εἴκει τὰ σύμπαντα, ὑπερβολῇ ἀγαθότητός τε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τὰ ὁρώμενα, θέμενος τὸν ἄνθρωπον οἰκονόμον τῶν αὐτοῦ κτισμάτων·
ἵνα γενόμενος πιστὸς ἀπολάβῃ τὸν μισθὸν τῶν πέντε ταλάντων, καὶ ἄρξῃ τῶν δέκα πόλεων τῶν ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένων.
Εἰ δέ τις εὑρεθῇ ὀκνηρὸς ἓν τάλαντον πιστευθεὶς, κατακρύψῃ δὲ τοῦτο, καὶ μὴ προσάγῃ τῷ δεσπότῃ διπλοῦν τὸ τίμημα, τουτέστι, σὺν τῷ αἰσθητῷ καὶ τὸν νοητὸν ἄνθρωπον, ἀλλ' ἄρξηται λέγειν·
Ἐφοβήθην ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, καὶ τὰ λοιπὰ ῥήματα τῆς ἀχαριστίας καὶ δυστροπίας·
τότε ἀρθήσεται ἀπ' αὐτοῦ καὶ ὃ ἔχει, καὶ ἐκβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρός.
Ὁ γὰρ κόσμος οὗτος γυμνάσιον ἐδόθη, ὅστις ποτὲ τὸ λυπεῖσθαι παρέχει τοῖς ἀνθρώποις, ποτὲ δὲ τὸ χαίρειν.
Ὁ δὲ ἐν ἀμφοτέροις τούτοις εὐχαρίστως βιώσας, πιστευθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν.
Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλέον ὀγκωθεῖσαι, μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν·
τὸν αὐτὸν τρόπον καὶ ἡ θάλασσα τοῦ βίου,
τοὺς μὲν πρὸς ὀλίγον φανέντας ἐκάλυψε,
τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε.
∆ιὸ τὸν λόγον ἐπαναλάβωμεν·
Πᾶσα ἁμαρτίας ὑπόθεσις ταχεῖαν ἔχει τῆς ἀφέσεως τὴν χάριν, ὅταν μετάνοιαν ἔχῃ προτρέχουσαν.
Τῆς ὑπερηφανίας ἡ σηπεδὼν δυσθεράπευτον νόσημα, μισανθρωπίας πρόσχημα, γαῦρον πτῶμα ὕψωμα ἀφ' ἑαυτοῦ καταβαλλόμενον, φαντασία σκιώδης, κάλαμος ὑπ' ἀνέμου σαλευόμενος, καπνὸς εἰς ἀέρα ὑψούμενος καὶ εἰς οὐδὲν διαλυόμενος.
Τί νομίζεις, ἆ ἀλαζὸν, πλεῖον κεκτῆσθαι τοῦ πένητος;
Οὐδέν.
Μὴ σὺ μὲν ἄλλον οὐρανὸν ὁρᾷς,
ἐκεῖνος δὲ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος καταφλέγεται;
μὴ σὺ, ὅταν γένηται κρυμώδης ὁ ἀὴρ, σὺ μὲν ὑπὸ τοῦ ἡλίου θάλπῃ, ἐκεῖνος δὲ τῷ κρύει ψύχεται;
οὐχ ὁμοίως ἀναπνεῖται τὸν ἀέρα;
οὐ τὴν αὐτὴν βαδίζεται γῆν;
οὐ τὸ αὐτὸ σῶμα περιβέβληται;
οὐ μᾶλλον εὐχαριστεῖν ὀφείλεις τῷ Θεῷ τῷ σοι πιστεύσαντι τοσαῦτα, ὅσα ὁ ἐνδεὴς μετρῆσαι ἐπαρκεῖ;
Λέγω σοι, ἀδελφὲ, τοῦτό σε μᾶλλον ὀφείλει προτρέπειν εἰς ταπεινοφροσύνην.
Ὁ γὰρ πλούσιος μετριάζων δείκνυσι τὸ φιλάνθρωπον·
ὁ πένης γὰρ καὶ μὴ θέλων ἔχει τὴν ταπείνωσιν.
Σὺ οὖν τότε δειχθήσῃ μέγας, ὅτε, ὅπερ ἐκεῖνος ἀνάγκῃ, αὐτὸς προθέσει μετέρχῃ.
Εἰ δὲ τούτοις οὐ πείθῃ, ἄκουε τῆς Γραφῆς·
Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Εἰ δὲ καὶ τούτων καταφρονεῖς,
καταφρονηθήσῃ ὑπὸ τοῦ Θεοῦ·
τότε μέλλει τῆς ἀναισθησίας ἡ οἴησις, εἰς μετάρσιον ὕψωμα ἀναγαγεῖν σε βουλομένη, μεγάλως σε ἐπαίρειν, ἵνα μειζόνως σε κατενέγκῃ.
Τί γάρ ἐστι πλοῦτος;
Ὕλη μεταπηδῶσα ἀφ' ἑτέρου πρὸς ἕτερον·
τοῦ γὰρ θανάτου ἐπεισελθόντος, οὗτος μὲν ἀφίσταταί σου, τὰ δὲ ἐξ αὐτῶν κακὰ οὐδέποτέ σου ἀφίστανται.
Βλέπε, μὴ ὑπερηφανεύου γῆ καὶ σποδὸς ὑπάρχων, καὶ ἐμπέσῃς εἰς τὸ πτῶμα τοῦ Φαρισαίου·
ἐπίγνωθι σεαυτόν·
τοῦτο γὰρ καὶ ὁ Κύριος παρεγγυᾷ λέγων διὰ τῆς παραβολῆς·
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
Ἄνθρωποι δύο ἀνέβησαν, ἀλλ' οὐκ ἄνθρωποι δύο κατέβησαν, τὴν αὐτὴν ὁδὸν διανύοντες ἀπλανῶς.
Καὶ ὁ Φαρισαῖος ταύτης διεσφάλη φανερῶς.
Ἐπὶ τὸν ἕνα τόπον εἰσῆλθον προσεύξασθαι,
καὶ οὐκ εἰς τὸν ἕνα τόπον ἐξελθόντες εὑρέθησαν.
Ὁ μὲν Φαρισαῖος ἔτρεχε θαῤῥῶν,
ὁ δὲ τελώνης ἀπῄει δειλιῶν·
καὶ ὁ μὲν τρέχων ἀπέμει \νεν, ὁ δὲ ὀπίσω προέλαβεν.
Ἔτρεχεν ὁ Φαρισαῖος ἐξαγγεῖλαι τὰ δικαιώματα·
ἔσπευδε καὶ ὁ τελώνης ἀναγγεῖλαι τὰ παραπτώματα.
Ἀνῆλθον προσεύξασθαι·
καὶ ὁ μὲν ὡράθη φυσιούμενος, ὁ δὲ ἐδείχθη προσευχόμενος.
Τοιαῦτα γὰρ ἑαυτὸν ἐνομοθέτει ὁ Φαρισαῖος λέγων·
Οὐκ εἰμὶ χρεώστης τῆς παραγγελίας τοῦ νόμου·
οὐχ ὑπάρχω ὑπεύθυνος ὧν παρήγγειλαν οἱ προφῆται·
οὐ χρῄζω τῆς διδαχῆς Μωϋσέως, ἧς οὐδὲν τούτων διήμαρτον·
ἀλλ' ἄνειμι προσεύξασθαι, τῆς συνηθείας τὸ χρέος ἀποδιδοὺς, ὅπερ οἱ πρόγονοί μου ἐπετέλουν.
Τί οὖν, ὦ Φαρισαῖε, τῶν προγόνων ἕνεκεν τὸ ἱερὸν προσκυνεῖς, προσευχῆς δὲ χάριν τὸ ἱερὸν οὐχ ὁρᾷς;
Οἱ πρόγονοί σου πιστῶς ἐπετέλουν τὴν εὐχαριστίαν, σὺ δὲ θριαμβεύεις τὴν εὐχαριστίαν, ἵνα ὑπὸ ἀνθρώπων δοξασθῇ σου ἡ θυσία·
καὶ γίνεται ἐπὶ σοὶ τὸ τοῦ ∆αυῒδ ῥητόν·
Γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος, τουτέστιν, ὁ τελώνης.
Τὰ δὲ τοῦ τελώνου ποῖα;
Ἀπῄει εἰς τὸ ἱερὸν ἑαυτὸν κατακρίνων, ἀνάξιον ὀνομάζων ἑαυτὸν προσευχῆς.
Ἀνάξιον ἑαυτὸν ἐπεκαλέσατο·
διὸ καὶ ὁ Χριστὸς τὴν πρόθεσιν αὐτοῦ ἀπεδέξατο.
Ἔλεγεν ἑαυτὸν τῇ ἁμαρτίᾳ κατάχρεων, ἀλλ' ἔδειξεν αὐτὸν τῆς δικαιοσύνης ὁ Χριστὸς ὑπεύθυνον·
ἐχαρίσατο τῶν πεπλημμελημένων αὐτῷ τὴν ἄφεσιν, καὶ ἀντηγόρασε τὴν πρόθεσιν·
ἠλευθέρωσε τῆς ἁμαρτίας, ἵνα δουλώσῃ τῇ δικαιοσύνῃ.
Ὢ δουλεία, δι' ἧς ἀποφεύγομεν δουλείαν πονηρὰν, καὶ προσφεύγομεν τῇ ἐλευθερίᾳ τοῦ Χριστοῦ!
ὢ δουλεία, ἐλαφρὸν ζυγὸν παρέχουσα, καὶ μετὰ ταύτην αἰώνιον ζωὴν ἔχουσα καὶ ἀποδιδοῦσα!
ὢ δουλεία, ἡ ἐν τῷ κόσμῳ τούτῳ δουλεία λεγομένη, ἐν δὲ τῷ μέλλοντι βασιλείαν ἀτελεύτητον δωρουμένη!
Ταύτῃ τῇ δουλείᾳ προσδράμωμεν, ἀδελφοὶ, ἵνα τὴν ἐλευθερίαν καρπωσώμεθα τῶν ψυχῶν.
Ὅταν γένηταί τις ἀγαθὸς δοῦλος, τότε τοῦτον ἀναδείκνυσιν ὁ Κύριος υἱὸν γνήσιον, τότε πληροῖ τὸ ῥητὸν διὰ τοῦ Προφήτου ἐπ' αὐτόν·
Ἐγὼ εἶπα·
Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.
Μακάριοι οἱ καταξιούμενοι τῆς τοιαύτης τιμῆς!
μακάριοι οἱ σπουδάσαντες ἀπαλλαγῆναι τῆς φθορᾶς!
μακάριοι οἱ διὰ ταύτης τῆς δουλείας κτησάμενοι τὴν ἐλευθερίαν, καὶ κράζοντες τῇ ἐλευθερίᾳ,
ᾗ Χριστὸς ἡμᾶς ἐξηγόρασεν,
ἱστάμεθα ἔχοντες τὸν σταυρὸν ἀντερείδοντα τοῦ Χριστοῦ!
Κράζωμεν τῷ Χριστῷ·
Λόγισαι ἡμᾶς, ὁ Ποιμὴν ὁ καλὸς,
ὡς ἓν τῶν προβάτων ἀπολωλότων·
ζήτησον ἡμᾶς ἐν ταῖς διανοίαις τῶν καρδιῶν ἡμῶν,
καὶ εὑρὼν πλανωμένους ἡμᾶς καὶ μέλλοντας ἁλίσκεσθαι ὑπὸ τοῦ ἐχθροῦ, συνάγαγε εἰς τὴν ποίμνην σου.
Λόγισαι ἡμᾶς δραχμὴν μίαν, καὶ ἅψας τῷ πυρὶ τῆς σῆς θεότητος ἐρεύνησον, καὶ εὑρὼν συγχάρηθι τοῖς ἁγίοις καὶ τοῖς ἀγγέλοις συναυλιζομένοις τῇ ἀχράντῳ σου θεότητι·
ἀνάδειξον ἡμᾶς ὡς τὸν τελώνην,
ἵνα προσευχόμενοι ταπεινοφροσύνην ἀσπασώμεθα,
ὑπερηφανίαν δὲ ἀποστρεφώμεθα,
καὶ τὴν τῆς ἁμαρτίας μητέρα ἀποδυσώμεθα τὴν ὑψηλοφροσύνην, καὶ τὴν τῆς μετανοίας μητέρα περιπλεξώμεθα τὴν σωφροσύνην.
Ἀποβαλώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ περιβαλώμεθα τὸν νέον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ τῇ χάριτι αὐτοῦ·
στενάξωμεν ἐκ βάθους καρδίας προσευχόμενοι, ἵνα διώξωμεν τὸ βάθος τῆς καμίνου τῆς γεέννης τὸν ἐχθρὸν ἡμῶν.
Σοῦ γὰρ στενάξαντος, ἐκεῖνος πλήττεται·
σοῦ τὸ στῆθος πλήττοντος, ἐκεῖνος τραυματίζεται·
σοῦ τὰς πληγὰς λαμβάνοντος ἐκεῖνος τὰς σφαγὰς ὑποδέχεται.
Καὶ γὰρ ὁ τελώνης πλήττων τὸ στῆθος τὸν Φαρισαῖον ἀντέπληξε, καὶ τὸν ἐν αὐτῷ λογισμὸν τὸν ἐνεργοῦντα τῆς ὑπερηφανίας τὸν τῦφον ἤλεγξεν.
Ὁ γὰρ Φαρισαῖος σταθεὶς καθ' ἑαυτὸν προσηύχετο λέγων·
Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
Ὦ Φαρισαῖε, ἐκένωσάς σου τὸν μισθὸν διὰ τῆς καυχήσεως!
διὰ τοῦτο ἐδέξω ψῆφον κατακρίσεως.
Λέγεις·
Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων.
Ἄνθρωπος μὲν ἦν κατὰ τὴν φύσιν καὶ τὴν τοῦ Θεοῦ διάπλασιν, ἄλογον δὲ κατὰ τὴν τῆς ὑπερηφανίας μετάληψιν·
ἄνθρωπος μὲν ὡς ἔχων τὸ κατ' εἰκόνα, θηρίον δὲ ὡς κεκτημένος τὴν ἀλαζονείαν.
Ἔξω γὰρ ἑαυτὸν διέθετο τῆς τῶν ἀνθρώπων φύσεως, ἄλλην δημιουργίαν τῷ ἑαυτοῦ σώματι ἐνομοθέτησεν, ὑψηλότερον τῶν γηΐνων πραγμάτων εἶναι ἑαυτὸν ἐχρημάτιζε, μείζονα παντὸς προφήτου καὶ πατριάρχου ἑαυτὸν ὑπέλαβεν.
Ἄρα οὐκ ἐμνήσθης, ὦ Φαρισαῖε, τῆς τοῦ Ἠλία καυχήσεως ταὐτὰ καυχωμένου, καίτοι οὐκ ἐξ οἰήσεως, ἀλλ' ὑπὸ θείου ζήλου, ὅτε εἶπε·
Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος;
Καὶ τί πρὸς αὐτὸν ὁ χρηματισμός;
Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βαάλ.
Τί οὖν; πάντων παρανομησάντων, ἑπτακισχίλιοι ἦσαν οἱ τὸν θεῖον ζῆλον ἔχοντες, καὶ τῷ προφήτῃ συνεξισούμενοι, καὶ σὺ βοᾷς, Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί;
ἆρα οὐδεὶς διέφυγεν εἰς τὴν ὑπ' οὐρανὸν τῆς πλεονεξίας τὸ μύσος;
ἆρα οὐδεὶς σω φροσύνην ἀσπάζεται, Φαρισαῖε;
Ἑαυτὸν κατακρίνεις, ὁ ὑπὸ πάντων κατακρινόμενος·
καθ' ἑαυτοῦ δοκιμάζεις, ὁ ὑπὸ τοῦ Θεοῦ ἀποδοκιμαζόμενος·
ἑαυτὸν στεφανοῖς διὰ τῆς καυχήσεως,
ἀλλὰ ἀπώλεσάς σου τὸν στέφανον διὰ τῆς κατακρίσεως·
ἑαυτὸν ἐπαινεῖς ὡς ἀναμάρτητον,
ἀλλὰ τῆς ἁμαρτίας ἐδείχθης ὑπεύθυνος·
ἑαυτὸν στηλιτεύεις ὡς τὸν νόμον πληρώσαντα,
ἀλλ' ἁψάμενος τοῦ νόμου τὸν νομοθέτην ἐνύβρισας.
Ἔκραξας ἐπὶ πάντων σου τὰ κατορθώματα·
μετέβαλες αὐτὰ εἰς παραπτώματα.
Ὁ τελώνης τῇ σιωπῇ βοήσας,
τὸν Θεὸν Λόγον ἐδυσώπησεν, ὃν σὺ κράζων κατὰ σεαυτοῦ παρώξυνας.
Οὐκ ἐνετράπης λέγων·
Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων,
ἅρπαγες, ἄδικοι, μοιχοὶ,
ἢ καὶ ὡς ὁ τελώνης, ὁ ταῖς ἁμαρτίαις μεμιαμμένος,
ὁ ταῖς ἀσωτίαις ἐμπεφυρμένος,
ὁ τὸν ἱερὸν τόπον κοινώσας τῇ εἰσόδῳ,
ὁ ἀναξίως σὺν ἐμοὶ προσευχόμενος,
ὁ πάσης ἀνομίας ἐργάτης.
Ἀρκεῖ δὲ τὸ ὄνομα πρὸς μαρτυρίαν τῆς ἑαυτοῦ καταστάσεως·
ὑπάρχει γὰρ τελώνης, τελῶν τῇ ἁμαρτίᾳ τὰ τῆς πονηρίας ἔργα.
Ταῦτα εἰ καὶ μὴ αὐ ταῖς ταῖς λέξεσιν ἐν τοῖς ἀχράντοις Εὐαγγελίοις ἐγγέγραπται, ἀλλ' οὖν γε ὁ σκοπὸς τῆς ὑπερηφανίας τοῦ τον ἀποσώζει τὸν τρόπον.
Ὦ Φαρισαῖε, σὺ μὲν ἀπευδόκησας τὰ τοῦ τελώνου, ὁ δὲ Χριστὸς ηὐδόκησεν ἐν τῷ τελώνῃ·
σὺ κατὰ σεαυτοῦ ἐκεῖνον ἐξουδένωσας,
ὁ δὲ Χριστὸς αὐτὸν ἐπὶ πάντων ἐστεφάνωσεν.
Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδίζοντα δάκρυα·
ἠρέσθη Χριστὸς, μᾶλλον ᾐδέσθη τὸν τελώνην, τῇ αἰσχύνῃ τὴν αἰσχύνην ἀποτιναξάμενον.
Καλῶς ἡρμόσατο ἑαυτῷ ὁ τελώνης τὸ τῆς σοφίας ῥητόν·
Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν.
Ταύτην μετῆλθεν ἐν τῷ τῆς ἀγνωμοσύνης βίῳ.
Καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
Ταύτην ἐπῆλθε διὰ τοῦ τῆς μετανοίας τρόπου, ἐκ τῶν ἐναντίων τὰ ἐναντία διὰ τῆς πίστεως ἰασάμενος.
Μιμησάμενος ἰατρὸν, ἔμπλαστρον τίθησιν ἐναντίον τῷ σώματι, τὴν μὲν σάρκα ἐκτρῶγον, τὸ δὲ ἕλκος καθαῖρον,
ἵνα ἀποκαλυφθέντος τοῦ ζωτικοῦ σώματος, ἐπιγνῷ τὸ τῆς θεραπείας μηχάνημα.
Τοὺς ὀχετοὺς τῶν ἡδονῶν, οἷον καυστῆρι σιδηρῷ τῷ στεναγμῷ χρησά μενος, ἀπεστόμωσε, καὶ τὸ διοιδαῖνον τοῦ πάθους ἕλκος τοῖς δάκρυσι πραΰνας ἐθεράπευσε, καὶ τὴν ὀπὴν τοῦ ἕλκους μοτώσας διὰ τῆς τῶν χειρῶν πλήξεως ἀπούλωσε, καὶ τὸ ἐπιῤῥέον τῇ ψυχῇ ἐκ τοῦ σώματος ῥεῦμα ἐστείρωσε, καὶ καθαρὰν ταύτην διὰ τῆς μετανοίας τῷ πλάσαντι προσήγαγεν.
Ἀλλὰ καὶ τῶν λοιπῶν ῥημάτων τοῦ Φαρισαίου ἀκούσωμεν·
Νηστεύω δὶς τοῦ Σαββάτου.
∆ηλοῖ τετράδος καὶ παρασκευῆς τὴν ἐγκράτειαν.
Τὰ δὲ Σάββατα ἀνάπαυσίς ἐστι τοῖς Ἑβραίοις.
Ἀπέχωτῶν διαφόρων βρωμάτων·
οὐ ῥυπῶ μου τὰ χείλη ἀκαθάρτῳ γεύσει, ὅλως ἐγκράτειαν περιβέβλημαι, ὅλως ἁγιωσύνην ἠμφίεσμαι·
ἔτι δὲ καὶ ὧν κτῶμαι τὰς δεκάτας τῷ Θεῷ προσκομίζω.
Ὢ τῦφος ἀναισθησίας ἀναπνέων!
Νηστεύω δὶς τοῦ Σαββατοῦ.
Οὐ διάκειται, ὡς τὰ σιτηρέσια αὐτοῦ τῷ Θεῷ χαριζόμενος;
Νηστεύω δὶς τοῦ Σαββάτου.
Κύριε, μὴ νηστεία, φησὶ, τῷ Θεῷ παρέχει τὰ τοῦ νόμου ἐντάλματα;
καὶ ὃ οἱ ἄνθρωποι κόπῳ κατώρθωσαν, τοῦτο ἐγὼ προθέσει ποιῶ;
Τί οὖν ὁ φιλάνθρωπος δικαστὴς,
ὁ φιλότιμος ἀγωνοθέτης τὸν τῆς μετανοίας δρόμον;
Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο,
καὶ τοῦ τελώνου μετανοοῦντος ἐτέρπετο.
Ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν, ὥσπερ ἀνέμοις σφοδροῖς, τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς τὴν ἀξίαν ἀπένειμε.
Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως·
τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν.
Ἀμφοτέροις ὁ τρόπος·
τῷ μὲν ὑπόθεσις πενίας ὁ πλοῦτος,
τῷ δὲ ἐκ πλούτου πενίας ὀλίσθημα.
Τί γάρ φησιν ὁ ∆εσπότης;
Ἀμὴν λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἤπερ ἐκεῖνος.
Ὢ πῶς κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα!
Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος, ὥσπερ ἄνθεσι, τοῖς κατορθώμασι στεφανούμενος·
συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας γυμνός.
Ἄλλος μὲν εὐχερῶς ἑαυτὸν ταπεινώσας ὑψώθη·
ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν,
καταγέλαστον ὑπέμεινε γύμνωσιν.
Οὐκ ἦν βέλτιον ὑφειμέναις χρήσασθαι ταῖς φωναῖς;
οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προφητικῆς φωνῆς λεγούσης·
Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς;
οὐκ ἦν μᾶλλον κρατῆσαι τῆς γλώσσης συμφέρον, καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολλοῖς ἐκτήσατο;
Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, τῇ φωνῇ διεσκόρπισεν.
Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον,
ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος;
οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον·
Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνῷ ἡ ἀριστερά σου.
Τάχα δὲ ἐγίνωσκεν ἀμφότερα,
ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν.
Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα,
καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀπωσώμεθα·
ὑπερηφανίαν δὲ μισήσωμεν,
δι' ἧς ὁ Φαρισαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν·
Ὑπερηφάνοις γὰρ Κύριος ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσι χάριν.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
http://www.orthodoxfathers.com/logos/Telonin-Pharisaion-Agiou-Ioannou-tou-Chrusostomou
Πηγή εἰκόνας: Ἱ. Ἡσ. Ἀνάστασις Χριστοῦ-Ἐμμαούς, Ἅγ. Βασίλειος Λαγκαδᾶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου