Σελίδες

Τρίτη 10 Φεβρουαρίου 2015

Προκείμενα ἐσπερινοῦ

ΠΡΟΚΕΙΜΕΝΑ ΕΣΠΕΡΙΝΟΥ

Ἑβδομάδος

Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύ­σα­το.
Στίχ. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥ­τις οὐ σαλευθήσεται.

Τῇ Κυριακῇ ἑσπέρας.
Ἦχος πλ. δ´. Ψαλμὸς ρλγ´.

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ­λοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴ­κου Θεοῦ ἡμῶν.
Στίχ. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑ­μῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.

Τῇ Δευτέρᾳ ἑσπέρας.
Ἦχος δ´. Ψαλμὸς οϚ´.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐ­πλά­τυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκου­σον τῆς προσευχῆς μου.
Στίχ. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατώκισάς με.

Τῇ Τρίτῃ ἑσπέρας.
Ἦχος α´. Ψαλμὸς κβ´.

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν.
Στίχ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θα­νάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ.

Τῇ Τετάρτῃ ἑσπέρας.
Ἦχος πλ. α´. Ψαλμὸς νγ´.

Θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Στίχ. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.

Τῇ Πέμπτῃ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς ρκ´.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Στίχ. Μὴ δώῃς εἰς σάλον τὸν πόδα σου, μη­δὲ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.

Τῇ Παρασκευῇ ἑσπέρας.
Ἦχος βαρύς. Ψαλμὸς νη´.

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προ­φθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με.
Στίχ. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀ­νομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

* * *

Τριῳδίου

Τῇ Κυριακῇ τῆς Τυρινῆς,
Β´ καὶ Δ´ Κυριακὴ τῶν Νηστειῶν.
Ἦχος πλ. δ´. Ψαλμὸς ξη´.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐ­τήν.
Στίχ. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
Στίχ. Ἰδέτωσαν πτωχοὶ καὶ εὐφραν­θή­τω­σαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυ­χὴ ὑμῶν.
Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ·    
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ...

Τῇ Α´, Γ´ καὶ Ε´ Κυριακῇ τῶν Νηστειῶν, ἔτι δὲ καὶ τῇ Παρασκευῇ τοῦ Πάσχα.
Ἦχος πλ. δ´. Ψαλμὸς ξ´.

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου Κύριε.
Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέ­κραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.
Στίχ. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.
Στίχ. Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶ­νας.
Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ·     Ἔδωκας κληρονομίαν ...

* * *

Πεντηκοσταρίου

Τῇ Κυριακῇ τοῦ Πάσχα.
Ἦχος βαρύς. Ψαλμὸς οϚ´.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐγνώ­ρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνη­σθή­σομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τῇ Δευτέρᾳ τοῦ Πάσχα.
Ἦχος βαρύς. Ψαλμὸς ριγ´.

Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰ­α­κὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδά­νης ἐστάφη εἰς τὰ ὀπίσω.
Στίχ. Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;

Τῇ Τρίτῃ τοῦ Πάσχα.
Ἦχος πλ. δ´. Ψαλμὸς οϚ´.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐ­τοῦ, καὶ οὐκ ἠπατήθην.
Στίχ. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου·ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.
Στίχ. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐγνώ­ρι­σας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τῇ Τετάρτῃ τοῦ Πάσχα.
Ἦχος βαρύς. Ψαλμὸς νδ´.

νώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.
Στίχ. Πρόσχες μοι καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐ­τα­ρά­χθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.
Στίχ. Ὅτι ἐξέκλιναν ἐπ᾿ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.

Τῇ Πέμπτῃ τοῦ Πάσχα.
Ἦχος βαρύς. Ψαλμὸς ιζ´.

γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου.
Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου