Σελίδες

Κυριακή 21 Ιουνίου 2015

Ἐπὶ τῇ Μνήμῃ τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰσαάκ καὶ Ἐφραὶμ τῶν Σύρων


(28η Ἰανουαρίου)
Ὁσίου Ἰσαὰκ τοῦ Σύρου
«Πάσῃ ἀνέσει ἔπεται ταλαιπωρία καὶ πάσῃ διὰ Θεὸν ταλαιπωρίᾳ,
ἄνεσις ἀκολουθεῖ...»


«Ἐν σώματι φιληδόνῳ ἡ γνῶσις τοῦ Θεοῦ οὐκ οἰκεῖ.
Καὶ ὁ ἀγαπῶν τὸ ἴδιον σῶμα,
τῆς τοῦ Θεοῦ Χάριτος οὐκ ἐπιτεύξεται...»
«Τίμιαι ἐναντίον Κυρίου αἱ θλίψεις αἱ ὑπὲρ Αὐτοῦ καὶ δι' Αὐτόν,
ὑπὲρ πᾶσαν εὐχὴν καὶ θυσίαν...
...Ἐκάστην ἀρετὴν χωρὶς κόπου σωματικοῦ γινομένην,
ὡς ἔκτρωμα ἄψυχον ἡγοῦ (νὰ τὴν θεωρῆς)...»

 (Λόγοι ΝΕ΄ καὶ ΝϚ΄)


Ὁσίου Ἐφραὶμ τοῦ Σύρου

«Ἐν καιρῷ πειρασμοῦ ἀποφαίνεται ἡ δοκιμὴ (ἡ ἀξία) τοῦ πιστοῦ·
οὐ δεῖ ἐκακεῖν (ἀθυμεῖν) ἐν καιρῷ τοῦ πειρασμοῦ,
ἀλλὰ νήφειν (νὰ εἶναι προσεκτικοὶ) ἐν προσευχαῖς καὶ εὐποιΐαις...»

«Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ κατάπιπτε,
ἀλλὰ δεήθητι τοῦ Κυρίου καὶ παρέξει σοι τὴν μακροθυμίαν...»
(Ἔργα τ. Β΄, σελ. 325-327)

http://agiografikesmeletes.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου