Σελίδες

Σάββατο 28 Νοεμβρίου 2015

Ἀνοχή, ἀγάπη καί ἀδιαφορία-Β'



Νικηφόρου Θεοτόκη, Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως ἀπόσπασμα ὁμιλίας στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς εἰκοστῆς πέμπτης Κυριακῆς (Ἐφεσ. δ´ 1-7) Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ»

Μέρος Α´: ΑΝΟΧΗ, ΑΓΑΠΗ καὶ ΑΔΙΑΦΟΡΙΑ – Α´

.               Ἡ ἀδιαφορία ἄλλοτε μὲν γεννᾶται ἐκ τῆς ἀμελείας, ἄλλοτε δὲ ἐκ τῆς φιλαυτίας· ἄλλοτε μὲν γεννῶσιν αὐτὴν οἱ κοσμικοὶ στοχασμοί, ἄλλοτε δὲ ἡ σαρκικὴ ἀγάπη· βλέπω τὸν ἀδελφόν μου ἁμαρτάνοντα, ἔχω δὲ καὶ δύναμιν καὶ δικαίωμα, ἵνα νουθετήσω αὐτόν, ἀλλ’ ἡ ἀμέλεια κλείει τὸ στόμα μου, καὶ ἁρπάζει τὴν νουθεσίαν ἀπὸ τῆς γλώσσης μου· βλέπω τὸν ἀδελφόν μου ἁμαρτάνοντα, ἔχω δὲ καὶ δύναμιν καὶ δικαίωμα, ἵνα ἐλέγξω αὐτόν, ἀλλ’ ἡ φιλαυτία βάλλει θύραν περιοχῆς περὶ τὰ χείλη μου, πείθουσά με, ὅτι ἐκεῖνος ἐλεγχθείς, προξενεῖ μοι πολλὴν ταραχὴν καὶ ἐνόχλησιν· βλέπω τὸν ἀδελφόν μου ἁμαρτάνοντα, καὶ ἔχω δικαίωμα καὶ ἐξουσίαν, ἵνα ἐμποδίσω αὐτόν, ἀλλ’ ἔρχονται οἱ πολιτικοὶ στοχασμοί, λέγοντες, μὴ ποιήσῃς τοῦτο, διότι παροργίζεται, καὶ γίνεται ἐχθρὸς ἀντὶ φίλου· ἢ ἔρχεται ἡ σαρκικὴ ἀγάπη, λέγουσα, μὴ ἐμποδίσῃς αὐτόν, διότι προξενεῖς εἰς αὐτὸν πικρίαν καὶ θλῖψιν· ταῦτα δὲ κρατοῦσι δεδεμένας τὰς χεῖράς μου, καὶ ὡς τυφλὸς καὶ κωφὸς καὶ ἀναίσθητος οὐδὲ βλέπω, οὐδὲ ἀκούω, οὐδὲ αἰσθάνομαι, πόσα κακὰ προέρχονται ἐκ τῆς ἀδιαφορίας μου.
.               Τίς δὲ δύναται παραστῆσαι, ὁποῖα καὶ πόσα ἁμαρτήματα προξενεῖ ἡ ἀδιαφορία; Ὅταν οἱ προεστῶτες τῆς ἐκκλησίας, οἱ ἔχοντες ἀποστολικὴν ἐντολήν, ἵνα τιμῶσι μὲν τοὺς τῶν καλῶν ἔργων προστάτας, καὶ μάλιστα τοὺς κοπιῶντας «Ἐν λόγῳ καὶ διδασκαλίᾳ»· ἐλέγχωσι δὲ τοὺς ἁμαρτάνοντας, καὶ ἐπιφέρωσι τὰ ἐπιτίμια, καὶ παρακαλῶσιν αὐτοὺς «Ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ», ὡς μὲν ἀναίσθητοι οὐδεμίαν τιμὴν προσφέρωσιν εἰς τοὺς ἐναρέτους ἀνθρώπους· ὡς δὲ ἄλαλοι οὐδέποτε οὐδὲ ἐλέγχωσιν, οὐδὲ νουθετῶσι τοὺς ποιοῦντας τὰ ἔργα τῆς ἁμαρτίας· πόσον ἀμελεῖται τότε ἡ ἀρετή, πόσον πολυπλασιάζεται ἡ ἁμαρτία, ὅταν ὁ λύκος, ἤγουν ὁ ἄπιστος, ἢ ὁ αἱρετικός, ἢ ὁ κεχωρισμένος τῆς ἐκκλησίας, εἰσέρχηται εἰς τὴν αὐλὴν τῶν λογικῶν προβάτων, οἱ δὲ ποιμένες οὐδὲ τὰ πρόβατα ἐπιστηρίζωσιν εἰς τὴν εὐσέβειαν, οὐδὲ τοῦ λύκου τὰς ἐπιβουλὰς ἐμποδίζωσιν, ἀλλὰ μετὰ τῆς αὐτῆς ἀδιαφορίας βλέπωσι καὶ τὸν λύκον καὶ τὰ πρόβατα· πόσα πρόβατα τότε ἁρπάζονται, πόσα σκορπίζονται, πόση φθορὰ καὶ ἀπώλεια γίνεται εἰς τὰς τῶν πιστευόντων ψυχάς; Ὅταν τοῦ Θεοῦ οἱ διάκονοι, ἤγουν οἱ βασιλεῖς, καὶ οἱ ἄρχοντες, καὶ ἐξουσιασταί, οὐκ ὀργίζωνται ἐναντίον εἰς τοὺς πράττοντας τῆς ἀνομίας τὰ ἔργα, ἀλλὰ φορῶσι τὴν μάχαιραν ἀργὴν καὶ ματαίαν, καὶ μετὰ τοῦ αὐτοῦ ἱλαροῦ ὄμματος βλέπωσι καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηρούς· τότε φεύγει τῆς ἁμαρτίας ὁ φόβος, φεύγει ἡ ἐντροπὴ καὶ ἡ συστολή, ἀναισχυντοῦσιν οἱ ἄνομοι, θριαμβεύει ἡ ἁμαρτία, ὑπερπληθύνονται πάντα τὰ κακά· ὅταν οἱ γονεῖς οὐδόλως φροντίζωσι περὶ τῆς διορθώσεως τῶν ἁμαρτημάτων τῶν ἰδίων τέκνων, πόσον αὐξάνει τότε ἐν τῷ οἴκῳ αὐτῷ ἡ ἀνομία, καὶ ἡ ἁμαρτία, καὶ ἡ διαφθορά;

ΣΥΝΕΧΙΖΕΤΑΙ

https://christianvivliografia.wordpress.com/2015/11/22/%E1%BC%80%CE%BD%CE%BF%CF%87%CE%AE-%E1%BC%80%CE%B3%CE%AC%CF%80%CE%B7-%CE%BA%CE%B1%E1%BD%B6-%E1%BC%80%CE%B4%CE%B9%CE%B1%CF%86%CE%BF%CF%81%CE%AF%CE%B1-2/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου