Σελίδες

Πέμπτη 10 Δεκεμβρίου 2015

«Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ·...»

Καλά Χριστούγεννα
 Θεοτοκίον Δογματικόν.
Ἦχος πλ. α'

Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ·
ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει· Ἀνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Τέλος καί τῇ Τρισηλίῳ Θεότητι
κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου