Σελίδες

Τετάρτη 6 Απριλίου 2016

Περὶ τῆς ἐν Χριστῷ ζωῆς - Λόγος ἕβδομος

Λόγος ἕβδομος· ὁποῖος γίνεται ὁ μεμυημένος τὴν ἀπὸ τῶν μυστηρίων χάριν φυλάξας τῇ παρ’ ἑαυτοῦ σπουδῇ.
1. Ἐπεὶ δὲ εἴρηται τίς γενόμενος ὁ μυηθεὶς καὶ τίνα τὴν ὁδὸν ἐλθὼν ἃ παρὰ τῶν μυστηρίων ἔλαβε σώσοι, σκοπεῖν ἀκόλουθον τίς γένοιτο σεσωκὼς καὶ ποταπὸς ἂν ἀποβαίη τοὺς τρόπους, τοῖς τοῦ Θεοῦ τὰ παρ’ ἑαυτοῦ προσθείς. Ἐκεῖνα μὲν γὰρ συνάγει τὴν ζωήν, ἃ τῶν προτέρων λόγων ἡμῖν χωρὶς ἑκάτερον ὑπόθεσις ἦν, τοῦτο μὲν ἡ παρὰ τῶν τελετῶν χάρις, τοῦτο δὲ ἡ πρὸς τὸ συντηρῆσαι τὸ δῶρον παρὰ τῶν δεξαμένων σπουδή. Νῦν δὲ συστᾶσαν αὐτὴν ὑπόλοιπόν ἐστιν ὁλόκληρον θεωρῆσαι, καὶ τί τὸ συναμφότερον δεῖξαι, καὶ οἷόν ἐστι τὴν ἀνθρωπίνην ἀρετὴν ἅπασαν τῇ χάριτι συνελθεῖν.
2. Τοῦτο δὲ γένοιτ’ ἄν, ἐὰν αὐτὸν τὸν ἐξ ἀμφοτέρων συγκεκροτημένον σκεψώμεθα· καθάπερ οἶμαι καὶ ὑγείαν ὅ τί ἐστι καὶ ὅσον αὐτῆς ὄφελος εἴ τις δεικνύναι ἐθέλοι, τὸν μάλιστα αὐτῆς ἀπολαύοντα ἀγαγὼν εἰς μέσον, μάλιστ’ ἂν ποιῆσαι καταφανές. Καὶ δὴ τὸν οὕτω ζήσαντα πρὸ τῶν ὀφθαλμῶν στήσαντες, μανθάνωμεν αὐτοῦ τὴν εὐεξίαν καὶ τὴν ὥραν, πανταχόθεν περισκοποῦντες· σκεψόμεθα δὲ τῶν μὲν ἄλλως αὐτὸν κοσμούντων οὐδέν, οὐδ’ εἰ θαύμασι λάμπει καὶ τοιαύτην εἴληφε χάριν· ἀλλ’ αὐτὸν τοῦτον καθαρῶς καὶ τὸν οἴκοι κόσμον τὴν τῆς ψυχῆς ἀρετήν. Ἐκείνως μὲν γὰρ εἰκάσαι τις ἂν τὸν σπουδαῖον, καὶ τοῦτ’ αὐτὸ μόνον ἀρετῆς ἂν εἴη τεκμήριον· τὸ δ’ αὐτῶν πειρᾶσθαι τῶν τρόπων, αὐτόν ἐστι γινώσκειν τὸν ἄνθρωπον.

3. Τί οὖν δεῖ, παρὸν αὐτόθεν μανθάνειν, τεκμαίρεσθαι καὶ σημεῖα ζητεῖν, ὅταν αὐτῶν ἐξῇ τῶν πραγμάτων ἅπτεσθαι; καίτοι οὐδὲ σημεῖον τοῦτο γένοιτ’ ἂν ἀποχρῶν ἀρετῆς. Οὔτε γὰρ πᾶσι ταῦτα τοῖς σπουδαίοις ἀκολουθεῖ, οὔθ’ οἷς ὑπῆρξεν, ἐργάται πάντες εἰσὶν ἀρετῆς. Καὶ γὰρ πολλοὶ τῶν μεγάλα παρὰ Θεῷ δυνηθέντων οὐδὲν ἐπεδείξαντο τοιοῦτον, καὶ αὖθις τῶν πονηρῶν ἐνίους ἐδέησε τοιαῦτά ποτε δυνηθῆναι· καὶ τὸν Χριστὸν καλοῦσιν οὐδὲν ἀμήχανον ἦν, οὐ τῶν τρόπων τοῦτο διδόντων ἀλλ’ ἵν’ ὁ καλούμενος φανῇ.
4. Καὶ διὰ τοῦτο τῆς μὲν ἀρετῆς ἕνεκα καὶ τελεταὶ καὶ πᾶς πόνος, πρὸς δὲ τὴν δύναμιν ἐκείνην οὐδεὶς οὐδὲν ἐμηχανήσατο τῶν ἐπισταμένων ὡς δεῖ πονεῖν. Καὶ τί λέγω; Μὴ παρόντων οὐδένα πόθον ἔλαβον οὐδ’ ἐζήτησαν ὧν παρόντων οὐδὲ χαίρειν ἔξεστι. «Μὴ χαίρετε γάρ, φησίν, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ὃ τοίνυν μήτε ποιεῖ τὴν ἀρετὴν μήτε γοῦν δύναται μηνῦσαι παροῦσαν, περίεργον εἴ τις ἐκείνην ζητῶν τοῦτο πολυπραγμονεῖ. Ἀλλ’ οὐδ’ εἰ θεωριῶν τινων ἀπολαύοι καὶ ἀποκαλύψεων τυγχάνει καὶ τὰ μυστήρια πάντα οἶδεν, ἀπὸ τούτων αὐτὸν εἰσόμεθα καὶ θαυμάσομεν. Καὶ ταῦτα γὰρ ἐνίοτε ἀκολουθεῖ τοῖς ἐν Χριστῷ ζῶσιν, οὐ συνίστησιν οὐδ’ ἐργάζεται τὴν ζωήν· ὥστε μηδὲν πλέον εἰς ἀρετὴν εἶναι τῷ πρὸς ταῦτα μόνον ὁρῶντι. Καὶ τοῦτο δείκνυσιν ὁ μακάριος Παῦλος, ἐν οἷς Κορινθίοις γράφων· «Ἐὰν εἰδῶ, φησί, τὰ μυστήρια πάντα καὶ ἔχω πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι καὶ γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.»
5. Ὅθεν τἄλλα παραδραμόντες, εἰς αὐτὴν ἴδωμεν τὴν θέλησιν τῆς ψυχῆς, ἐν ᾗ καὶ χρηστότης συνέστηκεν ἀνθρώπου καὶ πονηρία, καὶ τὸ ἀληθῶς ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ καθόλου ζῆν ἢ τεθνάναι, ἣν τὸ ἀγαθὴν εἶναι καὶ πρὸς Θεὸν μόνον ἔχειν, ἡ μακαρία ἐστὶ ζωή.
6. Τοῦτο γὰρ καὶ μυστηρίων καὶ μελέτης ἔργον ἀνθρώπου, τὴν γνώμην μόνου γενέσθαι τοῦ ὡς ἀληθῶς ἀγαθοῦ. Καὶ γὰρ τῆς τοῦ Θεοῦ περὶ τὸ γένος ἐπιμελείας ἁπάσης, ἐκεῖνο μόνον τέλος ἔστιν ἰδεῖν· καὶ πρὸς τοῦτο πᾶσα μὲν ἀγαθῶν ἐπαγγελία φέρει, πᾶσα δὲ κακῶν ἀπειλή· καὶ τούτου χάριν ὁ Θεὸς τὸν κόσμον ἡμῖν ᾠκοδόμησε τοῦτον καὶ νόμους ἔθηκε· καὶ μυρίοις μὲν ἧσεν ἀγαθοῖς, πολλοῖς δὲ μετῆλθεν ἀνιαροῖς, ἵν’ εἰς ἑαυτὸν ἐπιστρέψῃ καὶ πείσῃ θέλειν αὐτὸν καὶ μόνον φιλεῖν.
7. Τοῦτο δὲ δῆλον ἐξ ὧν ταύτην μόνην παρ’ ἡμῶν ὑπὲρ ὧν εὖ πεποίηκεν ἀπαιτεῖ τὴν φοράν, τὸ ἀγαθὸν βούλεσθαι καὶ τὴν γνώμην εἶναι χρηστούς. Καὶ μαρτυροῦσι μὲν ἐντολαὶ πᾶσαι, μαρτυροῦσι δὲ παραινέσεις, καὶ ἁπλῶς λόγος ἅπας ἀνθρώποις ὄφελος ἔχων εἰς τοῦτο φέρων. Καὶ γὰρ πλεονεξίαν ἀναιρῶν καὶ σωμάτων ἐπιθυμίαν κολάζων καὶ θυμὸν ἄγχων καὶ μνησικακίαν ἐκβάλλων, οὐδὲν ἢ γνώμης χρηστότητα καὶ ἐπιείκειαν ἀπαιτεῖ. Καὶ αὖθις ἡ ἐν πνεύματι πτωχεία καὶ τὸ πενθεῖν καὶ τὸ ἐλεεῖν καὶ τὸ πρᾷον εἶναι καὶ τῶν ἄλλων ἕκαστον ἃ τοὺς κατορθοῦντας ὁ Χριστὸς ἐκάλεσε μακαρίους, ἀτεχνῶς ἔργα θελήσεως.
8. Ἔτι δὲ τὸ συνθέσθαι τοῖς ὀρθοῖς τῶν δογμάτων καὶ περὶ Θεοῦ τὰ ὄντα πιστεῦσαι, τῶν εὐγνωμόνων γίνεται· καὶ καθόλου τῆς ἀγάπης ἕνεκα πάντα φησὶν ὁ Θεὸς τεθῆναι τὸν νόμον, ἡ δὲ ἀγάπη τῆς γνώμης ἐστὶν ἀρετή. Ὅτε τοίνυν μετὰ πᾶσαν παιδείαν καὶ πρόνοιαν, θελήσεως ἡμᾶς ὁ Θεὸς εἰσπράττει καρπούς, δῆλός ἐστιν εἰς ἐκείνην ἅπαντα σπείρων καὶ πᾶσαν ἐν αὐτῇ καταβαλλόμενος τὴν εἰς τἀγαθὸν δύναμιν καὶ παρασκευήν. Οὐκοῦν καὶ τὸ βάπτισμα διὰ τοῦτο δέδωκε καὶ τἄλλα ἡμᾶς ἐτέλεσεν, ἵν’ ἃ προσῆκεν ἀγαθὴν ποιήσῃ τὴν γνώμην, καὶ πᾶσα τῶν μυστηρίων ἡ δύναμις καὶ ἡ καινὴ ζωὴ παρ’ αὐτῇ.
9. Ὅλως δὲ τί ποτε ἡμῖν αἱ τελεταὶ δύνανται; Πρὸς τὸν μέλλοντα βίον παρασκευάζουσι· «Δυνάμεις γάρ εἰσι τοῦ μέλλοντος αἰῶνος», ᾗ φησι Παῦλος.
10. Τί δέ ἐστιν ᾧ μόνῳ παρασκευαζόμεθα; Τὸ τηρῆσαι τὰς ἐντολὰς τοῦ στεφανοῦν καὶ κολάζειν ἐπὶ τοῦ μέλλοντος δυναμένου· τοῦτο γὰρ τὸν Θεὸν αὐτὸν ἡμῖν εἰσοικίζει. «Ὁ γὰρ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.»
11. Τὸ δὲ σῶσαι τοὺς νόμους τῆς γνώμης ἅπαν ἐστί. Καὶ γὰρ ἆθλα κεῖται τοῖς αἰδεσθεῖσι τὸν νομοθέτην, καθάπερ τιμωρίαι τοῖς ὑπερόπταις· τὸ δὲ τοιοῦτον ἐθελούσιον, τοῦτο γάρ ἐστι τῆς ψυχῆς τὸ μέρος τὸ τὰς εὐθύνας δεχόμενον πανταχοῦ, καὶ τῶν παντάπασιν ἀκουσίων οὔτε στέφανον οὔτε τιμωρίαν εὕροι τις ἄν. Οὐκοῦν εἰ τὴν γνώμην ἀναπτύξομεν τοῦ κατὰ Θεὸν ζῶντος, ἐν αὐτῇ λάμπουσαν εὑρήσομεν τὴν μακαρίαν ζωήν.
12. Ὡσὰν δὲ πᾶσαν αὐτῆς εἰδῶμεν τὴν δύναμιν, ἐπ’ αὐτῆς αὐτὴν σκεψόμεθα τῆς ὑπερβολῆς, καθάπερ καὶ σώματος ἰσχὺν ἐπὶ τῆς ἀκμῆς.
13. Ὑπερβολὴ δὲ θελήσεως, ἡδονὴ καὶ λύπη, τὸ μὲν προσιεμένης ὁτιοῦν, ἐκεῖνο δὲ ἐκτρεπομένης. Ὅθεν ἐν τούτοις ὁ ἄνθρωπος ὅ τί ἐστι φαίνεται καὶ ταῦτα τὸν ἑκάστου δείκνυσι τρόπον καὶ τοὺς πονηροὺς διΐστησι τῶν χρηστῶν. Καὶ οὕτω διττὸς ὁ τῶν ἀνθρώπων γίνεται βίος· τῶν μὲν πονηρῶν αἰσχροῖς καὶ ματαίοις, τῶν δὲ ἀγαθῶν χαιρόντων τοῖς ἀγαθοῖς· καὶ τῶν μὲν τοῖς δοκοῦσιν ἀηδέσι, τῶν δὲ τοῖς ὡς ἀληθῶς κακοῖς ἀχθομένων. Καὶ οὐ πονηρία καὶ χρηστότης μόνον, ἀλλὰ καὶ ῥᾳστώνη βίου καὶ δυσκολία καὶ τὸ δυστυχεῖν καὶ τὸ πράττειν εὖ, ἀπὸ τούτων κρίνεται.
14. Οἷς τοίνυν περὶ ζωῆς μακαρίας ὁ λόγος, πῶς οὐκ ἀναγκαία τούτων ἡ θεωρία παρ’ οἷς καὶ τὸ τῆς ζωῆς εἶδος ἁπλῶς καὶ τὴν εὐδαιμονίαν ἔστι μαθεῖν; Ἐπεὶ δὲ ἡδονῆς ἡ λύπη προτέρα, καθόσον ἐκείνου τοῦτο καρπός  -«Παρακληθήσονται γάρ, φησίν, οἱ πενθοῦντες»-, εἰκός ἐστι καὶ τὸν περὶ ταύτης λόγον ἡγήσασθαι.
15. Ἄλλως τε, τὸ μὲν οἷς προσῆκόν ἐστιν ἄχθεσθαι, φεύγειν ἐστὶ τὸ κακόν· τό γε μὴν χαίρειν δεόντως, ὁ πρὸς τἀγαθόν ἐστι δρόμος· ἐκεῖνο δὲ τούτου τῇ προόδῳ δεύτερον· «Ἔκκλινον γάρ, φησιν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν».
16. Εἴρηται μὲν οὖν κἀν τοῖς ἔμπροσθεν λόγοις περὶ τῆς κατὰ Θεὸν λύπης, ὧν ὑπόθεσις ἃ λογιζομένους ἔνι πενθεῖν, ἀλλ’ ἐπ’ ἄλλα βλέπουσι, καὶ διὰ τοῦτο πρὸς ἅπαν ὃ προσήκει τῷ πάθει μὴ δυνηθεῖσι. Νῦν δὲ θεωρῆσαι δεῖ, Θεὸς δὲ ἄγοι τὸν λόγον, τί τέ ἐστιν ὃ λυπήσει τὸν σπουδαῖον, καὶ τίνα τρόπον, καὶ τἄλλα δήπουθεν ἐν οἷς πᾶσα τῆς ἐπαινουμένης λύπης πρὸς τὴν πονηρὰν ἡ διαφορά.
17. Ὅτι μὲν οὖν οἷς δεῖ καὶ πῶς δεῖ ἀκόλουθον τὸν ἐν Χριστῷ ζῶντα λυπεῖσθαι, πᾶσίν ἐστι φανερόν· τίνα δὲ τὰ δέοντα, καὶ τίς ὁ τρόπος ὁ προσήκων, καὶ τῶν τοιούτων, οὐ πᾶσι δήλων καθισταμένων, ἡ σκέψις οὐ μάτην γένοιτ’ ἂν ἡμῖν ὅση δυνατή. Ἡ μὲν οὖν λύπη τοῦ μίσους ἐξήρτηται, τὸ δὲ μῖσος, τοῦ λόγου τῆς πονηρίας. Καὶ γὰρ ἀποστρεφόμεθα μὲν ὃ δοκοῦμεν εἶναι πονηρόν· οἷς δέ τις ἐχθρῶς ἔχει καὶ πρὸς ἃ δυσχεραίνει, τούτοις ἀνιᾶται παροῦσιν· ὅθεν ὁ ζῶν ὀρθῶς καὶ τῆς ἀληθινῆς φιλοσοφίας ἐπειλημμένος οἶδε μὲν πρῶτον ὅπερ ἐστὶ κακὸν ἀληθῶς, οἶδε δὲ ὃ χρὴ μισεῖν, ἀνιᾶται δὲ οἷς ἄχθεσθαι δεῖ.
18. Διὰ τοῦτο ζητῶμεν τί τὸ ὡς ἀληθῶς ἀνθρώπῳ κακόν. Πολλῶν τοίνυν καὶ παντοδαπῶν ὄντων ἃ τοὔνομα δέχεται τοῦτο, καὶ τῶν μὲν ἀνθρώποις ἐν κοινῷ πᾶσι, τῶν δ’ ἐνίοις ὄντων δυσχερῶν, οὐδὲν οἷον ἡ τῆς ψυχῆς πονηρία καὶ τὸ τὴν γνώμην νοσεῖν.
19. Καὶ γὰρ καὶ ἀέρων φθοραὶ καὶ ὡρῶν ἀταξίαι καὶ χωρῶν ἀφορίαι καὶ γῆς διαστάσεις καὶ σεισμοὶ καὶ λοιμοὶ καὶ αὖθις πενία καὶ νόσος καὶ ὕβρις καὶ δεσμωτήριον καὶ πληγαὶ καὶ τῶν τοιούτων ἕκαστον, αὐτὸ μὲν ἂν εἴη κακόν, ἀνθρώπῳ δὲ κακὸν οὐδαμῶς. Ταῦτα μὲν γὰρ τοῖς ἔξω λυμαίνεται καὶ σώματος καὶ κτημάτων οὐδὲν περαιτέρω χωρεῖ. Ὁ δὲ ἄνθρωπος οὔτε τὸ σῶμά ἐστιν ἵνα νοσοῦντος αὐτὸς νοσῇ, οὔτε πολλῷ μᾶλλον τῶν ἃ δεῖ τῷ σώματι χορηγούντων, ὧν ἀφῃρημένων εἰς αὐτὴν βεβλάφθαι τὴν ἀνθρωπότητα δεήσει. Καὶ μὴν οὐδ’ αἱ τῶν πολλῶν ψῆφοι τὸν ἄνθρωπον πλάττουσιν, ὅπως ᾖ χείρων εἴ τις περὶ αὐτοῦ τὰ χείρω γινώσκει. Καὶ γὰρ εἰ τοῦτο θήσομεν, δεήσει καὶ κακῶς πράττειν καὶ βέλτιον ἔχειν κατὰ ταὐτόν, καὶ πονηρὸν μὲν εἶναι καὶ χρηστόν, ἄθλιον δὲ καὶ μακάριον τὸν αὐτόν, ἔστιν ἐφ’ ὧν τῶν μὲν ταῦτα, τῶν δ’ ἐκεῖνα ψηφιζομένων.
20. Εἰ δ’ ἔστιν ὡς ἀληθῶς ἄνθρωπος ἡ γνώμη καὶ τὸ λογίζεσθαι, ὧν τῶν ἄλλων οὐδὲν αὐτῷ κοινωνεῖ, τοῦτο μὲν ἀρετὴν ἀνθρώπου, τοῦτο δὲ κακίαν δύναται φέρειν· καὶ τὸ δυστυχεῖν ἂν εἴη κατὰ ταῦτα καὶ τὸ πράττειν καλῶς καὶ τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ στένοντα ζῆν καὶ τὸ τρυφᾶν, τὰ μὲν παρατραπέντων ἐκείνων, τὰ δ’ ἐν οἷς ἔδει μενόντων.
21. Ἐπεὶ δὲ παρατροπὴ μὲν λογισμοῦ τὸ ψεῦδος, τῆς δὲ γνώμης τὸ πονηρόν, ζητεῖν ὑπόλοιπον τίνι τούτῳ σαφεῖ τεκμηρίῳ ἑκατέρας εἰσόμεθα τὴν παρατροπήν. Πολλῶν δὲ γενομένων, τὸ πάντων ἱκανώτατον, ἡ κρίσις αὐτοῦ τοῦ Θεοῦ· καὶ ἀγαθὸν μὲν καὶ ἀληθὲς ὅπερ ἐκείνῳ δοκεῖ, φαῦλον δὲ καὶ ψεῦδος ὃ μὴ τῶν ἐκεῖθεν ἔτυχε ψήφων· καὶ ἃ μὲν ἐκεῖνος μανθάνειν ἀξιοῖ τὸν ἄνθρωπον, ταῦτ’ ἀληθῆ· ἃ δὲ βούλεσθαι κελεύει, ταῦτα χρηστά· τὰ δὲ τούτοις πολεμοῦντα γέμει μὲν ἀπάτης, γέμει δὲ πονηρίας.
22. Τῶν δὲ θείων χρησμῶν οἱ μὲν ἀνθρώπων κομιζόντων εἰς τὴν γῆν ἦλθον, τῶν δὲ αὐτὸς ἦν ὁ Θεὸς ἄγγελος, ἀνθρώπου φύσιν ἐνδὺς καὶ ἄνθρωπος ἀνθρώποις φωνῇ συγγενεῖ τὰ δοκοῦντα μηνύσας. Τί οὖν ἢ χρηστότερον τῶν παραγγελμάτων ἢ ἀληθέστερον τῶν δογμάτων ἐφ’ ὧν ὁ Θεὸς αὐτὸς μὲν νομοθέτης, αὐτὸς δὲ διδάσκαλος, αὐτὸς δὲ δημαγωγὸς ἦν, εἴ γε μόνος μὲν ἀλήθεια, μόνος δέ ἐστιν ἀγαθός;
23. Εἰ τοίνυν χρὴ μαθεῖν ἃ παρατροπὴ τῆς φύσεως ὄντα λυπεῖ τὸν ἀληθινὸν ἄνθρωπον, τἀναντία τούτων προσήκει λαβεῖν. Ἐκεῖνο γὰρ ἀληθῶς κακὸν ὃ πρὸς τὴν γνώμην ἐκείνην ἵσταται, πονηρὸν δὲ ὂν καὶ μισεῖν εἰκὸς οἷς ἐμέλησε τοῦ ἀγαθοῦ, μισοῦντας δὲ ἀπεύχεσθαι μὲν ἀπόντος, παρόντος δὲ ἀνιᾶσθαι. Λυπήσει δὲ αὐτοὺς παρὸν τὸ κακὸν ἢ σφίσιν ἐστὶν οὗ τοῦ λόγου παρατραπεῖσιν, ἢ τοῖς ἄλλοις οἷς αὐτοὶ τὰ βελτίω συνεύχονται. Συνεύχονται δὲ πᾶσιν ἀνθρώποις, τῷ τε πρὸς τὴν θείαν ἁμιλλᾶσθαι φιλανθρωπίαν, τῷ τε τὴν τοῦ Θεοῦ δόξαν ἐπιθυμεῖν ὁρᾶν ἑκασταχοῦ λάμπουσαν.
24. Καὶ οὕτω μόνον ἀνιαρὸν τοῖς ἐν Χριστῷ ζῶσιν ἡ ἁμαρτία· πρῶτον μὲν ὅτι πονηρόν, αὐτοὶ δὲ τοὺς τρόπους χρηστοί· δεύτερον ὅτι τοῖς τοῦ Θεοῦ μάχεται νόμοις ᾧ τῆς γνώμης ἐπείγονται κοινωνεῖν· καὶ τρίτον ὅτι μάτην ἀνιᾶσθαι κατὰ τὸν ὀρθὸν λόγον ζῶντας, ἥκιστα πρέπον· ἐνταῦθα μόνον οὐ μάτην ἐστὶν ἀνιᾶσθαι, τῆς λύπης τὰ πάντων λυσιτελέστατα καρπουμένους.
25. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων οὐδὲν ἔσται πλέον εἴ τις ἀλγεῖ· καὶ πενία καὶ νόσος καὶ ὁτιοῦν τῶν τοιούτων οὐδὲν μᾶλλον ὑποχωρήσει δακρύουσι. Ψυχῆς δὲ πονηρίᾳ λύπη τὸ φάρμακον· ἣ καὶ μέλλουσαν προανεῖλε καὶ παροῦσαν ἔπαυσε καὶ τολμηθείσης τὰς εὐθύνας δύναται λύειν. Ὑπὲρ οὗ μοι δοκεῖ καὶ τὴν ἀρχὴν ἐντεθῆναι τῇ φύσει, πρὸς οὐδὲν ἄλλο βοηθεῖν ἡμῖν δυναμένη.
26. Τὴν γὰρ ἁμαρτίαν οὐ προῖκα, μισθοῦ δέ τινος τολμῶντες τῆς ἡδονῆς, καὶ τὸ τέρπον τοῦ κατὰ ψυχὴν εὖ ἔχοντος ἀλλαττόμενοι· οὐ γὰρ ἐφ’ ἑαυτῆς αὐτὴν ἑλοίμεθ’ ἂν ψυχῆς ὄλεθρον καὶ νοῦ πήρωσιν· καὶ τὰ τοιαῦτα σαφῶς εἰδότες, ἐπειδὰν μεταγνόντες ἐφ’ οἷς ἡμάρτομεν ἀνιώμεθα, τὴν ἐκεῖθεν ἀτιμάζοντες ἡδονὴν καὶ πάθει πάθος ἐκκρούοντες, δῆλοι καθέσταμεν, τῷ ῥίπτειν ἅπερ ἐλάβομεν, λαμβάνοντες ἅπερ ἐρρίψαμεν. Καὶ ἅμα τὸ ἀνιᾶσθαι τίμημα γίνεται ἡμῖν ἐφ’ οἷς ἐτολμήσαμεν, ᾧ καθῃραμένοις οὐ πληγῶν δεήσει δευτέρων. ᾯ καὶ Θεὸς ἐξ ἀρχῆς τοῖς αὑτοῦ τιμωρεῖ νόμοις ἠδικημένοις, λύπης καὶ πόνων τῷ παρανενομηκότι τιμήσας· οὐκ ἂν ταύτην εἰσπράττεσθαι νομίσας τὴν δίκην, εἰ μὴ τῶν ἐγκλημάτων ἄντικρυς ἦν καὶ λύειν εἶχεν εὐθύνης. Τούτῳ δὲ τῷ τρόπῳ καὶ αὐτὸς ὕστερον κατὰ τῆς ἁμαρτίας ἐχρήσατο, τὸν ἄνθρωπον εἰσελθών, καὶ δεῆσαν ἐκβαλεῖν τῆς φύσεως τῶν ἀνθρώπων τὴν ἁμαρτίαν, ἀλγήσας ἐξέβαλε.
27. Καὶ μὴν οὐ τοῦτο δὴ μάταιον μόνον εἴ τις ἐφ’ ὁτῳοῦν ἀνιᾶται τῶν εἰς σῶμα φερόντων, ἀλλὰ καὶ ζημία περιφανής· τοῦτο γάρ ἐστι Θεοῦ τι τῶν ἄλλων ἔμπροσθεν ἀγαγεῖν. Ταύτης τῆς πονηρίας ἔσχατον μὲν ἡ τοῦ Ἰούδα μανία, μικρὸν ἀργύριον τοῦ Θεοῦ καὶ Σωτῆρος ἀλλαξαμένου, ἀρχὴ δὲ καὶ σπέρμα τὸ πρὸς τὴν ἐκείνου μνήμην τοῦτο παθεῖν καὶ τῆς ἐν αὐτῷ διατριβῆς ἐκκρουσθῆναι τῷ φιλεῖν ἄλλο τι τῶν πάντων.
28. Τούτου γὰρ ἐπιδεδωκότος τοῦ πάθους καὶ τῆς τοῦ Θεοῦ λήθης τὴν χώραν τῆς ψυχῆς κατασχούσης, ἡ περὶ αὐτὸν ἀγάπη μαραίνεται, ἐπεὶ καὶ τοὐναντίον τῇ συνεχεῖ μνήμῃ φύεται· τοῦ δὲ φίλτρου σβεσθέντος, ἡ περὶ τὰς ἐντολὰς αὐτοῦ ῥᾳθυμία καὶ τὸ παρανομεῖν εὐθὺς ἀπαντᾷ, καθάπερ «Ὁ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει». Τοῖς δὲ τοὺς τοῦ Θεοῦ νόμους πατοῦσι καὶ τὰ τοιαῦτα τολμηταῖς, καὶ τὸν τῆς πίστεως προδοῦναι λόγον, ἄν τι δέῃ κερδαίνειν, οὐδὲν ἀπᾷδον· «Τῆς γὰρ συνειδήσεώς τινες ἀστοχήσαντες, περὶ τὴν πίστιν ἐναυάγησαν», ὁ μακάριος ἔφη Παῦλος· «Νεκρὰ γάρ ἐστι, φησίν, ἡ πίστις» οἷς τῶν καταλλήλων οὐκ ἐμέλησεν ἔργων· ὅθεν εἰ διαφθείροιτο ῥᾳδίως, καινὸν οὐδέν.
29. Τριῶν γὰρ ὄντων ἃ τῷ Θεῷ παρ’ ἡμῖν φυλάττει τὸ σέβας, τοῦ φόβου τῶν κειμένων τοῖς ἀσεβέσι κακῶν, τῆς ἀγαθῆς τῶν εὐσεβούντων ἐλπίδος, τοῦ περὶ αὐτὸν τὸν Θεὸν καὶ τὸ καλὸν ἔρωτος, ἐνεργὸν οὐδὲν ταῖς τῶν παρανομεῖν ἐγνωκότων καταλείπεται ψυχαῖς· ἀλλὰ καθάπερ οἷς ὁ βίος τοῖς τοῦ Θεοῦ τάττεται νόμοις ἡ περὶ αὐτὸν αἰδὼς αὔξεται, τὸν ἴσον τρόπον τοὺς τῶν λογίων ὑπερόπτας κατὰ μικρὸν ἐπιλείπει· καὶ προϊοῦσι πρὸς τὸ καλὸν τοῦτο πάθος οὐδὲν κοινόν· τῷ δὲ ταύτην ἐκ μέσου γενέσθαι, πάντων τῶν ἐπισχεῖν ἂν δυνηθέντων τὴν πονηρίαν ἀνῃρημένων καὶ τοῦ τἀγαθὸν εἰσφέροντος λογισμοῦ τῷ πολλάκις ἐπιστομισθῆναι σεσιγηκότος, ἐπ’ ἔσχατα χωρεῖν αὐτοὺς τῶν κακῶν, οὐδὲν χαλεπόν.
30. Διὰ ταῦτα τὴν μέριμναν οἱ σπουδαῖοι φυλάττονται καὶ πρὸς τὴν ῥίζαν ἐξ ἀρχῆς ἵστανται τῶν κακῶν καὶ τὴν καρδίαν τῷ Θεῷ μόνῳ τηροῦσι καθάπερ ἄλλο τι τέμενος, τὴν μνήμην ἐξελόντες αὐτῷ. Καὶ γὰρ ἴσασι τῶν μὲν ἱερῶν οἴκων τοῖς πολλοῖς οὐδὲ ψαύειν ἐξεῖναι καὶ σκευῶν καὶ πέπλων τοῖς οὕτως ἀφωρισμένοις πρὸς ἄλλο τι χρῆσθαι τῶν ἀθεμίτων εἶναι· ψυχῆς δὲ Θεῷ καθιερωθείσης οὐδὲν ἴσον εἶναι τῶν ἱερῶν, ὅθεν καὶ χρῆναι παντὸς μᾶλλον ἄδυτον εἶναι τοῖς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τραπεζῶν καὶ κολυβιστῶν καὶ τοιούτων ἀπηλλάχθαι πραγμάτων. Εἰ γὰρ τὸν τῆς προσευχῆς οἶκον οὕτως ἔχειν ἐχρῆν, ὅπως δεῖ νομίζειν αὐτὸν τὸν εὐχόμενον ὑπὲρ οὗ καὶ τὸ χωρίον ἐκεῖνο καθαρεύειν ἔδει θορύβων; καίτοι τῷ μὲν ἑκάστοτε τοὔνομα οὐκ ἦν ἐνεργὸν οὐδ’ ἦν ἀεὶ προσευχῆς οἶκος, τῶν εὐχομένων ἐνίοτε κενὸς ὤν· χριστιανοὺς δὲ τῇ τοῦ Θεοῦ συνουσίᾳ προσκεῖσθαι τὸν ἀεὶ χρόνον, «ἀδιαλείπτως προσευχομένους» ὁ τοῦ Παύλου κελεύει νόμος.
31. Κἀκεῖνο δὲ συνορῶμεν· τῶν γὰρ ἄλλων ὁ Σωτὴρ ἁμαρτημάτων λόγοις ἀπάγων, ἐνταῦθα καὶ γλώσσῃ κέχρηται καὶ ὀργῇ καὶ χειρὶ καὶ μάστιγι, λογίζεσθαι παρέχων, ὅσης ἀξιοῖ τὸ πρᾶγμα σπουδῆς. Ταῦτα γὰρ οὐ τὸν νεὼν τοσοῦτον ἐκεῖνον βουλομένου σεμνύνειν, ὃν κατασκαπτόμενον περιεῖδεν, ὅσο τῶν πιστῶν ἕκαστον, παρ’ οἷς ἐπηγγείλατο μένειν, μερίμνης ἀπηλλάχθαι καὶ φροντίδων, ὅσου τιμᾶται δεικνύντος ἦν· καὶ ἅμα ὡς ἰταμὸν τὸ πάθος, καὶ χρεία θυμοῦ καὶ ψυχῆς ἑστώσης καὶ νήφοντος λογισμοῦ καὶ πρό γε τούτων αὐτῆς τῆς χειρὸς τοῦ Σωτῆρος, ὃν ἔνδον μὴ λαβόντας, τὸν θόρυβον ἀμήχανον ἐκβαλεῖν.
32. Διὰ ταῦτα τὸν ἱερόσυλον θανάτῳ ζημιοῦσθαι νόμος ἔκειτο, καὶ τοῖς τῶν Ἁγίων Ἁγίοις παραπετάσματος ἐδέησε. Καὶ Ὀζᾶν ἀπέθνῃσκε τῇ κιβωτῷ περιτραπείσῃ χεῖρα βέβηλον ὑποσχών, καὶ Ὀζίας λέπραν τῶν ἱερῶν ἀπώνατο, καὶ πολλὰ δὴ τοιαῦτα τῇ βεβαπτισμένῃ ψυχῇ τὸ καθαρῶς ἄσυλον τῷ ἀληθινῷ Θεοῦ τεμένει νομοθετεῖ.
33. Διὰ ταῦτα τοῖς ἐν Χριστῷ ζῶσιν εἰλικρινῆ μερίμνης τὴν ψυχὴν ἔχειν πολλοῦ τινος εἶναι δοκεῖ. Κἄν τι τὴν γνώμην εἰσέλθῃ τῶν εἶναι προὔργου δοκούντων, οὐκ ἐπιστρέφει τὸν λογισμόν, καθάπερ τῷ Πέτρῳ τῶν ἐν χερσὶν οὐδὲν ἐμέλησεν, ἐπεὶ καλοῦντος τοῦ Σωτῆρος ἤκουσε. Καὶ γὰρ καὶ αὐτοὶ καλοῦνται κλῆσίν τινα συνεχῆ καὶ διηνεκῆ διὰ τῆς ἐνσημανθείσης ἀπὸ τῶν μυστηρίων τῇ ψυχῇ χάριτος, ἥτις ἐστί, Παῦλος εἶπε, «τὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ Πνεῦμα ἐν ταῖς καρδίαις αὐτῶν κράζον· Ἀββᾶ ὁ Πατήρ».
34. Καὶ οὕτως ἑκάστοτε πάντων ὑπερορῶσιν ἵν’ ἑκάστοτε τῷ Χριστῷ δυνηθῶσιν ἀκολουθεῖν, ὅτι «οὐ καλόν ἐστι, φησίν, ἀφέντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις»· πρῶτον μὲν ὅτι μηδὲν αὐτοῖς πρὸ τοῦ Θεοῦ, ἔπειθ’ ὅτι καὶ πάντα παρ’ αὐτῷ τἄλλα προσδοκῶσιν εὑρήσειν, τῶν ἀγαθῶν ὄντι πάντων ταμίᾳ. Καὶ γὰρ αἰτοῦσι πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, τοῦ ἀψευδοῦς ἐπαγγελίᾳ, πάντα τἄλλα ἀκολουθήσειν.
35. Ὑπὲρ τούτων μερίμνης τοὺς αὐτῷ προσκειμένους ὁ Σωτὴρ ἀπάγων ἁπάσης, πολὺν τοῦ νόμου τούτου ποιεῖται λόγον, ἵνα τε μὴ τῶν μειζόνων ἀποστερῶνται, καὶ ὅτι μάτην κόπτονται φροντίζοντες ὧν πρὸ αὐτῶν ἐκείνῳ μελήσει.
36. Εἰ δὲ τὸ μεριμνᾶν ὑπὲρ τούτων ζημία, τὸ ἀνιᾶσθαι ποῦ θήσομεν; ὃ μὴ μόνον ἐστὶ τοῦ Θεοῦ τῇ μνήμῃ τὴν ψυχὴν ἀφεστάναι, ἀλλὰ καὶ παντάπασιν ἐσκοτῶσθαι καὶ τυφλὸν εἶναι τὸν λογισμόν, ὡς καὶ πρὸς ὄλισθον παντοδαπὸν ἐντεῦθεν εὐχερῶς ἔχειν. Νοῦς γὰρ ἐπειδὰν ἀθυμίᾳ κάτοχος ᾖ, τῷ σεσεῖσθαι τοῖς ἐκεῖθεν ἰλίγγοις καὶ καταπεσεῖν, τὰ φαυλότατα πάντων ἑαυτῷ χρῆται· τὴν μὲν ἐνέργειαν τὴν ἑαυτοῦ καὶ τὴν ἀξίαν ἑτοίμως ἄγαν προϊέμενος καὶ ὃ πέφυκε, καθάπερ οἱ μακρῷ κάρῳ κατασχεθέντες τὰ ἐν χερσί, πάθεσι δὲ ῥᾳδίως εἴκων, ἀνδραπόδων δίκην οἷς ἐπιτάττειν δίκαιος ἦν. Καὶ οὕτως οὐδὲν κωλύει τὴν ψυχὴν ἀποθανεῖν, μυρίας λαβοῦσαν πληγάς, τῶν μὲν «ἀφ’ ὕψους αὐτῇ πολεμούντων πολλῶν ὄντων», ᾗ Δαβὶδ εἶπε, τοῦ δ’ ἐπικουρῆσαι δυναμένου κειμένου. Διὰ τοῦτο Παῦλος· «Ἡ λύπη, φησί, τοῦ κόσμου θάνατον κατεργάζεται».
37. Πρὸς δὴ ταῦτα βλέποντες οἳ περιεῖναι καὶ ζῆν αὑτοῖς βούλονται τὴν ψυχήν, οὐ λύπην φεύγουσι μόνον, ἀλλὰ καὶ μερίμνης ἀπέχονται, πόρρωθεν ἐκτρεπόμενοι τὸ κακόν. Εἰ δὲ πολλοῖς τῶν σπουδαίων πόλεων καὶ συνοικιῶν ἐπιμελουμένοις, καὶ πραγμάτων ἅψασθαι συνέβη, ἀλλὰ μερίμναις οὐδὲν μᾶλλον προσέσχον οὐδ’ ἐξέστησεν αὐτῶν τοῦ καθεστηκότος τὸν λογισμόν.
38. Μεριμνῶμεν γὰρ ἐπειδάν, περὶ ὧν ζητοῦμεν καὶ ὧν ὅπως ἔσται τυχεῖν σκοποῦμεν, πρὸς ταῦτα πόθον τινὰ κεκτημένοις, ἔπειτα τυχεῖν εἰ γένοιτ’ ἂν ἡμῖν ὧν ἐπιθυμοῦμεν ἄδηλον ᾖ. Ταῦτα γὰρ τὴν μέριμναν συνίσταται καὶ κατατείνειν δύναται τὴν ψυχήν, τό τε περὶ τὸ ζητούμενον φίλτρον, τό τε περὶ τοῦ τέλους τῆς περὶ αὐτὸ σπουδῆς μηδὲν εἰδέναι σαφές. Ἄν τε γὰρ ἢ περὶ ὧν φιλοῦμεν οὐδὲν εἰδῶμεν, ἢ περὶ ὧν φιλοῦμεν τὰ κατ’ εὐχὴν εἰδῶμεν, οὐδὲν ἡμῖν δυσχερὲς οὐδὲ μέριμνα· ἄν τε ζητοῦντες ὃ φιλοῦμεν ὡς οὐ ληψόμεθα σαφῶς εἰδῶμεν, τοῦ μεριμνᾶν οὐδεὶς καταλείπεται τόπος, οὐδεμία γὰρ ἐνταῦθα φροντὶς οὐδὲ φόβος ἐν οἷς ὁ τῆς μερίμνης ἕστηκεν ὅρος· ἀλλ’ ἀτεχνῶς ὡς ἤδη τοῦ κακοῦ παρόντος λύπη τὸ πάθος.
39. Τῶν δὴ μεριμνᾶν ποιούντων τῶν ἐν Χριστῷ ζώντων οὐδετέρου ταῖς ψυχαῖς ἐνοχλοῦντος, ἀνάγκη τῶν ἀπὸ τῆς μερίμνης αὐτοὺς ἀπηλλάχθαι κακῶν. Οὔτε γὰρ οὐδενὶ προστετήκασι τῶν παρόντων, καὶ εἴ τι πρὸς τὴν τοῦ σώματος ἐργάζονται χρείαν, τὸ τέλος ἑκάστοτε τῆς σπουδῆς ἴσασι τρόπον δή τινα. Τὸ γὰρ τῷ Θεῷ δοκοῦν τοῖς πόνοις εὔχονται πέρας καὶ ὡς ἀπαντήσει τὰ παρὰ τῶν εὐχῶν αὐτίκα μάλα σαφῶς γινώσκουσι.
40. Μεριμνῷεν γὰρ ἄν, ἢ τῶν πενήτων οἳ τρυφῆς ἐπιθυμοῦντες μείζω τῶν ὄντων τὴν πρὸς τὸν βίον ζητοῦσι παρασκευήν, ἢ τῶν πλουτούντων οἷς πρὸ τῶν χρημάτων οὐδέν, οἳ μενόντων τε παρ’ αὐτοῖς τρέμουσι μὴ φυγόντα λάθωσι καὶ ἀναλουμένων ἀλγοῦσι, κἂν εἰς ἃ δεῖ μάλιστα τῷ σώματι δαπανῶσι. Μάλιστα μὲν ὡς ἂν αὐτῶν ἀτόπως ἐρῶντες, ὥστε βούλοιντ’ ἂν μᾶλλον μηδὲν ἐκεῖθεν ὠφελουμένους τὸν ἀεὶ χρόνον ἔνδον κατέχειν, ἢ προεμένους ἃ δεῖ κερδαίνειν τῶν θησαυρῶν, ἔπειθ’ ὅτι περὶ τῆς δαπάνης δεδοίκασι μὴ μάτην αὐτοῖς ᾖ, περὶ τοῦ τῶν πόνων τέλους ἥκιστα θαρρεῖν δυναμένοις, ἐπεὶ μὴ τῆς τοῦ Θεοῦ χειρὸς τὰς ἐλπίδας ἐξῆψαν, ἑστῶτος καὶ βεβαίου πράγματος, ἀλλ’ ἑαυτοῖς καὶ τοῖς ἑαυτῶν λογισμοῖς ἐν οἷς πράττουσι τὸ πᾶν ἐπιτρέπουσιν, οἳ «δειλοί τέ εἰσι καὶ ἐπισφαλεῖς», φησὶ Σολομῶν.
41. Ἐκείνοις δὲ πᾶσαν μὲν τρυφὴν μισοῦσι, πάντων δὲ τῶν ὁρωμένων ὑπερορῶσι, πάντων δὲ ὧν ἑαυτοῖς ἢ περὶ τῶν ἄλλων πονοῦσι, τῷ λύχνῳ τῶν τοῦ Θεοῦ νόμων ἡγεμόνι χρωμένοις, μετὰ δὲ τῆς εἰς αὐτὸν ἐλπίδος πάντα ποιοῦσι ὡς τὸ συνοῖσον αὐτοῖς ἀπαντήσει, τίς ἀνάγκη μερίμνης; ἀνθ’ ὁτοῦ δὲ ἀγρυπνήσουσι περὶ ὧν ὡς ἤδη κατωρθωμένων γινώσκουσι; Οὐ γὰρ τὸ ταῖς σπουδαῖς ἀκόλουθον τέλος ἐκ παντὸς τρόπου ζητοῦντες ἀλλ’ ὅπερ ἂν συνενέγκοι, οὔτε μέλλοντος μεριμνῶσι, μάλα σαφῶς εἰδότες ὅτι τεύξονται τῶν εὐχῶν, καὶ στέργουσιν ἀπαντῆσαν, τὸ πάντων λυσιτελέστατον καὶ ὅπερ ηὔξαντο, τοῦτ’ αὐτὸ πιστεύοντες εἶναι. Καὶ ὅλως καθάπερ ὁδοὶ πόροις ἐπειδὰν ἀγωγοῦ τύχωσιν ἡγεῖσθαι καλῶς αὐτοῖς οἷ δεῖ βαδίζειν ἐπισταμένου, πλάνης οὐδεὶς ἂν γένοιτο φόβος, οὐδ’ ἔστι περὶ τοῦ καταλύματος αὐτοῖς φροντὶς οὐδεμία, τὸν ἴσον τρόπον καὶ αὐτοὶ τῷ πάντα μὲν εἰδότι, πάντα δὲ δυναμένῳ, τῶν περὶ αὐτοὺς φροντίδων ἐκστάντες, καὶ τοῦτον βίου καὶ τῆς περὶ τοῦτον σπουδῆς προστησάμενοι μόνον, μερίμνης αὐτοὶ καθαρὰν ἔχουσι τὴν ψυχήν, ἵνα τοῦ ὡς ἀληθῶς ἀγαθοῦ μόνου ποιούμενοι λόγον, «τὰ τοῦ Κυρίου μεριμνῶσιν» ὥσθ’ ὑπὲρ μόνων τῶν ἐκείνῳ δοκούντων, ἄν τι δέῃ, φοβηθῆναι καὶ ἀνιαθῆναι καὶ ὁτιοῦν τοιοῦτον παθεῖν.
42. Ἐνταῦθα γὰρ οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις λυσιτελεῖς καθεστᾶσιν ὑπὲρ ὧν δακρύουσιν· ὃ καὶ θαυμάσαι τις ἂν τῆς τοῦ Θεοῦ χρηστότητος, εἰ νόσον μὲν οὐδεὶς ἂν φύγοι τὸ φάρμακον ἄλλου πίνοντος, εὐθύνης δὲ λύοιτ’ ἂν ἀλγούντων ἑτέρων. Ὃ μὲν οὖν ἀνιᾷ τοὺς ἐν Χριστῷ ζῆν βουλομένους, φανερὸν ἐκ τῶν εἰρημένων. Πῶς δὲ καὶ τίσι χρωμένους τοῖς λογισμοῖς προσθεῖναι λοιπόν.
43. Οὐ γὰρ τῶν αὐτῶν ἕνεκα πάντες περὶ τῆς ἁμαρτίας ἀλγοῦσιν· ἀλλὰ τοὺς μὲν δακρύειν ἀλαζονεία τὸ πεῖθον, ὅτι τῶν μεγίστων σφᾶς αὐτοὺς ἀξιοῦντες παρὰ τὰς ἐλπίδας πράττουσι· τοῖς δὲ ἀνιαρὸν ἡ τῶν ἄθλων οἶμαι ζημία· τοῖς πλείοσι δὲ ὁ τῆς εὐθύνης φόβος· τοῖς δέ γε πάντων ἀρίστοις ὁ περὶ τὸν νομοθέτην ἔρως ἀφόρητον ἐργάζεται τὸ παρανομεῖν.
44. Καθάπερ γὰρ τῶν κατορθούντων τὴν ἀρίστην ἔχουσι τάξιν οἷς οὔτε φόβος κακῶν οὔτε μισθῶν ἐλπίδες ἀλλ’ ὁ τοῦ Θεοῦ μόνον ἔρως τοὺς περὶ ἀρετῆς εἰργάσατο πόνους, οὕτω τῶν ἁμαρτανόντων καὶ διὰ τοῦτο κοπτομένων, οἷς τὸ πένθος τὸ περὶ τὸν Θεὸν ἐξέκαυσε φίλτρον, οἱ βέλτιστοι τῶν ἄλλων εἰσίν. Ἐκεῖνοι μὲν γὰρ αὐτοὶ ἑαυτοῖς τὸ πάθος ἐργάζονται καὶ παρ’ ἑαυτῶν ἐπὶ τὸ πενθεῖν ἔρχονται καὶ ὅτι σφᾶς αὐτοὺς φιλοῦσι δακρύουσι· τούτους δὲ ὁ κινῶν αὐτός ἐστιν ὁ Θεός· ὅθεν ἐπεὶ τῷ κινοῦντι τὴν φορὰν ἀνάγκη συμβαίνειν, τοσοῦτο τῆς λύπης ἐκείνη ταύτης βελτίων ὅσο τῶν κινούντων τὸ μέσον· καθάπερ καὶ βέλει δρόμος ἄριστος καὶ πρὸς τὸν σκοπὸν ἀτεχνῶς ἀπὸ χειρῶν μάλιστα τοξεύειν ἐπισταμένων.
45. Ἐπεὶ δὲ οὐκ ἐφ’ οἷς δεῖ μόνον ἀνιᾶσθαι καὶ ὅπως, ἀλλὰ καὶ ὅσον εἰδέναι χρή, καὶ γὰρ ἔστι μὲν ἔλαττον ἢ τοῖς ἡμαρτημένοις ἐστὶ προσῆκον ἀλγεῖν, ἔστι δὲ τῷ πάθει μᾶλλον τοῦ δέοντος συγχωρεῖν, οἱ μετὰ τούτων πενθοῦντες τῶν λογισμῶν τὸ μέτρον τῶν δακρύων εἴσονται. Καθάπερ γὰρ ἐν πληγῇ σώματος, ἕως μὲν ἔτι νοσεῖ τὸ μέλος, τῆς ἐκτριβείσης σαρκὸς ἀντεισενεγκεῖν δύναιτ’ ἂν ἢ τὸ παράπαν οὐδὲν ἢ τοῦ φυσικοῦ καὶ τεταγμένου μείζω τὸν ὄγκον, ἐπειδὰν δὲ ἡ φύσις ἑαυτῆς γένηται καὶ νόσου καθαρὰ χωρῇ, πρὸς τὴν συμμετρίαν εὐθὺς εἶδε καὶ τῶν ἐλλειφθέντων οὐδὲν πλέον ἀναδοῦσα παύεται· τὸν ἴσον τρόπον κἀπὶ τῶν τῆς ψυχῆς ἀρρωστημάτων ἂν ἔχοι. Τῆς γὰρ ἐπὶ τοῖς ἁμαρτήμασι λύπης καὶ κακοπαθείας καὶ δακρύων καὶ τῶν τοιούτων ἁπάντων ἐκεῖνο ζητούντων τὴν ἁμαρτίαν ἐξελεῖν, ἀποκαταστῆσαι δὲ τῶν τῆς ψυχῆς καλῶν ὅσον ἀπενήνεκται, ἡ τῶν θείων ἐρώτων προϊοῦσα λύπη, μόνη τῶν ἄλλων ὑγιὴς οὖσα, μόνη μὲν σὺν λόγῳ χωρεῖ, μόνη δὲ τῶν ἄλλων τὸ μέτρον ἐπίσταται. Εἰ γὰρ προσέκοψαν, ἀλλ’ οὐχ ἑτέραν ἦλθον οὐδ’ ἤμειψαν τὴν ὁρμὴν οὐδ’ ἠγνόησαν τοὺς ὅρους καὶ ὅποι χρὴ καταλύειν, οἷς τὸ τοῦ Θεοῦ φίλτρον ἐνέμεινε.
46. Τοῦτο γάρ ἐστι πρὸς τὸν Θεὸν ὀρθῶς βαδίζειν, τὸ σὺν ἀγάπῃ βαδίζειν ἣ «τῶν ἀμώμων ἐστὶν ὁδός», ὁ μελῳδὸς εἶπεν· «ἐν ὅλῃ γάρ, φησί, καρδίᾳ ἐκζητήσουσιν αὐτόν», τὴν ἐπιτεταγμένην ἐπιθυμίαν διὰ τούτου δηλῶν· οὗτοι γὰρ «οἱ πορευόμενοι ἐν νόμῳ κυρίου», οἱ σὺν ἀγάπῃ ζῶντες, οἷς ὁ πᾶς ἐξήρτηται νόμος· ἄλλως τε τὴν ἁμαρτίαν εὐθὺς ἅπασαν ἀποδῦσιν ἣ μόνη σκοτοῖ τὸν τῆς ψυχῆς ὀφθαλμόν, οὐδὲν ἐμποδὼν αὐτοῖς, κἀν ταῖς ἀθυμίαις πρὸς τὸν ὀρθὸν λόγον ὁρᾶν, καὶ ὅσον δεῖ πενθεῖν εἰδέναι σαφῶς.
47. Ἐπεὶ γὰρ τῆς ἀρετῆς ὅρος τῆς ἀνθρωπίνης, ᾗ πρόσθεν ἔφην, Θεῷ κοινωνῆσαι γνώμης, κακίας δὲ τοὐναντίον, καὶ τοῦτο μέν ἐστι τοῦ σκοποῦ τυγχάνειν τὸν ἄνθρωπον, ἐκεῖνο δὲ ἁμαρτάνειν, οἳ μὲν μισθοῦ φιλοσοφοῦσιν, οὔτε κατορθοῦντες αὐτὴν αὐτῆς ἕνεκα φιλοῦσι τὴν ἀρετήν, οὔτε πταίσαντες αὐτῆς λόγον ὀδύρονται τὴν κακίαν· ἀλλὰ τοῦτο μὲν ὁ τῶν ἄθλων ἔρως αὐτοὺς ἐποίησεν, ἐκεῖνο δὲ ἡ ζημία· ὅθεν τὴν οὐσίαν αὐτὴν ὡς εἰπεῖν τῆς ἁμαρτίας ἥκιστα μισοῦντες, οὐ φεύγουσι καθαρῶς ἔν γε τῷ διακειμένῳ τῆς γνώμης, κἂν τῆς ἐνεργείας τύχωσι πεπαυμένοι. Καθάπερ γὰρ τὸν τοὺς πονηροὺς τῶν ἀνθρώπων μισοῦντα διὰ τὸν τρόπον, οὐκ ἔστι προσειπεῖν μισάνθρωπον, ὡς δὲ καὶ τὸ πρὸς τὴν ἁμαρτίαν δυσχερῶς ἔχειν οὐχ ὅτι τοῖς τοῦ Θεοῦ πολεμεῖ νόμοις, ἀλλ’ ὅτι ζημίαν ἔχει τοῖς τολμῶσι, τὴν ζημίαν ἐστὶ φευγόντων ἀληθῶς, οὐκ αὐτὴν ἀποστρεφομένων τὴν πονηρίαν· οἳ καὶ δῆλοι πάντως εἰσίν, οὐκ ἂν φυλαξάμενοι τὴν κακίαν, εἰ χωρὶς κινδύνων ἁμαρτάνειν ἐξῆν.
48. Οὓς δὲ πρὸς τὴν φιλοσοφίαν τὸ τοῦ Θεοῦ φίλτρον ἀνέστησεν καὶ τιμῶσι τὸν νόμον ὅτι τὸν νομοθέτην στέργουσιν, ἐπειδὰν τῷ Θεῷ προσκεκρουκότες ἑαυτῶν καταγνῶσιν, αὐτὴν τὴν ἁμαρτίαν ἑαυτοῖς μέμφονται, καὶ δακρύουσι οὐχ ὅτι τῶν ἐπ’ ἀρετῇ μισθῶν ἐψεύσθησαν, ἀλλ’ ὅτι μὴ τῷ Θεῷ τῇ γνώμῃ συνέβησαν.
49. Ὅθεν ἐκεῖνοι μὲν καὶ μετεγνωκότες ἐφ’ οἷς ἥμαρτον, κακίας οὐ παντελῶς καθαρὰν ἔχουσι τὴν ψυχήν, καὶ διὰ ταῦτα ταλαιπωρίας τινὸς καὶ δακρύων καὶ πόνων ὑπὲρ τῶν ἡμαρτημένων δεῆσαν, παρὰ τοῖς ὑγιαίνουσι τὸ μέτρον ζητήσουσι. Οὗτοι δὲ τὴν νόσον ἅπασαν ἐκβαλόντες ἑαυτοῖς ἀρκέσουσι. Διττῆς γὰρ οὔσης τῆς ἁμαρτίας, ἀμφοτέρας φεύγουσι τὰς μερίδας· τῆς τε γὰρ ἐνεργείας αὐτῆς ἐπαύσαντο μεταμεληθέντες, καὶ πάθος πονηρὸν καὶ διάθεσις ἡτισοῦν οὐκ ἐνέμεινε, τοῦ πρὸς τἀγαθὸν καὶ τὸν Θεὸν ταῖς ψυχαῖς ἐντακέντος αὐτοῖς πάθους μὴ συγχωροῦντος. Καὶ περὶ μὲν τῆς λύπης τοσαῦτα.
50. Χαίρειν δὲ συμβαίνει μὲν παρόντων ἡμῖν ἃ φιλοῦμεν, συμβαίνει δὲ ἐλπιζομένων, καὶ γὰρ «τῇ ἐλπίδι χαίρομεν», Παῦλος εἶπεν, ὡς ἂν τῆς ἀγάπης τῇ χαρᾷ περὶ τὰ αὐτὰ συνεστώσης. Καὶ δὴ χαίρομεν ἡμῖν αὐτοῖς καθόσον φιλοῦμεν καὶ ἄλλοις ἡμῶν αὐτῶν χάριν. Εἰσὶ δὲ οἳ καὶ δι’ ἑαυτοὺς ἡδεῖς εἰσὶν ἐπειδὰν αὐτοί τε ἀγαθοὶ ὦσι τοὺς τρόπους καὶ εὐγνωμόνων τύχωσι τῶν ἐπιτηδείων. Ὁ τοίνυν σπουδαῖος φιλητὸν μόνον ἐπιστάμενος τἀγαθόν, δι’ ἐκεῖνο μὲν ἑαυτῷ χαίρει, δι’ ἐκεῖνο δὲ καὶ τοῖς ἄλλοις· τοῦτο μὲν εἰ τοὺς τρόπους ἐοίκασι, τοῦτο δὲ εἰ πρὸς τἀγαθὸν βοηθοῦσι. Καὶ ἄλλως δὲ τούτων χωρὶς τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὁ ἀγαθὸς ἄνθρωπος χαίρει, καὶ τῶν εὐχῶν αὐτῷ καὶ τῆς ἐπιθυμίας καὶ τοῦτο πέρας εἴ τις εὖ πράττοι.
51. Καὶ τοῦτό ἐστιν ὁ ἐλευθεριώτατος τῆς ἡδονῆς τρόπος· ὅταν κοινὴν ποιῆται τὴν τῆς ψυχῆς ἡδονὴν καὶ οὐχ ἑαυτὸν μόνον καὶ τὰ ἑαυτοῦ θέλῃ οὐδὲ φιλοτιμῆται τοῖς αὑτοῦ μόνον οὐδ’ ἀγαπᾷ κερδαίνων, ἀλλ’ ἡγῆται στεφανοῦσθαι νικώντων ἑτέρων. Ἐν τούτῳ γὰρ τὴν φύσιν ὁ ἄνθρωπος ὑπερβαίνει καὶ Θεῷ ἔοικεν ὃς κοινόν ἐστιν ἀγαθόν. Ἄλλως τε τοῦτον τὸν τρόπον δῆλος γίνεται δι’ ἑαυτὸ φιλῶν τἀγαθὸν καὶ οὐ διὰ τὴν αὑτοῦ χρείαν, ὅταν καὶ παρ’ ἄλλοις ὁρῶν, οὐδὲν ἧττον ἥδηται· καὶ ἄλλου μὲν ἄλλο τι καρπός, τῶν δὲ ἀγαθῶν ἀνδρῶν τὸ τἀγαθὸν βούλεσθαι πᾶσι καὶ χαίρειν εὐδοκιμούντων· καὶ τοῦτο σημεῖον ἄν τις θεῖτο τοῦ τελείως εἶναι χρηστούς, καθάπερ ἡ φορὰ τοῦ προενεγκόντος φυτοῦ δήλην καθίστησι τὴν ἀκμήν.
52. Οὔτε γὰρ ἂν ἡ φύσις ἐκεῖνο μὴ πρότερον ἐφ’ ἑαυτοῦ τελειωθὲν ἐπὶ τὸν τῶν ὁμοίων ἐνέγκοι τόκον, οὔτε τῶν ἀνθρώπων οὐδεὶς ἄλλοις ἂν εἴη χρηστὸς μὴ τοῦτ’ αὐτὸ πρότερον γενόμενος ἑαυτῷ. Ἑαυτῷ μὲν γὰρ πρὸ τῶν ἄλλων σύνεστιν, ἑαυτῷ δὲ συνήθης ἐστὶ καὶ πρὸ πάντων ἑαυτῷ χρῆται καὶ τὰ χρηστὰ βούλεται καὶ εὔχεται. Τί οὖν κωλύει πρότερον ἑαυτὸν ὠφελεῖν, εἴπερ ὁ μὲν τοῖς ἀγαθοῖς χαίρει, ἡ δὲ φύσις εἰς ἑαυτὸν πρότερον αὐτὸν ἐπιστρέφει καὶ τὴν αὑτοῦ πρόνοιαν, καθάπερ καὶ τῶν ὄντων ἕκαστον; Ἑαυτῷ μὲν γὰρ ὅλως ἐστίν, ἑαυτῷ δὲ πρώτως ἀγαθόν ἐστι καὶ τοῦ αὐτὸ ἕκαστον εἶναι καὶ εὖ εἶναι πρώτη καὶ κοινοτάτη πᾶσιν ἐπιθυμία.
53. Διὰ ταῦτα δῆλός ἐστιν, εἰ τῆς τῶν ἄλλων εὐδοκιμήσεως ἐρῴη καὶ χαίροι τυχόντων, οὐκ αὐτὸς τῶν τοιούτων ἄμοιρος ὢν οὐδ’ ἐλλειπῶς ἔχων. Οὐδὲ γὰρ αὑτὸν ὑπερβὰς καὶ τὴν αὑτοῦ χρείαν ὧν αὐτὸς ἐδέησε, περὶ τῶν ἄλλων ἐφρόντιζε. Πῶς γὰρ ἂν ἐν ταῖς τῶν ἄλλων χερσὶν ἐπιθυμήσειεν ἰδεῖν ὧν τὴν ἑαυτοῦ οἰκίαν ἔγνω κενήν;
54. Εἰ δ’ ἔνιοι τῶν πρὸς τἀγαθὸν καὶ τὴν ἀρετὴν φαύλως ἐχόντων τῶν ἀρίστων περιτιθέντες ἑαυτοῖς προσωπεῖον, πρὸς ἀρετὴν ἀλείφουσι καὶ ὧν αὐτοὶ παντελῶς ἠγνόησαν ἄλλοις ἡγεῖσθαι ζητοῦσιν, ἀλλὰ φήμης τινὸς ἐφιέμενοι τυχεῖν αὐτοὶ καὶ δόξης ψευδοῦς, οὐ τῆς ἀρετῆς καὶ τἀγαθοῦ χάριν. Ὡς τούς γε κατὰ τὸν ὀρθὸν λόγον τοῦτο ζητοῦντας ἀμήχανον μὴ τελείως εἶναι χρηστούς· τοῦτο γάρ ἐστι φθόνου μὲν καὶ βασκανίας ἁπάσης ἀπηλλαγμένων ἀνδρῶν, ἀγάπην δὲ πρὸς τὸ ὁμόφυλον εἰλικρινῆ καὶ τελείαν παρασχομένων, ὅπερ ἐστὶ τῆς ἐσχάτης ἐπιλαβέσθαι φιλοσοφίας. Ἀνάγκη τοίνυν οἷς μὲν ταύτης μέτεστι τῆς ἡδονῆς, τοῦς πάντων ἀρίστους εἶναι καὶ φιλοσοφωτάτους, τοῖς δὲ πάντων ἀρίστοις καὶ φιλοσοφωτάτοις, καὶ ταύτης μετεῖναι τῆς ἡδονῆς. Ἀκόλουθον γὰρ τοῦ ἀγαθοῦ μετασχόντας τὴν τοῦ ἀγαθοῦ δεικνύναι φύσιν ἐν τῇ ψυχῇ· ἐκεῖνο δὲ τοῦ ἀγαθοῦ φύσις, ἐκχεῖσθαι καὶ μεταδίδοσθαι. Καθάπερ γὰρ αὐτοῦ πάντα ἐφίεται, οὕτω καὶ αὐτὸ πέφυκε πρὸς πάντα χωρεῖν· οὐδὲ γὰρ ἂν πάντα αὐτοῦ τυγχάνειν ἐπεθύμουν εἰ μὴ πᾶσιν ἑαυτὸ παρεῖχεν ἐκεῖνο· ματαίαν γὰρ εἶναι τὴν ἐπιθυμίαν οὕτω κοινοτάτην οὖσαν, πῶς εὔλογον; Ὅθεν καὶ τὸν ἀγαθὸν ἄνθρωπον, ὥσπερ ἑαυτῷ, οὕτω καὶ πᾶσι παρέχειν ἑαυτόν, ὁ τῆς χρηστότητος ἀπαιτεῖ λόγος, καὶ ἀνιᾶσθαι καὶ ἥδεσθαι καὶ ὁτιοῦν πάσχειν τὴν ψυχὴν πρὸς τὰ τῶν ἄλλων οὐδὲν ἧττον ἢ τὰ αὑτοῦ. Καὶ ἄλλως δὲ τὸ τοῦ Θεοῦ φίλτρον ταύτην αὐτὸν ἐργάζεται τὴν χαράν· οὐ γὰρ αὐτῷ τῷ φιλουμένῳ μόνον ἀλλὰ καὶ οἷς αὐτὸς χαίρει χαίρειν ἀνάγκη τὸν ἐραστήν.
55. Ἥκομεν δὲ ἐπ’ αὐτὴν τὴν τελεωτάτην καὶ καθαρὰν ἡδονήν. Ἐπεὶ γὰρ τὸν Θεὸν φιλεῖ πρὸ πάντων ὁ ζῶν ἐν αὐτῷ, καὶ χαίρει τὴν ἀκόλουθον τοσῷδε φίλτρῳ χαράν, μᾶλλον δὲ ἀκριβέστερον ἂν εἴη θεωρητέον αὐτὴν ἡλίκη τίς καὶ ὅπως ἔχει σκοποῦντας.
56. Πρῶτον μὲν γὰρ οὐχ ἑαυτὸν αἰτίαν ποιεῖται τῆς ἐπ’ ἐκείνῳ χαρᾶς οὐδ’ ἡδύς ἐστιν ὁ Θεὸς αὐτῷ ὅτι αὐτῷ ἐστιν ἀγαθός. Τοῦτο γάρ ἐστιν οὐ τὸν Θεὸν αὐτὸν ἀληθῶς φιλοῦντος καὶ ἑαυτὸν μᾶλλον φιλοῦντος καὶ πρὸς ἑαυτὸν ἐν οἷς ποιεῖ καθάπερ τέλος ὁρῶντος. Ποῦ δὲ εὐγνώμονος ἀνδρὸς μὴ φιλεῖν αὐτὸν κυρίως τὸν εὐεργέτην; ποῦ δὲ δικαίου τῷ μεγίστῳ τῶν ἐφετῶν τῆς ἀγάπης τὴν ἐλάττω νέμειν μερίδα; ποῦ δὲ σοφοῦ τοῦ ἐσχάτου τέλους ἄλλο τι περαιτέρω τιθέναι; Ἐπεὶ δὲ καὶ εὐγνώμονα αὐτὸν εἰκὸς εἶναι καὶ δίκαιον καὶ σοφόν, ἀνάγκη καὶ φιλεῖν τὸν Θεὸν καὶ χαίρειν αὐτῷ τὸν ἄριστον τρόπον.
57. Ἔπειτα συνεχῆ καὶ βεβαίαν τὴν χαράν, ἔτι δὲ καὶ ὑπερφυᾶ τινα καὶ θαυμαστὴν ἀκόλουθον εἶναι. Συνεχῆ μὲν ὅτι τοῖς τοῦ ποθουμένου σύνεστιν ἑκάστοτε καὶ οἷς ἐντυγχάνει τὸν ἀεὶ χρόνον καὶ ἃ τῷ σώματι χρῆται καὶ ἃ λογίζεται καὶ δι’ ὧν ὑφέστηκε καὶ οἷς ζῇ καὶ περίεστι καὶ ἐνεργεῖ καὶ ὁπωσοῦν ἔχει καὶ γίνεται. Πάντα μὲν οἶδεν ἔργα Θεοῦ, πάντα δὲ αὐτῷ συνεχῆ· ὅθεν πάντα μὲν αὐτῷ τὴν ἐκείνου συντηρεῖ μνήμην, πάντα δὲ τὸ φίλτρον ἄσβεστον φυλάττει, πάντα δὲ τέρπει· καὶ οὔτε αὐτὸς ἂν ἑαυτὸν ἀπολίποι οὐδὲ παύσαιτ’ ἂν ἑαυτῷ συνών, οὔτε τὴν χαρὰν ταύτην διακοπῆναί ποτε δυνατόν. Οὐ γὰρ τοῖς φιλουμένοις ἐπειδὰν συνῶμεν χαίρομεν μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τοῖς ἐκείνων καὶ πᾶσιν οἷς καθ’ ὁντινοῦν τρόπον ἐστί τι κοινὸν πρὸς ἐκείνους.
58. Ἄλλως τε καὶ οἷς παρ’ ἑαυτῶν πολλή τις ἔπεστι χάρις, καὶ σφόδρα τέρπειν οἴκοθεν δύναται, καὶ βεβαία δέ. Οὔτε γὰρ ἂν ὁ χαίρων ἀπείποι τοιαύτῃ συνὼν ἡδονῇ, οὔτε τὸ χαρίεν παύσαιτο χαρίεν ὄν. Ἐκεῖνος μὲν γὰρ οὐδὲν ἐγκαλέσει τῷ πάθει, οὐδ’ ἑαυτῷ μέμψαιτ’ ἂν ὑπὸ τοιαύτης κατούμενος ἡδονῆς ἣν οὔτε ἄδικόν ἐστιν εἰπεῖν οὔτε παρὰ τὴν τοῦ λόγου φύσιν, ἥ γε αὐτὸν σῴζει τὸν λόγον· τὸ δὲ χαρίεν ἕστηκε καὶ τὴν ἡδονὴν οἷς σύνεστιν ἀκμάζουσαν ἔχει καὶ οὐκ ἔστι δεῖσαι περὶ αὐτοῦ οὐδ’ ὑποπτεῦσαι παραλλαγὴν ἢ τροπῆς ἀποσκίασμα.
59. Τὸ δὲ μέγεθος τῆς ἡδονῆς συνίδοι τις ἂν εἰ πρὸς αὐτὸ τὸ χαρίεν ἴδοι· ἀνάγκη γὰρ προσήκειν τὴν χαρὰν τοῦ ἡδέος τῷ τοσῷδε μεγέθει. Καὶ ὥσπερ ἐκείνῳ παραβαλεῖν οὐκ ἔστιν οὐδέν, οὕτως οὐδὲ τῆς ἐπ’ ἐκείνῳ χαρᾶς γένοιτ’ ἂν ἀνθρώποις ὅμοιον, ἐπεὶ καὶ ἡ τῆς ἐπιθυμίας δύναμις τῷ ἐφετῷ συμβαίνει.
60. Οὐ γὰρ τὸ μὲν ἐπιθυμητὸν οὕτω μέγα, τὸ δ’ ἐπιθυμητικὸν φαύλως ἔχει καὶ οἷον μὴ πρὸς τοσοῦτον ἀρκέσαι πλοῦτον χρηστότητος· ἀλλὰ καὶ τοῦτο πρὸς τὴν ἀπειρίαν ἐκείνην ἔχει καὶ παρεσκεύασται. Εἰ γὰρ καὶ ὥρισται τῇ φύσει σύμμετρον ὄν, ἀλλ’ ὁρῶμεν ἐφαρμόζον αὐτῷ τῶν πεπερασμένων καλῶν οὐδέν, ἀλλ’ ἔστιν αὐτοῦ πάντα ἐλάττω καὶ εἴσω πίπτει, καὶ πάντων ὧν ἄν τις τύχοι καλῶν, κἂν πάντων τύχῃ, περαιτέρω βλέπει καὶ ζητεῖ τὸ μὴ παρόν, τῶν ἀεὶ παρόντων ὑπερορῶν, καὶ τὴν ἐπιθυμίαν οὐδὲν μᾶλλον ἀνέπαυσεν οὐδ’ ἥσθη καθαρῶς καὶ τὴν ἐν τῇ ψυχῇ δύναμιν τῆς χαρᾶς οὐ τελείως ἐνεργὸν ἔσχεν.
61. Ὅθεν δῆλον πεπεράνθαι μὲν αὐτῷ τὸ ἐπιθυμητικόν, παρεσκευάσθαι δὲ πρὸς ἄπειρον ἀγαθόν, καὶ τὴν μὲν φύσιν ὡρίσθαι, τῆν δὲ ἐνέργειαν οὐκέτι καὶ τὴν ὁρμήν, καθάπερ καὶ πᾶσαν ἁπλῶς ἴσμεν τὴν τῆς ψυχῆς ζωὴν ἀτελεύτητον οὖσαν πεπερασμένου πράγματος. Αἴτιον δὲ ὅτι καὶ τὴν ζωὴν τῆς ψυχῆς ὁ Θεὸς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν χαρὰν καὶ τὸ καθ’ ἡμᾶς ἅπαν εἰς ἑαυτὸν ἥρμοσε· καὶ ἡ μὲν ἀθάνατός ἐστιν ἵνα θανάτῳ συζῶμεν αὐτῷ, ἡ δὲ ὅρον οὐκ οἶδεν ἵν’ ἐπ’ αὐτῷ μόνῳ δυνώμεθα χαίρειν τὴν ὁλόκληρον ἡδονήν. Ὅτε τοίνυν ἄμφω ταῦτα συνελήλυθεν, ἀπείρου ἀγαθοῦ τεῦξις οὗ μηδεὶς ὅρος καὶ πλήρωσις ἐπιθυμίας ἀπείρου, ἡλίκον τι τὸ χρῆμα τῆς ἡδονῆς.
62. Καίτοι οὐδὲ τοσαύτην ἴδοι τις ἂν τὴν ὑπερβολὴν μόνον. Οὐ γὰρ χαίρει τῷ τυχεῖν ὧν ἐπεθύμησεν· ἦ γὰρ ἂν τοσοῦτον ἔχαιρεν ὅσον ἐδυνήθη τυχεῖν, καὶ καθόσον ἀπελείπετο, τοσοῦτον ἀφῄρει τῆς ἡδονῆς. Νῦν δὲ πάσης ἕνεκα τῆς περὶ Θεὸν μακαριότητος χαίρει καὶ πᾶν ὅ τι σύνοιδε τῷ Θεῷ τὴν ἡδονὴν αὐτῷ ποιεῖ· θέλει γὰρ οὐχ ἑαυτὸν ἀλλ’ ἐκεῖνον. Ὥσπερ γὰρ τὴν ζωὴν ἁπλῶς οὐκ εἰς ἑαυτόν, οὕτω καὶ τὴν θέλησιν οὐ πρὸς τὸ οἰκεῖον ἀγαθὸν ἀλλ’ εἰς ἐκεῖνον ἐνεργὸν ἔχων, χαίρει τοῖς θείοις ἀγαθοῖς οὐ καθόσον ἂν αὐτὸς αὐτῶν ἀπολαύοι ἀλλὰ καθόσον ὁ Θεὸς ἐν τούτοις ἐστί· καὶ μακάριον ἑαυτὸν ἡγεῖται οὐχ ὧν ἔλαβεν αὐτὸς ἀλλὰ πάντων ὧν ὁ ποθούμενος ἔχει. Καὶ ἑαυτὸν μὲν ἀπολείπει, πρὸς δὲ τὸν Θεὸν ἐκδημεῖ πάσῃ θελήσει· καὶ τῆς μὲν πενίας ἐπιλανθάνεται τῆς ἑαυτοῦ, πρὸς δὲ τὸν πλοῦτον κέχηνεν ἐκεῖνον· καὶ τὴν μὲν ὡς ἀλλοτρίαν ὁρᾷ τύχην, τὸν δὲ ὡς οἰκεῖον ἡγεῖται κτῆμα· καὶ οὐ δι’ ἐκείνην ἐνόμισε δυστυχεῖν ἀλλὰ διὰ τοῦτον πλούσιον ἔγνω καὶ μακάριον ἑαυτόν.
63. Ἡ γὰρ τῆς ἀγάπης δύναμις τοῖς ἐρῶσιν οἰκεῖα τὰ τῶν φιλουμένων οἶδε ποιεῖν· ἐπεὶ δὲ ἡ τῆς θελήσεως καὶ τῆς ἐπιθυμίας δύναμις τοῖς ἁγίοις εἰς τὸν Θεὸν ἀνάλωται πᾶσα, μόνον ἐκεῖνον ἀγαθὸν οἰκεῖον ἡγοῦνται. Καὶ οὔτε σῶμα αὐτοὺς δύναται τέρπειν οὔτε ψυχὴ οὔτε τὰ τῆς ψυχῆς ἀγαθά, οὐκ ἄλλο τι τῶν φύσει συγγενῶν καὶ οἰκείων, ὅτι τούτων οὐδὲν αὐτοῖς ἐστι δι’ ἑαυτὸ φιλητὸν ἀλλ’ ὡς ἂν καθάπαξ ἑαυτῶν ἐξεληλυθότες καὶ μετενεγκόντες ἑτέρωθι τὴν ζωὴν καὶ τὴν ἐπιθυμίαν ἅπασαν ἑαυτοὺς ἠγνόησαν.
64. Καὶ οὐδὲν ἄπιστον· ὁ μὲν γὰρ τῶν ἀνθρώπων ἔρως χρημάτων καὶ σωμάτων πείθει καταφρονεῖν καὶ ἴδοις ἂν τοὺς μανικῶς φιλοῦντας οὔτ’ ἂν εὐεκτῶσι τῆς ὑγείας αἰσθανομένους, ἐπειδὰν χεῖρον ἔχοντας ταύτῃ τοὺς ἐπιτηδείους ὁρῶσιν, οὔτε νοσοῦντας πρὸς τὴν ἀρρωστίαν ἐπιστρεφομένους, ἂν ἐκείνοις ἄμεινον ἔχῃ τὰ σώματα· καὶ πολλοὶ τοῖς ἐρωμένοις ἀμύνοντες ἡδέως ἀπέθνῃσκον, ἑλόμενοι τὰ σώματα προδοῦναι μᾶλλον ἢ κατακοπτομένους ἐκείνους ἰδεῖν. Ὁ δὲ πρὸς Θεὸν ἔρως τοσοῦτον τοῦ τῶν ἀνθρώπων ἔρωτος μείζων ὅσῳπερ τῶν φιλουμένων τὸ μέσον.
65. Τί οὖν ὑπόλοιπον ὃ δι’ αὐτὸν ἀναλώσομεν ἢ τί μεῖζον ἐκείνῳ δώσομεν, εἰ μὴ καὶ ψυχῆς αὐτῆς ὁ κατασχεθεὶς ὑπερίδοι; Περιορᾷ δὲ τὴν ψυχὴν ἀληθῶς, οὐχ ὁ τὸ σῶμα ἀποκτείνας ἀλλ’ ὃς αὐτὴν ἐκείνην προδίδωσι καὶ τὰ αὐτῆς ἀγαθά. Προδίδωσι δὲ καθάπερ ὁ μοχθηρὸς εἰς τὰς τοῦ σώματος ἡδονὰς πάντα ἑαυτὸν ἀναλίσκων, οὕτως ὁ φιλόθεος πᾶσαν ψυχῆς ἐνέργειαν καὶ ἐπιθυμίαν εἰς τὸν Θεὸν ἐνεγκὼν καὶ μηδὲν τῇ ψυχῇ καταλείψας. Εἰ γὰρ καὶ ὅπως εὖ ἔχει ποιεῖται λόγον, ἀλλ’ οὐ τῷ ζητεῖν ἐκείνην καὶ τὰ αὐτῆς ἀγαθὰ ἀλλὰ τῷ φιλεῖν τὸν Θεὸν καὶ τῶν ἐκείνου κήδεσθαι νόμων ὅπως σῴζοιντο· καθάπερ καὶ ὀργάνου ποιούμενοι λόγον διὰ τὸ ἔργον, τῆς περίγρας διὰ τὴν ἅμαξαν, οὐ τὴν περίγραν ἀλλὰ τὴν ἅμαξαν ζητοῦμεν.
66. Καὶ μὴν καὶ ὧδε γένοιτ’ ἂν δῆλον. Τί γὰρ ὃ πείθει περιέχεσθαι τῆς ψυχῆς καὶ σφοδρῶς φιλεῖν; οὐδὲν ἢ τὸ εἶναι βούλεσθαι. Εἶναι δὲ βουλόμεθα διὰ τὸ εὖ εἶναι· οὐ γάρ τις ἂν εἶναι ἀνάσχοιτο δυστυχῶς ὤν· καὶ πολλοί γε τούτου χάριν ἑαυτοὺς ἐξήνεγκαν, καὶ ὁ Σωτήρ· «Καλὸν ἦν αὐτῷ, φησίν, εἰ οὐκ ἐγεννήθη». Ἐπεὶ δὲ τὸ εἶναι καλῶς οὐκ ἔστιν ἕτερον ἢ τὸ φιλεῖν τὸν Θεόν, δῆλοι πάντως ἐσμὲν διὰ τὸ φιλεῖν τὸν Θεὸν φύσει καὶ τῆς ψυχῆς ἐρῶντες αὐτῆς. Τοῖς μὲν οὖν πολλοῖς ἀγνοοῦσιν ὅθεν ἂν αὐτοῖς γένοιτο τὸ εὖ εἶναι, ἄλλων ἄλλοις ἔρως ἐστί· καὶ τῆς ἐπὶ τὸν σκοπὸν φορᾶς ἁμαρτάνοντες, αἱροῦνται πολλάκις ἀφ’ ὧν ἔσονται χείρους, καὶ τὴν ψυχὴν οὔτε τιμῶσιν οἷς ἐχρῆν οὔτε κατὰ λόγον περιορῶσιν.
67. Οἱ δὲ σπουδαῖοι πρὸς τὸν Θεὸν ἑαυτοὺς τάξαντες ὡς ἂν εἰδότες ὅποι τὸ εὖ εἶναι ζητήσουσι καὶ ὅπως ἑαυτοῖς χρήσονται, μόνον μὲν ἔρωτος αἴτιον τίθενται τὸν Θεόν, μόνον δὲ δι’ ἑαυτὸν στέργουσι, καὶ τὴν ψυχὴν δι’ ἐκεῖνον καὶ τὸ εἶναι καὶ τἄλλα πάντα φιλοῦσιν· οὕτω δὲ φιλοῦντες τὴν ψυχήν, οὐκ αὐτὴν ἀληθῶς φιλοῦσιν ἀλλ’ ἐκεῖνον δι’ ὃν φιλοῦσιν.
68. Εἰ δὲ καὶ ὡς οἰκεῖόν τι τὴν ψυχὴν φιλοῦμεν, οἰκειότερος ἡμῖν καὶ τῆς ψυχῆς αὐτῆς ὁ Σωτήρ. Καὶ οἳ τοῦτο διὰ βίου σκοποῦσι μόνον ἴσασι τὸν Σωτῆρα πρὸς πᾶσαν αὐτοῖς συγγένειαν ἡρμοσμένον καὶ δι’ ἐκεῖνον αὐτοῖς καὶ τὴν ψυχὴν καὶ αὐτὸ τὸ εἶναι φίλον καὶ συγγενὲς ὄν· καὶ γὰρ σπεύδεταί τις πρὸς ἑαυτὸν ὅτι καὶ στασιάζει καὶ οὐκ ἂν τύχοι γαλήνης εἰ μὴ τοῦ Θεοῦ τύχοι· χωρὶς δὲ τούτων τοὺς ὀρθοὺς τῶν πραγμάτων διαιτητάς, οὓς εἶναι χρὴ νομίσαι τοὺς ἐν Χριστῷ ζῶντας, μὴ τὸν Θεὸν τῶν αὐτῷ προσηκόντων ἀποστερεῖν· τοῦτο δέ ἐστιν εἰ τέλειον ἀγαθὸν ὂν ἀτελεῖ τῇ παρ’ ἡμῖν φιλοῦμεν ἀγάπῃ· ἀτελῶς δ’ ἂν φιλοῖμεν εἴ τι καὶ ἄλλο φιλοῦμεν, τὸ φίλτρον μερίζοντες. Ἐπεὶ καὶ ὁ νόμος· «Ἐξ ὅλης, φησί, τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας τὸν Θεὸν ἀγαπήσεις».
69. Ἐπεὶ τοίνυν πᾶσαν εἰς ἐκεῖνον φέροντες τιθέασι τὴν ἀγάπην καὶ φιλίας μέρος οὐδὲν οὔτε ἄλλοις καταλείπουσι οὔτε σφίσιν αὐτοῖς, τῇ γνώμῃ σφῶν αὐτῶν ἀποδημοῦσι καὶ πάντων· τὸ γὰρ συνάπτον ἑκασταχοῦ τὸ φίλτρον ἐστίν. Οὕτω δὲ πρὸς τὸν Θεὸν μόνον ἑαυτοὺς πανταχόθεν μετενεγκόντες, μόνῳ μὲν ζῶσι, μόνον δὲ φιλοῦσι, μόνῳ δὲ χαίρουσι.
70. Ἐπεὶ καὶ τοῖς ἡμῶν αὐτῶν τοῖς οἰκειοτάτοις βούλεσθαι καὶ συνεῖναι καὶ χαίρειν, οὐ τοῦτ’ αὐτὸ ποιεῖ τὸ ἡμέτερα εἶναι ἀλλ’ ὅτι αὐτὰ φιλοῦμεν· ὡς, ἂν μὴ τοῦτο ᾖ, τῆς οἰκειότητος ταύτης δι’ ἑαυτὴν συνάγειν ἡμᾶς αὐτοῖς ἢ ποιῆσαι χαίρειν μὴ δυναμένης. Πολλὰ γὰρ τῶν ἡμετέρων ἡμᾶς ἀνιᾷ καὶ ἡμῖν αὐτοῖς ἔστιν ὧν ἐπιτιμῶμεν. Ἔνιοι δὲ σφᾶς αὐτοὺς ἤδη καὶ μισοῦσι λαμπρῶς καὶ φεύγειν ἐπιθυμοῦσι καὶ θανατῶσιν· εἰσὶ δὲ οἳ καὶ ἐτόλμησαν καὶ πρὸ μοίρας ἀπῆλθον, βιασάμενοι ξίφεσιν ἢ βρόχῳ τὴν τελευτήν. Ὅθεν δῆλον ὅτι πᾶσιν οἷς σύνεσμεν καὶ χαίρομεν, καὶ τῇ ψυχῇ καὶ τοῖς οἰκειοτάτοις καὶ ἡμῖν αὐτοῖς τὸ φιλεῖν ποιεῖ καὶ συνεῖναι καὶ χαίρειν. Οὐκοῦν εἴ τις τἀγαθὰ τῶν ἄλλων ἐθέλοι καὶ φιλοίη μηδὲν ἧττον ἢ τὰ αὑτοῦ, τοῦτον ἀνάγκη καὶ συνεῖναι τῇ γνώμῃ καὶ συγχαίρειν τῶν ἀγαθῶν τοῖς ἄλλοις ἢ ἑαυτῷ τῶν αὑτοῦ.
71. Διὰ ταῦτα τῷ φιλοθέῳ τῆς μὲν φύσεως πρὸς τὰ θεῖα μὴ μετασκευασθείσης μηδ’ ἀμειφθείσης ὥστε αὐτῷ φύσει ταῦτα προσγενέσθαι, τῆς δὲ θελήσεως καὶ τῆς ἀγάπης εἰς τὸν Θεὸν ἀπὸ τῶν οἰκείων μετενεχθείσης, οὐδὲν κωλύει τὴν ἐπ’ αὐτῷ χαρὰν ὁλόκληρον εἶναι καὶ ὥσπερ εἰ μετεσκεύαστο. Εἰ γὰρ καὶ τὴν φύσιν ἔτι φέρει τὴν ἀνθρωπίνην καὶ φύσει τοῖς θείοις ὡς οἰκείοις οὐ σύνεστιν, ἀλλὰ τήν γε θέλησιν ἐκεῖ πᾶσαν ἔχει, ἣ κυρία ἐστὶν οὕτως ἢ ἐκείνως χαίρειν καὶ ταύτην ἐν ἡμῖν κρατεῖν ἢ ἐκείνην τὴν ἡδονήν. Καὶ τοίνυν καθάπερ ὁ φιλῶν ἑαυτὸν χαίρει τὰ παρόντα αὐτῷ λογιζόμενος ἀγαθά, οὕτως οἱ τὸν Θεὸν μόνον φιλοῦντες ἀπὸ τῶν ἀγαθῶν τῶν ἐκείνου τὴν ἡδονὴν ἑαυτοῖς συνάγουσι καὶ τοῖς ἐκείνου πλουτοῦσι καὶ φιλοτιμοῦνται καὶ πρὸς τὴν ἐκείνου μεγαλαυχοῦσι δόξαν καὶ στεφανοῦνται προσκυνουμένου καὶ θαυμαζομένου σεμνύνονται.
72. Καὶ οἱ μὲν ἑαυτοῖς ζῶντες, κἂν ἐπὶ τοῖς ἀληθέσι χαίρωσιν ἀγαθοῖς, ἄμικτον οὐκ ἂν καρποῖντο τὴν ἡδονήν, ἀλλ’ ὥσπερ χαίρουσι τῶν ἀγαθῶν τοῖς παροῦσιν, οὕτως ἀλγεῖν αὐτοὺς εἰκὸς ὑπὲρ τῶν ἀπόντων ἢ τῶν παρόντων κακῶν. Τοῖς δ’ ἐν τῷ Θεῷ τὴν ζωὴν μεταθεῖσιν ἡδονὴ μέν ἐστιν εἰλικρινής, λύπη δὲ οὐδεμία, πολλῶν μὲν ὄντων τῶν ἐκεῖνο ποιούντων, ἀνιῶντος δὲ οὐδενός. Οὔτε γὰρ τῷ Θεῷ σύνεστιν οὐδὲν ἀηδὲς ᾧ ζῶσιν οὔτε τῶν αὐτοῖς παρόντων αἴσθησίς ἐστιν εἴ τι καὶ δύναται λυπεῖν· τὰ γὰρ ἑαυτῶν ζητεῖν αὐτοὺς ὁ τῆς τελείας ἀγάπης λόγος οὐ συγχωρεῖ· «οὐ γὰρ ζητεῖ, φησί, τὰ ἑαυτῆς»· ἀλλ’ ἀγαπῶσιν ὅτι μακάριος ὁ φιλούμενος καὶ τὸ πάθος ἄτοπον καὶ ὑπερφυές. Γῆ καὶ σποδὸς τὰ τοῦ Θεοῦ τῶν οἰκείων ἀλλάττονται καὶ γίνονται παραπλήσιον· ὥσπερ εἰ πένητες ἄνδρες καὶ δυστυχεῖς εἰς βασιλικὴν εἰσπεπαικότες οἰκίαν ἀθρόον μὲν τὴν σύνοικον ἀποτρίψοιντο πενίαν, περίθειντο δὲ τὴν ἐκεῖ λαμπρότητα πᾶσαν.
73. Ὑπὲρ οὗ καὶ νομίζω καὶ βιαστὰς αὐτοὺς λέγεσθαι καὶ τὴν βασιλείαν ἁρπάζειν· ὅτι μὴ τοὺς δώσοντας ἀναμένουσι οὐδὲ τοὺς αἱρησομένους ἀποσκοποῦσιν, ἀλλ’ αὐτομάτοι τοῦ θρόνου δράττονται καὶ ταῖς παρ’ ἑαυτῶν ψήφοις περιτίθενται τὸ διάδημα. Εἰ γὰρ καὶ λαμβάνουσιν, ἀλλ’ οὐκ ἐν τούτῳ νομίζουσιν εὐδαιμονεῖν οὐδ’ ἐνταῦθα τὴν ἡδονὴν ἔχουσιν ἀλλ’ ἐν τῷ τῷ φιλουμένῳ συνεγνωκέναι τὴν βασιλείαν· καὶ χαίρουσιν οὐχ ὅτι αὐτοῖς κοινωνεῖ τῶν ἀγαθῶν, ἀλλ’ ὅτι ἐκεῖνος ἐν ἀγαθοῖς, τοῦτο δὲ παρ’ ἑαυτῶν ἔχουσι καὶ τῆς οἰκείας εὐγνωμοσύνης· ὥστε εἰ μηδὲν αὐτοῖς ἦν κοινὸν πρὸς βασιλείαν μηδὲ μερίτας αὐτοὺς τῆς μακαριότητος ὁ φιλούμενος ἐποιεῖτο, μηδὲν ἧττον εὐδαιμονεῖν αὐτοὺς καὶ βασιλεύειν καὶ στεφανοῦσθαι καὶ πάντα τῆς βασιλείας ἀπολαύειν ἐκείνης. Ὅθεν ἅρπαγες εἰκότως ἂν διὰ τοῦτο καλοῖντο καὶ βιασταὶ τῶν θείων ἀγαθῶν, εἰς τὴν ἀπόλαυσιν αὐτῶν ἑαυτοὺς εἰσωθοῦντες. Οὗτοί εἰσιν οἱ τὰς ψυχὰς μισοῦντες καὶ ἀπολλύντες καὶ τούτων τὸν τῶν ψυχῶν Δεσπότην ἀντιλαμβάνοντες.
74. Τί οὖν τῆς χαρᾶς ταύτης ἢ μεῖζον ἢ βεβαιότερον; Τοῖς μὲν γὰρ ἑαυτοῖς χαίρουσι, τὸ χαρίεν ἀποβαλεῖν οὐ τῶν ἀδοκήτων· ἐν οὐδενὶ γὰρ ἐπὶ τοῦ παρόντος τἀγαθὸν ἀκίνητον, ὅθεν οὐ δι’ ὧν ἀπολαύουσι χαίρουσι μᾶλλον ἢ δι’ ὧν περὶ τοῦ πλούτου τρέμουσιν ἀνιῶνται. Τοῖς δὲ καὶ ὁ θησαυρὸς τῶν ἀγαθῶν ἄσυλος καὶ ἡδονὴ λύπης ἄμικτος καὶ φόβος οὐδεὶς ὑπὲρ ἑστῶτος καὶ βεβαίου πράγματος. Καὶ οἱ μὲν καὶ αὐτοὶ εἰκότως ὑποπτεύουσι τὴν χαρὰν μὴ πρὸς ὑπερηφανίαν αὐτοὺς ἐξαγάγῃ, σφόδρα πρὸς ἑαυτοὺς βλέποντας, ὃ τὸ πλεῖστον ἂν τῆς ἡδονῆς ὑποτέμοι. Τοῖς δὲ τοιοῦτον οὐδὲν ἐνοχλεῖ, ἑαυτῶν μὲν οὐκ ἐπιστρεφομένοις, ἐν τῷ Θεῷ δὲ τὴν δύναμιν ποιουμένοις, ἐν ἐκείνῳ δὲ καυχωμένοις· καὶ ὅλως οὐχ ὅσον αὐτοὶ χωροῦσιν οὐδ’ ὥσπερ ἀνθρώπους χαίρειν εἰκός, ἀλλ’ ὑπερφυᾶ τινα καὶ θείαν καρποῦνται τὴν ἡδονήν.
75. Οἰκίαν μὲν γὰρ οἰκίας εἴ τις ἀλλάξαιτο καλλίονα φαυλοτέρας, καὶ ἡδονῆς ἀντείληφεν ἡδονήν, ἧς ἥδετο τὴν προτέραν οἰκῶν ἣν εἰκὸς ἥδεσθαι τὸν ἀπολαύοντα τῆς δευτέρας. Ὡς δὲ καὶ σώματος εἰ μηχανῇ τινι τύχοι καλλίονος, τὸ παρὸν ἀποβαλών, καὶ τὴν ἐπ’ αὐτῷ χαρὰν ἤμειψεν καὶ τοσοῦτο χαίρει μᾶλλον ὅσον ἀμείνονι χρῆται σώματι. Οὐκοῦν ὅταν οὐ μόνον σῶμα καὶ οἰκίαν, ἀλλ’ ἑαυτὸν ἀπορρίψας, τὸν Θεὸν κομίσηται, καὶ οὗτος αὐτῷ καὶ σώματος καὶ ψυχῆς καὶ οἰκείων καὶ φίλων καὶ πάντων ἀντικαταστῇ, καὶ ἡδονὴν ἀνάγκη τὴν μὲν ὑπερβῆναι πᾶσαν τὴν τῶν ἀνθρώπων, τὴν δὲ λαβεῖν ἣ πρὸς τὴν θείαν ἥρμοσται μακαριότητα καὶ τοιᾷδε προσήκει μετασκευῇ.
76. Διὰ τοῦτο καὶ τὴν τοῦ Χριστοῦ χαρὰν αὐτοὶ λέγονται χαίρειν· ᾧ γὰρ ἐκεῖνος χαίρει, τοῦτο καὶ αὐτοῖς ποιεῖ τὴν χαράν. Χαίρει γὰρ ἑαυτῷ, τῶν δὲ τέρπειν δυναμένων τῶν αὐτῶν ὄντων, ἀκόλουθον καὶ ἡδονὴν τὴν αὐτὴν εἶναι.
77. Καὶ τοῦτο οὐκ εἰκάσαι καὶ λογίσασθαι μόνον ἔστιν ἀλλ’ αὐτοῦ σαφῶς λέγοντος τοῦ Σωτῆρος μαθεῖν ἀκριβῶς· ἐπεὶ γὰρ τοὺς περὶ τῆς ἀγάπης εἰσήγαγε νόμους καὶ παρῄνει τοῖς μαθηταῖς φυλάττειν αὐτῷ διὰ τέλους τὸ φίλτρον ἀκίνητον, «Ταῦτα λελάκηκα ὑμῖν, φησίν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ». Διὰ τοῦτο, φησί, κελεύω ὑμῖν φιλεῖν ἵνα τῆς φιλίας πάντα τἀμὰ κοινὰ καὶ ὑμῶν ποιούσης, τὴν ἐπ’ ἐμοὶ καὶ τοῖς ἐμοῖς τὴν αὐτὴν ἦτε χαίροντες ἡδονὴν ἐμοί. «Ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν, φησί, κέκρυπται ἐν τῷ Χριστῷ ἐν Θεῷ»· τὸν ἴσον τρόπον καὶ ἡ χαρὰ καὶ τἄλλα πάντα, καὶ οὐδὲν ἀνθρώπινον παρ’ αὐτοῖς.
78. Καὶ πάντα λόγῳ βραχεῖ δηλῶν ὁ μακάριος Παῦλος, «Οὐκ ἔστε, φησίν, ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς». Ὁ δὲ πεπραμένος οὐ πρὸς ἑαυτὸν ἀλλὰ τὸν ἐωνημένον ὁρᾷ καὶ πρὸς τὴν ἐκείνου ζῇ γνώμην. Καίτοι τοῖς μὲν ἀνθρώποις ὁ δουλεύων τὸ σῶμα δέδεται μόνον πρὸς τὸ τῷ δεσπότῃ δοκοῦν, τὴν δὲ γνώμην καὶ τὸν λογισμὸν ἐλεύθερός ἐστιν ὅ τι ἂν βούλοιτο χρῆσθαι. Ὃν δὲ ὁ Χριστὸς ἠγόρασεν οὐκ ἔστιν ὅπως ἐστὶν ἑαυτοῦ· ἐπεὶ καὶ τὸν ἄνθρωπον ὁλόκληρον, ἀνθρώπων μὲν οὐδεὶς ὠνήσατο οὐδ’ ἔστιν οὗ τιμήματος ψυχὴν λαβεῖν δυνατὸν ἀνθρωπίνην· ὅθεν οὐδεὶς ἔλυσεν ἄνθρωπον ἢ ἐδουλώσατο τοῦ σώματος περαιτέρω. Ὁ δὲ Σωτὴρ ἅπαντα τὸν ἄνθρωπον τυγχάνει πριάμενος, ὅτι καὶ ἄνθρωποι μὲν ὑπὲρ ἀνδραπόδου χρήματα καταβάλλουσι μόνον, ἐκεῖνος δὲ ἑαυτὸν εἰσήνεγκε καὶ τὸ σῶμα προὔδωκε καὶ τὴν ψυχὴν ὑπὲρ τῆς ἡμετέρας ἐλευθερίας· καὶ τὸ μὲν ἀποθανεῖν ἐποίησε, τὴν δὲ τὸ οἰκεῖον ἀφείλετο σῶμα· καὶ τὸ μὲν ὠδυνήθη πληττόμενον, ἐκείνη δὲ ἠνιάσθη οὐ σφαττομένου τοῦ σώματος μόνον ἀλλὰ καὶ πρὸ τῆς πληγῆς· «Περίλυπός ἐστι, φησίν, ἡ ψυχή μου ἕως θανάτου».
79. Καὶ οὕτως ὅλον δοὺς ἑαυτὸν ὅλον ὠνεῖται τὸν ἄνθρωπον, οὐκοῦν καὶ τὴν θέλησιν ἐπρίατο καὶ μάλιστα ταύτην. Τὰ μὲν γὰρ ἄλλα δεσπότης ἦν καὶ τῆς φύσεως ἡμῶν ἁπάσης ἐκράτει· ᾧ δὲ τὴν δουλείαν ἐφεύγομεν ἡ θέλησις ἦν, καὶ ἵνα ταύτην ἕλοι πάντα εἰργάσατο. Διὰ τοῦτο γὰρ ὅτι γνώμην ἐζήτει βίαιον οὐδὲν ἐποίησεν οὐδ’ ἥρπασεν ἀλλ’ ἠγόρασεν. Ὅθεν τῶν πεπραμένων οὐδεὶς εἰς ἑαυτὸν χρώμενος τῇ θελήσει τὰ δίκαια ποιήσει, ἀλλὰ τὸν ἐωνημένον ἀδικήσει, τοῦ κτήματος ἀποστερῶν· χρῷτο δ’ ἄν τις πρὸς ἑαυτὸν τῇ θελήσει ἑαυτὸν θέλων καὶ τοῖς ἑαυτοῦ χαίρων. Λείπεται δὴ μηδένα τῶν χρηστῶν καὶ δικαίων ἀνδρῶν ἑαυτὸν φιλεῖν ἀλλὰ τὸν ἀγοράσαντα μόνον, ἐπεὶ καὶ πᾶσα ἀνάγκη τοιούτους εἶναι τῶν ἀγορασθέντων ἐνίους, εἰ καὶ μὴ πάντας· μάτην γὰρ γενέσθαι τὴν ὠνὴν ἐκείνην τὴν φρικώδη, πῶς εὔλογον;
80. Φιλοῦντας δὲ ἐκεῖνον μόνον ἑπόμενον ἂν εἴη καθαρὰν μὲν ἀνίας αὐτοὺς ἁπάσης ἥδεσθαι ἡδονήν, ὅτι οὐδὲν παρὰ τὰς εὐχὰς αὐτῶν ὁ φιλούμενος πράττει, μεγίστην δὲ καὶ ὑπερφυᾶ καὶ θείαν, ὅτι τε ὁλόκληρον ἐνταῦθα κενοῦσι τὴν δύναμιν τῆς χαρᾶς καὶ ὅτι τὸ τέρπον αὐτοὺς πᾶσαν ὑπερβαίνει χαρίτων ὑπερβολήν.
81. Καὶ ἄλλως δέ, καθάπερ ἀνάγκη τὸν ἀνθρώποις δουλεύοντα λυπεῖσθαι, οὕτως ἀνάγκη τὸν τῷ Χριστῷ δουλεύοντα χαίρειν. Οὐ γὰρ ἔτι τὴν αὑτοῦ ἀλλὰ τὴν τοῦ πριαμένου χωρῶν, ὁ μὲν διὰ πόνων ἔρχεται καὶ ὀδυνῶν, τῷ καὶ λύπης καὶ πόνων ὑπευθύνῳ μυρίων ἀκολουθῶν· ἐκεῖνος δὲ πῶς ἀνιαθήσεται, τῆς ἀληθινῆς χαρᾶς ἡγουμένης; Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ὑπὲρ ἀνδραπόδου χρήματα οὐ τοῦτο ζητῶν κατέβαλεν ἵν’ εὖ ποιήσῃ τὸν πεπραμένον, ἀλλ’ ἵν’ αὐτὸς ἐκεῖθεν εὖ πάθοι καί τι τῶν ἐκείνου κερδάνῃ πόνων· ὅθεν ὁ δουλεύων, ὡς ἂν εἰς τὴν τῶν κεκτημένων ἀναλούμενος χρείαν καὶ δι’ ὧν αὐτὸς ταλαιπωρεῖται συνάγων ἐκείνοις ἡδονάς, διηνεκέσι σύνεστι λύπαις.
82. Ἐνταῦθα δὲ τοὐναντίον· πάντα γὰρ πρὸς τὴν τῶν δούλων εὐδοκίμησιν εἴργασται· καὶ τὸ λύτρον ἔδωκεν οὐχ ἵνα αὐτὸς ἀπολαύῃ τι τῶν λυθέντων ἀλλ’ ἵνα αὐτῶν τἀκείνου γένηται πάντα, καὶ κέρδος ὁ Δεσπότης ᾖ καὶ οἱ τοῦ Δεσπότου πόνοι τοῖς δούλοις, καὶ τὸν ἐωνημένον ὅλον αὐτὸς ὁ πεπραμένος ἔχῃ λαβών.
83. Διὰ ταῦτα τοὺς μὴ πρὸς ταύτην ἀποπηδήσαντας τὴν δουλείαν ἀλλὰ πρὸ πάσης ἐλευθερίας τἀκείνου ποιησαμένους δεσμὰ χαίρειν ἀνάγκη, πλοῦτον πενίας καὶ βασιλείαν δεσμωτηρίου καὶ δόξαν τὴν ἀνωτάτω τῆς ἐσχάτης ἀτιμίας ἀλλαξαμένους· ὅπερ γὰρ τῶν ἀνθρώπων τοῖς δεσπόταις ἔξεστι ποιεῖν εἰς τοὺς δούλους παρὰ τῶν νόμων, τοῦτο τοῖς δούλοις ἐφεῖται πρὸς τὸν κοινὸν δεσπότην διὰ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν.
84. Ἐκείνους μὲν γὰρ τῶν δούλων καὶ τῶν ὄντων τοῖς δούλοις ὁ νόμος κυρίους καθίστησιν, ἂν μὴ πρόωνται τὴν δεσποτείαν μηδ’ ἀφῶσιν αὐτοὺς τῆς δουλείας· οὗτοι δὲ τὸν ἑαυτῶν Δεσπότην ἔχουσι καὶ τῶν ἐκείνου κληρονομοῦσιν, ἂν τὸν ζυγὸν ἐκείνου στέρξωσι καὶ τὴν ὠνὴν αἰδεσθῶσι.
85. Καὶ τοῦτό ἐστιν ὃ Παῦλος ἐκέλευσεν, «Χαίρετε ἐν Κυρίῳ» λέγων, τὸν ἀγοράσαντα διὰ τοῦ Κυρίου δηλῶν. Καὶ ὁ Σωτὴρ ἐναργέστερον τὸ τῆς χαρᾶς αἴτιον σημαίνων ἡμῖν τὸν τῆς χαρᾶς αὐτῷ κοινωνήσοντα «δοῦλον ἀγαθὸν» ὀνομάζει καὶ «Κύριον» ἑαυτόν, «Εἴσελθε, λέγων, ἀγαθὲ δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου»· ὅτι δοῦλος ἔμεινας καὶ τὸ τῆς ὠνῆς οὐ διέρρηξας γραμματεῖον, αὐτὴν κομίζου τὴν τοῦ κτησαμένου χαράν.
86. Ἔστι γὰρ ἡ αὐτὴ χαρὰ οὐ μόνον διὰ τὸ χαρίεν ταὐτὸν ὂν ἀλλ’ ὅτι καὶ τῆς εὐγνωμοσύνης ὁ αὐτὸς τρόπος. Καθάπερ γὰρ ἐκεῖνος «οὐχ ἑαυτῷ ἤρεσεν», ἀλλὰ τοῖς δούλοις ἔζησε καὶ ἀπέθανε καὶ γεγέννηται τὴν ἀρχὴν καὶ εἰς ἑαυτὸν ἐπανελθὼν καὶ τὸν θρόνον ἔχων τὸν πατρικόν, ἡμῖν ἐκεῖ κάθηται καὶ παράκλητός ἐστι πρὸς αὐτὸν ὑπὲρ ἡμῶν δι’ αἰῶνος· οὕτω καὶ τῶν δούλων οἷς ὁ Δεσπότης πρὸ τῶν ψυχῶν ἐγένετο, ἑαυτῶν οὐκ ἐπιστρεφόμενοι, μόνον φιλοῦσιν ἐκεῖνον.
87. Τοιοῦτος ἦν Ἰωάννης, καὶ διὰ τοῦτο παρευδοκιμηθεὶς ἐκείνου φανέντος, τοσοῦτον ἀπεῖχε δυσχεραίνειν ὥστε αὐτὸς ἦν ὁ τοῖς ἀγνοοῦσιν αὐτὸν κηρύττων καὶ προδεικνύς, καὶ τῆς γλώττης ἐκείνης ἀφ’ ἧς συνέβαινεν αὐτῷ τὴν ἐλάττω φέρεσθαι δόξαν οὐδὲν ἥδιον ἦν αὐτῷ. Καὶ ἠξίου τὸν μὲν εἰς ἑαυτὸν ἀναρτήσασθαι τὸ θέατρον καὶ καταδημαγωγῆσαι τὸ γένος ἅπαν καὶ πάντας αὐτῷ προσέχειν τὸν νοῦν, καθάπερ τῷ νυμφίῳ τὴν νύμφην, αὐτὸς δὲ ἀγαπᾶν εἰ παρεστὼς ἀκούοι λέγοντος, καὶ τοῦτο τῆς σπουδῆς ἀπόναιτο πάσης, τὴν τοῦ φιλουμένου φωνήν.
88. Παῦλος δὲ τἀκείνου ζητῶν οὐ περιεῖδεν ἑαυτὸν μόνον, ἀλλ’ ἤδη καὶ προὔδωκε. Καὶ γὰρ εἰς γέενναν ἐνέβαλε τό γ’ ἐπ’ αὐτῷ, καὶ γὰρ ηὔξατο τὸ πάθος. Καὶ ἦν ὥσπερ αἴνιγμα· ὅτι γὰρ σφοδρῶς ἐφίλησεν, αὐτὸν ὃν ἐφίλησεν ἐπεθύμει ζημιωθῆναι· καὶ ἔοικεν ὡς οὐ γεέννης μόνον σφοδρότερον ἀνέφλεγεν αὐτὸν ὁ ἔρως ἐκεῖνος, ἀλλὰ καὶ αὐτῆς τῆς ἐν τῷ συνεῖναι τῷ φιλουμένῳ χαρᾶς ἐπικρατέστερον εἶχε. Καθάπερ γὰρ ταύτης καταφρονεῖν ἔπειθεν, οὕτως ἐκείνην ῥᾳδίως περιορᾶν, καίτοι σαφῆ πεῖραν ἤδη τοῦ κάλλους αὐτοῦ λαβόντα καὶ γεγευμένον. Ἀλλ’ ὅτι τὸ μὲν ἐκείνῳ συνεῖναι καὶ συζῆν καὶ συμβασιλεύειν, πρὸς αὑτοῦ καὶ τῆς εὐδοκιμήσεως ἦν τῆς αὑτοῦ· ὁ δὲ οὐκ ἐζήτει τὰ ἑαυτοῦ, ὑπὲρ τῆς ἐκείνου δόξης καὶ τοῦτο προέσθαι πρόθυμος ἦν. Οὐκοῦν καὶ ἐπιθυμῶν οὐ δι’ ἑαυτὸν ἐπεθύμησεν ἀλλὰ δι’ ἐκεῖνον ὑπὲρ οὗ καὶ φυγεῖν δεῆσαν ἔφυγεν ἄν. Εἰ τοίνυν τὸ μόνον θελητὸν οὐκ ἤθελεν ἑαυτοῦ χάριν, τί λοιπὸν ἄλλο τῶν πάντων; Εἰ γὰρ ὑπὲρ οὗ πάντα εἰργάσατο, πάντων δὲ ἠνέσχετο, οὐ πρὸς ἑαυτὸν βλέπων ἐζήτησεν οὐδ’ ἵν’ αὐτὸς ἀπολαύῃ, σχολῇ γέ τι τῶν ἄλλων ὧν κατεφρόνησεν. Ὅθεν δῆλος ἦν ἑαυτὸν παντελῶς φυγὼν καὶ τὴν γνώμην ἅπασαν ἐξαγαγὼν μὲν ἑαυτοῦ, πρὸς τὸν Χριστὸν δὲ μόνον ἐνεργὸν ἔχων. Ἐπεὶ δὲ οὐδὲν ἀπευκτὸν οὐδὲ τῇ θελήσει πολέμιον παρ’ ἐκείνῳ, συνέβαινε θαυμαστὴν μὲν εἶναι τὴν ἡδονὴν ᾗ συνῆν ἀεὶ καὶ συνέζη, ἀηδίαν δὲ οὐδεμίαν τῆς ψυχῆς ἐκείνης κρατεῖν.
89. Εἰ γὰρ καὶ ἔστιν ὑπὲρ ὧν ὠδυνᾶτο καὶ ἔστενεν ἀλλ’ οὐκ ἐκράτει τῆς ἡδονῆς τὸ λυποῦν οὐδ’ ἐξέκρουεν αὐτὸν ἐκείνης οὐδέν, ἐπεὶ καὶ τῆς ἀθυμίας ταύτης τὸ σχῆμα χαρᾶς ἔγεμε· καὶ γὰρ ἀγάπης καὶ μεγαλοψυχίας ἦν ἡ λύπη καρπός, ὅθεν οὐδὲν αὐτῷ πικρὸν ἢ ἄγριον ἢ μικρόψυχον εἰς τὴν καρδίαν εἰσῆγεν.
90. Ὅτι γὰρ ἔχαιρεν ἑκάστοτε δῆλος ἦν ἐξ ὧν τοῖς ἄλλοις παρῄνει πάντοτε χαίρειν· «Χαίρετε γάρ, φησίν, ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε», οὐκ ἂν ἄλλοις ὑποτιθεὶς ὃ μὴ πρότερον ἔδειξεν ἐπὶ τῶν ἔργων αὐτός.
91. Τοιαύτη τῶν ἁγίων ἡ ζωὴ καὶ οὕτω μακαρία, νῦν μὲν ὥσπερ ἀκόλουθον τοὺς ἐλπίδι καὶ πίστει τὴν μακαριότητα καρπουμένους· ἐπειδὰν δὲ ἀπαλλαγῶσιν, οὕτως ἀμείνων ὅσο τοῦ μὲν ἐλπίζειν τελεώτερον αὐτῶν τῶν πραγμάτων λαβέσθαι, τοῦ δὲ πιστεύειν ἡ καθαρὰ τοῦ ἀγαθοῦ θεωρία.
92. Ταύτης τῆς ζωῆς τὰ μὲν παρὰ τοῦ Θεοῦ Πνεῦμα υἱοθεσίας, ὅθεν ἡ τελεία ἀγάπη, καθ’ ἣν ἡ μακαρία ζωή. Τὰ μὲν γὰρ μυστήρια τοῦ Χριστοῦ παρέχει λαβέσθαι· «τοῖς δὲ ἐκεῖνον λαβοῦσιν ἔδωκε, φησίν, ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι»· τῶν τέκνων δὲ ἡ τελεία ἀγάπη ἧς ἅπας ἀπελήλαται φόβος. Οὔτε γὰρ μισθῶν ἀποτυχίαν οὔτε πληγὰς ἔστι δεδιέναι τὸν ἐκείνως ἐρῶντα· τὸ μὲν γὰρ δούλων, ἐκεῖνο δὲ μισθωτῶν, τὸ δ’ οὕτω καθαρῶς φιλεῖν μόνων γίνεται τῶν υἱῶν. Καὶ οὕτω τὴν ἀγάπην ἀληθινὴν ἡ χάρις ἐντίθησι ταῖς ψυχαῖς τῶν μεμυημένων· ὅ τι μὲν εἰς αὐτοὺς δρῶσα καὶ ἥντινα παρεχομένη πεῖραν, εἰδεῖεν ἂν οἱ μαθόντες· ὡς δ’ ἔνεστιν ὁλοσχερῶς εἰπεῖν, τῶν θείων ἀγαθῶν αἴσθησιν ἐνιεῖσα, καὶ τῷ γεῦσαι μεγάλων περὶ μειζόνων ἐλπίζουσα, καὶ βεβαίαν ἐντιθεῖσα πίστιν ἀπὸ τῶν ἤδη παρόντων περὶ τῶν μήπω φαινομένων.
93. Τὰ δὲ παρ’ ἡμῶν τὸ διασῶσαι τὴν ἀγάπην. Οὐ γὰρ ἀρκεῖ τὸ φιλῆσαι μόνον καὶ δέξασθαι τὸ πάθος, ἀλλὰ δεῖ καὶ συντηρῆσαι καὶ τῷ πυρὶ προσθεῖναι τὴν ὕλην ὥστε κατασχεῖν.
94. Τοῦτο γάρ ἐστι τὸ μένειν ἐν τῇ ἀγάπῃ ἐν ᾧ πᾶσα μακαριότης· τὸ μένειν μὲν ἐν τῷ Θεῷ, μένοντα δὲ ἔχειν αὐτόν· «ὁ γὰρ μένων, φησίν, ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ». Τοῦτο δὲ γίνεται καὶ πεπηγυῖαν ἐν τῇ γνώμῃ τὴν ἀγάπην ἔχομεν, ἐπειδὰν διὰ τῶν ἐντολῶν ἀφικώμεθα καὶ τοὺς τοῦ φιλουμένου σώσωμεν νόμους. Ἀπὸ μὲν γὰρ τῶν ἐνεργειῶν ἡ ψυχὴ διατίθεται πρὸς ταύτην ἢ ἐκείνην τὴν ἕξιν ὅπως ἂν ἔχωσιν ἐκεῖναι χρηστότητος ἢ πονηρίας, ἐπεὶ καὶ τῶν τεχνῶν ἐκείνας κτώμεθα καὶ μανθάνομεν ὧν ἂν ταῖς ἐνεργείαις συνεθισθῶμεν.
95. Οἱ δὲ τοῦ Θεοῦ νόμοι περὶ τῶν ἐνεργειῶν κείμενοι τῶν ἀνθρωπίνων καὶ ταύτας ὁρίζοντες καὶ πρὸς ἐκεῖνον τάττοντες μόνον, τὴν ἀκόλουθον τοῖς κατορθοῦσιν ἐντιθέασιν ἕξιν, ἥτις ἐστὶ τὸ βούλεσθαι τὰ δοκοῦντα τῷ νομοθέτῃ καὶ μόνῳ πᾶσαν ὑποτάττειν τὴν γνώμην καὶ πλὴν ἐκείνου θέλειν οὐδέν· ὅπερ ἐστὶ μόνον ἀκριβῶς εἰδέναι φιλεῖν. Καὶ διὰ τοῦτό φησιν ὁ Σωτήρ· «Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου».
96. Ταύτης δὲ τῆς ἀγάπης ἔργον ἡ μακαρία ζωή· τὴν γὰρ θέλησιν πανταχόθεν συνάγουσα καὶ τῶν ἄλλων ἀπάγουσα πάντων καὶ αὐτοῦ τοῦ θέλοντος, τῷ Χριστῷ συνίστησι μόνῳ. Τῇ θελήσει δὲ τὰ ἡμέτερα πάντα ἀκολουθεῖ καὶ ὅποι φέρει χωροῦσι, καὶ σώματος ὁρμὴ καὶ λογισμοῦ κίνησις καὶ πᾶσα πρᾶξις καὶ πᾶν ὁτιοῦν ἀνθρώπινον, καὶ ὅλως ἡ θέλησις τὸ καθ’ ἡμᾶς ἄγει καὶ φέρει· κἂν ἐκείνη κατασχεθῇ που, πάντα ἐκεῖ δέδεται, καὶ ὁ ταύτης κρατήσας ὁλόκληρον ἔχει τὸν ἄνθρωπον.
97. Οὐκοῦν οἷς ἡ γνώμη τοῦ Χριστοῦ κατ’ ἄκρας ἑάλω καὶ μόνῳ πρόσκειται, καὶ πάντα ὅσα βούλονται καὶ ὧν ἐρῶσι καὶ ἃ ζητοῦσιν ἐκεῖνός ἐστι, τούτοις ὅλον τὸ εἶναι καὶ ἡ ζωὴ παρ’ αὐτῷ, ἐπεὶ καὶ τὴν θέλησιν αὐτὴν οὐκ ἔστι ζῆν καὶ ἐνεργὸν εἶναι μὴ ἐν τῷ Χριστῷ μένουσαν ὅτι πᾶν ἀγαθὸν ἐκεῖ, καθάπερ ὀφθαλμὸς τὰ αὑτοῦ ποιεῖν οὐκ ἂν ἔχοι μὴ τῷ φωτὶ χρώμενος· ἐκείνῳ τε γὰρ μόνον ἐργάζεται τὴν ὄψιν τὸ φῶς, ἥ τε θέλησις πρὸς ὃ δύναται ἐνεργεῖν μόνον ἐστὶ τἀγαθόν.
98. Ὅθεν ἐπεὶ ταμίας τῶν ἀγαθῶν ἁπάντων ἐκεῖνος, εἰ μὴ πᾶσαν τὴν γνώμην ἐν αὐτῷ φέροντες θήσομεν ἀλλά τι τῆς θελήσεως ἔξω τοῦ θησαυροῦ τούτου πέσοι, ἀργόν ἐστι καὶ νεκρόν· «Ἐὰν μή τις μείνῃ γάρ, φησίν, ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι καὶ καίεται».
99. Εἰ δὲ καὶ τὸ τὸν Χριστὸν μιμήσασθαι καὶ ζῆν κατ’ ἐκεῖνον ἐν Χριστῷ ζῆν ἐστι, καὶ τοῦτο τῆς γνώμης ἔργον ὅταν τοῖς τοῦ Θεοῦ βουλήμασι ὑπακούσῃ, καθάπερ ἐκεῖνος τῶν ἑαυτοῦ θελήσεων ὑπέταξε τῇ θείᾳ τὴν ἀνθρωπίνην· καὶ ἵνα τοῦτο διδάξῃ καὶ τῆς ὀρθῆς ζωῆς παράδειγμα ἡμῖν καταλίποι, τὸν ὑπὲρ τοῦ κόσμου θάνατον ὅτε μὲν ἀποθανεῖν ἐδέησεν οὐ παρῃτήσατο· πρὶν δὲ ἥκειν τὸν καιρὸν ἀπηύξατο, δεικνὺς ὡς οὐχ ἑαυτῷ ἤρεσεν ἐν οἷς ἀπέθνῃσκεν, ἀλλ’ ὅ φησιν ὁ Παῦλος, «ὑπήκοος γενόμενος» ἐπὶ τὸν σταυρὸν ἦλθεν, ὡς ἂν οὐ θέλημα ἔχων ἓν ἢ ἐκ δυοῖν ἓν ἀλλὰ δύο θελημάτων ὁμολογίαν.
100. Οὕτω φαίνεται διὰ πάντων ἐν τῇ τελειότητι τῆς θελήσεως συνεστάναι τὴν μακαρίαν ζωήν, λέγω δὲ ἐν τῷ παρόντι. Δυοῖν γὰρ ὄντοιν ἐν οἷς ὁ ἄνθρωπος, τοῦ νοῦ καὶ τῆς γνώμης, ἀνάγκη μὲν κατ’ ἄμφω ταῦτα συνελθεῖν τῷ Θεῷ καὶ συναφθῆναι τὸν ἐξ ὁλοκλήρου μέλλοντα μακάριον εἶναι, τῷ μὲν νῷ καθαρῶς αὐτὸν θεωροῦντα, τῇ γνώμῃ δὲ τελείως φιλοῦντα.
101. Συμβαίνει δὲ οὐδενὶ τῶν ἐν φθαρτῷ σώματι ζώντων δι’ ἑκατέρων εὐδαιμονεῖν, ἀλλὰ τοιούτους ἀνθρώπους μόνος ὁ φθορᾶς ἀπηλλαγμένος δέξεται βίος· ἐπὶ δὲ τοῦ παρόντος τῆς μὲν θελήσεως ἕνεκα τέλειοι τὰ πρὸς τὸν Θεὸν οἱ μακάριοι, τῆς δὲ κατὰ νοῦν ἐνεργείας οὐκέτι. Ἀγάπην μὲν γὰρ παρ’ αὐτοῖς τελείαν εὑρήσεις, Θεοῦ δὲ θεωρίαν καθαρὰν οὐδαμῶς. Εἰ γὰρ καὶ πάρεστιν αὐτοῖς ἔτι καὶ μετὰ σώματος ζῶσι τὸ μέλλον καὶ πεῖραν ἔσχον ἤδη τῶν ἄθλων, ἀλλ’ οὐ συνεχῶς οὐδὲ διηνεκῶς οὐδὲ τελείως, τοῦ βίου τούτου μὴ συγχωροῦντος. Καὶ διὰ τοῦτο· «Τῇ ἐλπίδι χαίρομεν», φησὶ Παῦλος, καὶ «διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους», καὶ «ἐκ μέρους γινώσκομεν»· καίτοι τὸν Χριστὸν εἶδεν, ἀλλ’ οὐχὶ ἑκάστοτε τῇ θεωρίᾳ ταύτῃ συνῆν. Τὸ γὰρ ἀεὶ τοῦτο τὸ μέλλον ὄψεται μόνον, καὶ τοῦτο αὐτὸς ἔδειξεν ἐπεὶ περὶ τῆς παρουσίας ἐκείνης διεξῆλθεν ἐπαγαγών· «Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα».
102. Ὅθεν εἴ τις ἐν Χριστῷ μετὰ τοῦ σώματος ζῇ καὶ τῆς αἰωνίου ζωῆς ᾗ Παῦλος ἐκέλευσεν ἐνθένδεν ἠδυνήθη λαβέσθαι, ἐν τῇ γνώμῃ ταύτην ἔχει, δι’ ἀγάπης ἐπὶ τὴν χαρὰν ἀφικνούμενος τὴν ἀπόρρητον—τῆς μὲν τοῦ νοῦ καθαρᾶς ὄψεως εἰς τὸ μέλλον ταμιευομένης αὐτῷ, τῆς δὲ πίστεως ἐπὶ τὴν ἀγάπην χειραγωγούσης. Ὃ δεικνὺς ὁ μακάριος Πέτρος, «Εἰς ὃν ἄρτι μὴ ὁρῶντες, φησί, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ».
103. Ἐν ταύτῃ δὲ τῇ ἀγάπῃ καὶ τῇ χαρᾷ ἡ μακαρία ἐστὶ ζωή· αὕτη ἡ ζωὴ τὰ μὲν κρύπτεται κατὰ τὸν Παύλου λόγον· «Κέκρυπται γάρ, φησίν, ἡ ζωὴ ὑμῶν», τὰ δὲ φαίνεται· καὶ ᾗ φησιν ὁ Κύριος· «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος».
104. Ἃ μὲν γὰρ εἰς αὐτὴν τὴν γεννῶσαν καὶ πλάττουσαν ἥκει χάριν, ὅ τι τέ ἐστιν αὐτὴ καὶ ὃν ἀναπλάττει τρόπον, ἀφανής ἐστιν ἡ ζωή· φαίνεται δὲ τῷ μέρει τῶν ζώντων, ὅπερ ἐστὶν ὁ πρὸς τὸν Θεὸν ἀπόρρητος ἔρως καὶ ἡ ἐπ’ αὐτῷ χαρά. Ταῦτα γὰρ αὐτά τε δῆλα καθέστηκε καὶ τὴν ἀφανῆ μηνύει χάριν. Πρῶτον μὲν ὅτι καρπὸς ταῦτα τῆς χάριτος· «Ὁ καρπὸς γάρ, φησί, τοῦ Πνεύματος ἀγάπη, χαρά», «ἀπὸ δὲ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται»· ἔπειθ’ ὅτι Πνεῦμα μὲν υἱοθεσίας ἡ χάρις, ἡ δὲ ἀγάπη τὴν συγγένειαν ταύτην αὐτοῖς μαρτυρεῖ καὶ ὡς εἶεν υἱοὶ Θεοῦ, μηδὲν ἔχοντες μισθαρνικὸν μηδὲ δουλικόν.
105. Τοῦτον δὲ τὸν τρόπον καὶ Σολομὼν εὗρε τὴν μητέρα τοῦ ζῶντος παιδίου καὶ σημεῖον ἐνόμισεν ἱκανὸν παρασχεῖν αὐτὴν τοῦ τεκεῖν τὸ σφόδρα φιλεῖν. Ὅθεν οὐδὲν ἀπεικὸς καὶ τοὺς υἱοὺς τοῦ ζῶντος Θεοῦ τῷ τεκμηρίῳ τούτῳ μανθάνειν. Καθάπερ γὰρ ἐκείνην ὡς οὐδὲν εἶχε κοινὸν πρὸς τὸ τεθνηκὸς παιδίον ἡ περὶ τὸ ζῶν φιλοστοργία καὶ πρόνοια σαφῶς ἐδήλωσεν, οὕτω καὶ τούτοις ἡ περὶ τὸν ζῶντα Θεὸν αἰδὼς καὶ τὸ φίλτρον ἀπόδειξίς ἐστιν ἐναργὴς ὅτι οὐ νεκρῶν ἐγένοντο πατέρων, οὓς οὐδὲ θάπτειν τοὺς οὕτω ζῶντας συνεχώρησεν ὁ Σωτήρ· «Ἄφες γάρ, φησί, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς».
106. Ἐπεὶ οὐδὲ κατὰ τοῦτο μόνον ἀπὸ τῆς ἀγάπης τὴν υἱότητα βεβαιοῦσιν ἑαυτοῖς ὅτι ὡς πατρὶ τῷ Θεῷ πρόσκεινται καὶ φιλοῦσιν, ἀλλ’ ὅτι καὶ ἐοίκασι διὰ τὴν ἀγάπην αὐτῷ, ὅτι τε οἱ μὲν ἀγαπητικοί εἰσιν, ὁ δὲ Θεὸς ἀγάπη ἐστί, καὶ ὅτι ζῶντος ἐκείνου καὶ αὐτοὶ τῆς ἀγάπης ἕνεκα ζῶσιν. Οἱ γὰρ ἀληθῶς ζῶντες οὗτοί εἰσι παρ’ οἷς τὸ καλὸν τοῦτο τρέφεται πάθος, καθάπερ ὧν ἄπεστιν ἐκεῖνο πάντα νεκρά. Διὰ τοῦτο γὰρ ὅτι υἱοί, δι’ ὧν ποιοῦσι τὸν Πατέρα τιμῶσι, καὶ ζῶντες αὐτοὶ ζῶντα κηρύττουσι τὸν Θεὸν παρ’ οὗ γεγέννηνται, καὶ τὴν ἀνεκλάλητον γέννησιν ἣν ἐκεῖθεν ἐγεννήθησαν «τῇ καινότητι τῆς ζωῆς» ἐν ᾗ κατὰ τὸν Παύλου λόγον «περιπατοῦσι» πιστούμενοι, τὸν ἐν οὐρανοῖς Πατέρα δοξάζουσιν· οὕτως ἀπορρήτως καὶ φιλανθρώπως γεννῶνται. Καὶ ὡς ἔοικε διὰ τοῦτο «Θεὸς οὐ νεκρῶν ἀλλὰ ζώντων ἐστὶν ὁ Θεός», ὅτι παρ’ ἐκείνοις τὴν οἰκείαν εὑρίσκει δόξαν· ὅθεν καὶ πρὸς τοὺς πονηροὺς ἔλεγεν· «Εἰ Θεός εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;» Τοῦτο δηλῶν ὁ Δαβὶδ «Οὐχὶ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, φησίν, ἀλλ’ ἡμεῖς οἱ ζῶντες».
107. Τοιαύτη ἡ ἐν Χριστῷ ζωὴ καὶ οὕτω κρύπτεται καὶ οὕτω φαίνεται τῷ φωτὶ τῶν καλῶν ἔργων ὅπερ ἐστὶν ἡ ἀγάπη. Ἐν ταύτῃ γὰρ ἡ λαμπρότης ἁπάσης ἐστὶν ἀρετῆς καὶ τὴν ἐν Χριστῷ ζωὴν ὅσον εἰς τὴν ἀνθρωπίνην φέρει σπουδήν, ἐκείνη συνίστησιν. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι ζωὴν αὐτὴν προσειπών· καὶ γὰρ ἕνωσίς ἐστι πρὸς τὸν Θεόν, τοῦτο δὲ ζωή, καθάπερ θάνατον ἴσμεν τὸν ἀπὸ Θεοῦ χωρισμόν. Διὰ τοῦτο γὰρ «ἡ ἐντολὴ αὐτοῦ, φησί, ζωὴ αἰώνιός ἐστι», τὴν ἀγάπην λέγων. Καὶ αὐτὸς ὁ Σωτήρ· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν Πνεῦμά εἰσι καὶ ζωή εἰσιν», ὧν τὸ κεφάλαιον ἡ ἀγάπη. Καὶ «ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ», ᾧ ταὐτόν ἐστιν ἐν τῇ ζωῇ μένειν καὶ τὴν ζωὴν ἐν αὐτῷ· «Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή».
108. Εἰ δὲ καὶ ζωή ἐστιν ἡ κινοῦσα τὰ ζῶντα δύναμις, τί τὸ κινοῦν τοὺς ὡς ἀληθῶς ζῶντας ἀνθρώπους ὧν θεός ἐστιν ὁ Θεὸς ὃς «οὐ νεκρῶν ἀλλὰ ζώντων ἐστὶ Θεός»; οὐδὲν ἂν εὕροις ἢ τὴν ἀγάπην αὐτήν, ἣ μὴ μόνον αὐτοὺς ἄγει καὶ φέρει ἀλλὰ καὶ ἑαυτῶν ἐξάγει ῥᾳδίως, καὶ οὕτω ζωῆς μᾶλλον ἁπάσης εἰς αὐτοὺς δύναται δρᾶν ὥστε καὶ ζωῆς ἐπικρατέστερον ἔχει. Καὶ γὰρ ζωῆς πείθει καταφρονεῖν οὐ τῆς ῥεούσης μόνον ἀλλ’ ἤδη καὶ τῆς ἑστώσης.
109. Τί οὖν δικαιότερον ἂν τῆς ἀγάπης καλοῖτο ζωή; χωρὶς δὲ τούτων ὁ πάντων περιῃρημένων μόνον περιλειφθὲν τοὺς ζῶντας ἀποθανεῖν οὐκ ἐᾷ, τοῦτό ἐστιν ἡ ζωή· τοιοῦτον δὲ ἡ ἀγάπη. Πάντων γὰρ τῶν ἄλλων ἐπὶ τοῦ μέλλοντος καταργουμένων, ᾗ φησὶ Παῦλος, ἡ ἀγάπη μένουσα μόνον πρὸς τὸν βίον ἐκεῖνον ἀρκεῖ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα αἰώνιος. Ἀμήν.

http://www.orthodoxfathers.com/Peri-tis-en-Xristo-zois-Agios-Nikolaos-Kavasilas-Xamaetos-Logos-Evdomos 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου