Σελίδες

Τετάρτη 21 Ιουνίου 2017

Πρὸς τοὺς αὐτομολήσαντας πρὸς τὰ θέατρα Ἅγιος Ἰωάννης Χρυσόστομος


 
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ͵ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ͵


ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.

α. Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ΄ ὑμῶν ἐντυχεῖν βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ΄ αὐτῶν ἐντυγχάνων ἔλεγε· Λαός μου͵ τί ἐποίησά σοι͵ καὶ τί ἐλύπησά σε͵ ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι͵ καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων͵ καὶ τοσαύτην διδασκαλίαν͵ καταλιπόντες ἡμᾶς τινες͵ πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν͵ καὶ οὕτως ἐξεβακχεύθησαν͵ ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου͵ καὶ πολὺν γέλωτα͵ μᾶλλον δὲ θρῆνον φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος͵ καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης͵ τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον.


Ὥσπερ γὰρ ἐκεῖνοι͵ τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων͵ περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν· οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι͵ καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην· τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων͵ τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων͵ καὶ χαλεπώτερα ἐκείνων βοώντων. Τί 56.264 δὲ ἐροῦμεν; ἢ τί ἀπολογησόμεθα͵ εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι· Ταῦτα ἡ πόλις τῶν ἀποστόλων; ταῦτα ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην; ταῦτα ὁ δῆμος ὁ φιλόχριστος͵ τὸ θέατρον τὸ ἄπλαστον͵ τὸ πνευματικόν; Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε͵ ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ γένους ἡμῶν ἐτελεῖτο· ἀλλ΄ ἐν παρασκευῇ͵ ὅτε ὁ Δεσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο͵ καὶ θυσία τοιαύτη προσεφέρετο͵ καὶ παράδεισος ἠνοίγετο͵ καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα͵ κατάρα ἐλύετο͵ καὶ ἁμαρτία ἠφανίζετο͵ καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος͵ καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο͵ καὶ πάντα μετεῤῥυθμίζετο· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ͵ ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει͵ καὶ εὐχαριστηρίους εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι· τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν͵ καὶ ἀδελφῶν σύλλογον͵ καὶ νηστείας τὸ σεμνὸν͵ αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην; Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων͵ καὶ τὴν ὀδύνην ἐμαυτοῦ ταύτῃ παραμυθούμενος͵ τὸ [ f. τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ͵ ἀλλ΄ εἰς μέσον ἐκφέρειν͵ 56.265 καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι. Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν ἵλεω ποιῆσαι; πῶς καταλλάξαι ὀργιζόμενον; Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων͵ ἀπ΄ αὐτοῦ τοῦ στόματος͵ ὡς εἰπεῖν͵ τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων͵ στάχυας κομῶντας κατακλίνων͵ τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας· λιτανεῖαι καὶ ἱκετηρίαι͵ καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε͵ καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν͵ τὴν ξυνωρίδα τῶν ἀποστόλων͵ Παῦλον καὶ Τιμόθεον. Μετ΄ ἐκεῖνα͵ τῆς ὀργῆς λυθείσης͵ καὶ πέλαγος περάσαντες͵ καὶ κυμάτων κατατολμήσαντες͵ ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν͵ τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως͵ τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς͵ πανήγυριν ἐπιτελοῦντες πνευματικὴν͵ καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες͵ τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων. Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες͵ οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες͵ ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας͵ σκιρτᾷς καὶ βοᾷς͵ τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν; Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν͵ τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη͵ θυμὸν καὶ ἐπιθυμίαν͵ καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν͵ τὸν χρηστὸν καὶ κοῦφον͵ καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν͵ καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως͵ οὐκ ἀπὸ μύσους εἰς μύσος͵ ἀλλ΄ ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων; Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν. Ἀλλ΄ ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι͵ ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου͵ ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν. 


β. ῏Η οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς ἡμετέροις ἐγχειρίζοντες͵ εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ· οὕτω καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς͵ πῶς ἑκάστην ἡμέραν ἐδαπανήσαμεν; Τί οὖν ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα͵ ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα εὐθύνας; ῞Ηλιος ἀνέτειλε διὰ σὲ͵ καὶ σελήνη τὴν νύκτα ἐφώτισε͵ καὶ ποικίλος ἀστέρων ἀνέλαμψε χορός· ἔπνευσαν ἄνεμοι διὰ σὲ͵ ἔδραμον ποταμοί· σπέρματα ἐβλάστησαν διὰ σὲ͵ καὶ φυτὰ ἀνεδόθη͵ καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν͵ καὶ ἡμέρα ἐφάνη καὶ 56.266 νὺξ παρῆλθε· καὶ ταῦτα πάντα γέγονε διὰ σέ· σὺ δὲ τῶν κτισμάτων σοι διακονουμένων͵ τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς; Καὶ τοσοῦτον παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον͵ τὸν κόσμον λέγω τοῦτον͵ οὐκ ἀπέδωκας τὸν μισθόν. Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ͵ ἀλλὰ καὶ τὴν δευτέραν͵ ὅτε ἀναπαῦσαι μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας͵ ἐπὶ θέατρα πάλιν ἀνέβαινες͵ ἀπὸ καπνοῦ εἰς πῦρ τρέχων͵ εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον. Γέροντες πολιὰς κατῄσχυνον͵ καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον͵ καὶ πατέρες παῖδας ἀνῆγον͵ ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα͵ ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀπο καλῶν͵ καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων. Καὶ ποία κακία; φησί. Διὰ γὰρ τοῦτο ὀδυνῶμαι͵ ὅτι καὶ νοσῶν͵ οὐκ οἶδας ὅτι νοσεῖς͵ ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς. Μοιχείας ἐγένου πεπληρωμένος͵ καὶ ἐρωτᾷς͵ ποία κακία; ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι͵ ἤδη ἐμοίχευσεν αὐτήν; Τί οὖν ἐὰν μὴ ἐμβλέψω͵ φησὶ͵ πρὸς τὸ ἐπιθυμῆσαι; Καὶ πῶς δυνήσῃ με πεῖσαι; Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν͵ ἀλλὰ τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος͵ πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ μένειν ἀκηλίδωτος; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Σάρκα περίκεισαι͵ σάρκα ἀνθρωπίνην͵ ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται. Καὶ τί λέγω τὸ θέατρον; Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ͵ θορυβούμεθα· σὺ δὲ ἄνω καθήμενος͵ ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις͵ ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν͵ χρυσᾶ περιβεβλημένην ἱμάτια͵ μαλακιζομένην͵ θρυπτομένην͵ ᾄσματα ᾄδουσαν πορνικὰ͵ κατακεκλασμένα μέλη͵ αἰσχρὰ προϊεμένην ῥήματα͵ ἀσχημονοῦσαν τοιαῦτα͵ ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς͵ κάτω κύπτεις· τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν. Μὴ γὰρ τῶν μεγάλων καὶ γενναίων ἀνδρῶν ἐκείνων͵ οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν͵ φιλοσοφώτερος σὺ εἶ; Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Περιπατήσει τις ἐπ΄ ἀνθράκων πυρὸς͵ τοὺς δὲ πόδας οὐ κατακαύσει; Ἀποδήσει τις πῦρ ἐν κόλπῳ͵ τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν. Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ͵ ἀλλὰ τῇ ἐπιθυμίᾳ 56.267 συνεγένου͵ καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω. Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον μόνον͵ ἀλλὰ καὶ τοῦ θεάτρου λυθέντος͵ ἀπελθούσης αὐτῆς͵ τὸ εἴδωλον ἐκείνης ἐναπόκειταί σου τῇ ψυχῇ͵ τὰ ῥήματα͵ τὰ σχήματα͵ τὰ βλέμματα͵ ἡ βάδισις͵ ὁ ῥυθμὸς͵ ἡ διάκρισις͵ τὰ μέλη τὰ πορνικὰ͵ καὶ μυρία τραύματα λαβὼν ἀναχωρεῖς. Οὐκ ἐντεῦθεν οἴκων ἀνατροπαί; οὐκ ἐντεῦθεν σωφροσύνης ἀπώλεια; οὐκ ἐντεῦθεν γάμων διαιρέσεις; οὐκ ἐντεῦθεν πόλεμοι καὶ μάχαι; οὐκ ἐντεῦθεν ἀηδίαι λόγον οὐκ ἔχουσαι; Ἐπειδὰν γὰρ ἐμπλησθεὶς ταύτης ἀνέλθῃς γενόμενος αἰχμάλωτος͵ καὶ ἡ γυνή σου ἀηδεστέρα φαίνεται͵ καὶ τὰ παιδία φορτικώτερα͵ καὶ οἱ οἰκέται ἐπαχθεῖς͵ καὶ ἡ οἰκία περιττὴ͵ καὶ αἱ συνήθεις φροντίδες ἐνοχλεῖν δοκοῦσι πρὸς τὴν οἰκονομίαν τῶν δεόντων πραγμάτων͵ καὶ ἕκαστος προσιὼν φορτικὸς καὶ ἐπαχθής. 


γ. Τὸ δὲ αἴτιον͵ οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν͵ ἀλλὰ τὴν πόρνην ἔχων μετὰ σεαυτοῦ͵ οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν· ὅπερ ἦν κουφότερον· ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή· ἀλλὰ τῇ γνώμῃ͵ καὶ τῷ συνειδότι ἐγκαθημένην͵ καὶ ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον͵ μᾶλλον δὲ πολλῷ χαλεπωτέραν· οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα͵ ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται͵ καὶ πάντα ἄνω καὶ κάτω. Καὶ καθάπερ οἱ πυρέττοντες͵ οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις͵ διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ͵ σιτία διακρουόμενοι͵ καὶ ἰατροὺς κακίζοντες͵ καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες͵ καὶ κατὰ τῶν διακονούντων λυττῶντες· οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες͵ ἀλλοιοῦσι͵ δυσχεραίνουσι͵ πάντοτε ἐκείνην βλέποντες. Ὢ χαλεπῶν πραγμάτων. Λύκος μὲν καὶ λέων͵ καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην· ἄνθρωπος δὲ ὁ λογιώτατος τρωθεὶς͵ περιδιώκει τὴν τρώσασαν͵ ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν͵ καὶ ἐνηδυπαθεῖν τῷ τραύματι· ὅπερ δὴ πάντων ἐστὶ πικρότατον͵ καὶ τὴν νόσον ἀνίατον ἐργάζεται. Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος͵ μηδὲ ἀπαλλαγῆναι βουλόμενος͵ πῶς ἂν ἐπιζητήσειε τὸν ἰατρόν; Διὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι͵ ὅτι τοσαύτην λύμην λαμβάνοντες͵ ἐκεῖθεν κατέρχεσθε͵ καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε. Καὶ γὰρ καὶ πρὸ τῆς γεέννης καὶ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην ἑαυτοὺς ἀπαιτεῖτε δίκην. ῍Η οὐκ ἐσχάτης τιμωρίας͵ εἰπέ μοι͵ ἐπιθυμίαν τοιαύτην τρέφειν͵ καὶ διηνεκῶς ἐμπίπρασθαι͵ καὶ κάμινον ἔρωτος ἀτόπου πανταχοῦ περιφέρειν͵ καὶ συνειδότος κατηγορίαν; Πῶς γὰρ ἐπιβήσῃ τῶν προθύρων ἐκείνων τῶν ἱερῶν; πῶς ἅψῃ τῆς οὐρανίου τραπέζης; πῶς δὲ ἀκούσεις τὸν περὶ σωφροσύνης λόγον͵ ἑλκῶν γέμων καὶ τραυμά 56.268 των τοσούτων͵ καὶ τὴν διάνοιαν ἔχων τῷ πάθει δουλεύουσαν; Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀπὸ τῶν νῦν παρ΄ ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην. Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας͵ καὶ πολλὴν ὑμῖν ἔχω χάριν͵ ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος. Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν ἡμαρτηκότων ταῦτα ποιεῖν͵ ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων. Διὰ τοῦτο ὀδυνῶμαι καὶ κόπτομαι͵ ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται. Ἀλλ΄ εἰ βουληθείητε͵ ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν. Πῶς καὶ τίνι τρόπῳ; Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν· εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους ζητοῦντες͵ καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν. Μὴ γάρ μοι λέγε· Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες. Κἂν δέκα μόνον ὦσιν͵ οὐχ ἡ τυχοῦσα ζημία· κἂν πέντε͵ κἂν δύο͵ κἂν εἷς. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα͵ ἐπὶ τὸ ἓν ἔτρεχε͵ καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε͵ καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι΄ ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε. Μὴ λέγε͵ ὅτι εἷς ἐστιν· ἀλλ΄ ἐννόησον͵ ὅτι ψυχή ἐστι͵ δι΄ ἣν τὰ ὁρώμενα πάντα γέγονεν· δι΄ ἣν νόμοι͵ καὶ τιμωρίαι͵ καὶ κολάσεις͵ καὶ τὰ μυρία θαύματα͵ καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι· δι΄ ἣν οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο. Ἐννόησον ὅση τι μὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς͵ καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ͵ ἀλλ΄ ἀπελθὼν ἡμῖν ἐπανάγαγε͵ καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν͵ καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο͵ μηδὲ ἡμῶν συμβουλευόντων͵ μηδὲ ὑμῶν παραινούντων͵ τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν͵ ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν͵ ἀλλ΄ εἰς οἰκοδομήν. 


δ. Διὰ δὲ τοῦτο προλέγω͵ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ͵ ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην͵ οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων͵ οὐ μεταδώσω μυστηρίων͵ οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης· ἀλλ΄ ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν͵ ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου· οὕτω δὴ ἐργάσομαι κἀγώ. Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι͵ κἂν βασιλεὺς ἦν͵ ἐξεβάλλετο μετὰ τοῦ διαδήματος͵ πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς. Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην͵ οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν. Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας͵ καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν. Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι͵ 56.269 φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν. Εἰ γὰρ μὴ σιδήριον ἔχω͵ ἀλλ΄ ἔχω λόγον σιδήρου τομώτερον· εἰ καὶ μὴ πῦρ βαστάζω͵ ἀλλ΄ ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα͵ εὐτονώτερον δυναμένη καίειν. Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας. Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα οἰκτροὶ͵ ἀλλ΄ ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην ταῦτα ἐργάζεσθαι. Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι͵ ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται͵ οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας. Εἰ δὲ ἐφρίξατε ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ συνεσταλμένους ὄντας)͵ μεταβαλλέσθωσαν͵ καὶ λέλυται τὰ τῆς ἀποφάσεως. Ὥσπερ γὰρ ἐξουσίαν ἐλάβομεν δῆσαι͵ οὕτως καὶ λῦσαι͵ καὶ πάλιν ἐπαγαγεῖν. Οὐ γὰρ τοὺς ἀδελφοὺς ἡμῶν ἀποκόψαι βουλόμεθα͵ ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι. Νῦν μὲν γὰρ καὶ Ἕλληνες ἡμῶν καταγελάσονται͵ καὶ Ἰουδαῖοι κωμῳδήσουσιν͵ ὅταν ἁμαρτάνοντας ἑαυτοὺς οὕτως περιορῶμεν. Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι͵ καὶ θαυμάσονται τὴν Ἐκκλησίαν͵ τῶν παρ΄ ἡμῖν αἰδεσθέντες νόμων. Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω͵ ἀλλὰ καὶ ἀφ΄ ὑμῶν ἐπιτιμάσθω͵ καὶ κοινὸς ἔστω πολέμιος. Εἴ τις γὰρ͵ φησὶν͵ οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς͵ τοῦτον σημειοῦσθε͵ καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Τοῦτο δὲ ποιήσατε· μήτε λόγου μετάδοτε͵ μήτε εἰς οἰκίαν δέξησθε͵ μήτε τραπέζης κοινωνήσητε͵ μήτε εἰσόδου͵ μήτε ἐξόδου͵ μήτε ἀγορᾶς· καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα. Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους͵ ἀλλὰ πάντοθεν ἐλαύνοντες͵ εἰς τὴν σαγήνην ἐμβάλλουσιν· οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν͵ καὶ ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν͵ ἡμεῖς ἐντεῦθεν͵ ὑμεῖς ἐκεῖθεν. Ἵν΄ οὖν τοῦτο γένηται͵ καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε͵ 56.270 μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε͵ καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν͵ ἵνα διηνεκῶς αὐτοὺς ἔχητε. Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα͵ εἰ παρίδητε τοσαύτην ἀπώλειαν͵ ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν. Εἰ γὰρ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος͵ οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς͵ ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ καταγγείλαντες͵ πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας. Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός· Ὁρῶν ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον͵ οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν͵ ἀλλὰ σωφροσύνην συληθεῖσαν͵ καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον͵ καὶ τοιαύτης μετασχόντα θυσίας͵ ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον͵ καὶ τοιαῦτα παρανομήσαντα͵ πῶς ἐσίγησας; πῶς ἤνεγκας; πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ; καὶ οὐ τὰς τυχούσας ἀπαιτηθήσῃ εὐθύνας. Διά τοι τοῦτο καὶ ἐγὼ͵ καίτοι γε μέλλων λυπεῖν͵ οὐδενὸς φείσομαι τῶν ἐπαχθεστέρων. Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως͵ ἢ ῥήμασι χαρισάμενον μεθ΄ ὑμῶν κολασθῆναι τότε. Οὐδὲ γὰρ ἀσφαλὲς ἡμῖν͵ οὐδὲ ἀκίνδυνον͵ σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ δώσει τὰς εὐθύνας· ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος. Διὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων͵ κἂν λυπῆσαι δέῃ͵ κἂν ἐπαχθῆ φανῆναι͵ κἂν φορτικὸν͵ ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ͵ μὴ ἔχων σπῖλον ἢ ῥυτίδα͵ ἤ τι τῶν τοιούτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν͵ τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης· ἵνα καὶ ὑμεῖς σώζοισθε͵ καὶ ἡμεῖς εὐφραινώμεθα͵ καὶ ὁ Θεὸς δοξάζηται νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

http://www.agiazoni.gr/article.php?id=89570702107884433864

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου