ΠΡΟΣΕΥΧΗ ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
Ἔλεγχος αὑτῷ και ἐξομολόγησις (Έλεγχος του εαυτού του και εξομολόγηση)
[....] Ψυχὴν πικρανθεῖσαν ὑπὸ ἁμαρτιῶν γλυκάνατε ἐκ τῆς ἀληθινῆς Ἀμπέλου, κλήματα αὐτῆς ὑπάρχοντες· μετάδοτε διψῶντι ἐκ τῆς πηγῆς τῆς ζωῆς, οἱ ὑπηρέται αὐτῆς καταξιωθέντες· φωτίσατέ μου τὴν καρδίαν, υἱοὶ φωτὸς γενηθέντες· ὁδηγήσατέ με ἐν τῇ ὁδῷ τῆς ζωῆς τὸν πλανηθέντα, οἱ ἐν αὐτῇ ἐμμείναντες· εἰσάξατέ με εἰς τὴν βασιλικὴν πύλην, ὡς δεσπότης τὸν ἴδιον δοῦλον, κληρονόμοι τῆς βασιλείας γενηθέντες, ὅτι συνέχεταί μου ἡ καρδία. Προφθάσωσί με οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ, διὰ τῆς ὑμῶν παρακλήσεως, πρὶν ἑλκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν. Ἐκεῖ ἀποκαλυφθήσονται τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φανερῷ πεπραγμένα.
Ποία αἰσχύνη καταλήψεταί με, ὅταν ἴδωσί με καταδικασθέντα οἱ φάσκοντές με νῦν ἄμεμπτον εἶναι. Τὴν πνευματικὴν ἐργασίαν ἀπολειπόμενος τοῖς πάθεσιν ὑπετάγην. Διδαχθῆναι οὐ θέλω, καὶ διδάξαι θέλω.
Ὑποταγῆναι οὐ θέλω, ὑποτάξαι θέλω.
Κοπωθῆναι οὐ θέλω, καὶ κοπῶσαι θέλω.
Ἐργάσασθαι οὐ θέλω, καὶ ἐργοδιωκτεῖν θέλω.
Τιμῆσαι οὐ θέλω, καὶ τιμᾶσθαι θέλω.
Ὀνειδισθῆναι οὐ θέλω, καὶ ὀνειδίζειν θέλω.
Ἐξουδενωθῆναι οὐ θέλω, καὶ ἐξουθενεῖν θέλω.
Ὑπερηφανευθῆναι οὐ θέλω, καὶ ὑπερηφανεῖν θέλω.
Ἐλεγχθῆναι οὐ θέλω, καὶ ἐλέγχειν θέλω.
Ἐλεεῖν οὐ θέλω, καὶ ἐλεηθῆναι ζητῶ.
Ἐπιτιμηθῆναι οὐ θέλω, καὶ ἐπιτιμᾶν θέλω.
Ἀδικηθῆναι οὐ θέλω, καὶ ἀδικεῖν θέλω.
Βλαβῆναι οὐ θέλω, καὶ βλάψαι ζητῶ.
Καταλαλεῖσθαι οὐ θέλω, καὶ καταλαλεῖν θέλω.
Ἀκούειν οὐ θέλω, καὶ ἀκουσθῆναι ζητῶ.
Δοξάζειν οὐ θέλω, καὶ δοξασθῆναι ζητῶ.
Κρατεῖσθαι οὐ θέλω, καὶ κρατεῖν θέλω.
Εἰς τὸ νουθετεῖν σοφός, ἀλλ’ οὐκ εἰς τὸ ποιῆσαι.
Ὃ δεῖ ποιεῖν, λέγω, καὶ ὃ δεῖ λέγειν ποιῶ.
Τίς οὐ μὴ κλαύσῃ ἐπ’ ἐμέ;
Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι, τὸν ἐν ἀνομίαις συλληφθέντα·