Σελίδες

Τρίτη 6 Απριλίου 2021

Λόγος ἕτερος κατανυκτικός - Ὁσίου Ἐφραίμ τοῦ Σύρου

Sermo alius compunctorius

Λόγος ἕτερος κατανυκτικός

Κατανύγηθι, ψυχή μου, κατανύγηθι ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς εἴληφας παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐφύλαξας· κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ἔπραξας κακοῖς· κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ὁ Θεὸς ἐμακροθύμησεν ἐπὶ σοί. Κατανύγηθι καὶ μετανόησον, ἵνα μὴ τῷ ἐξωτέρῳ σκότει παραδοθῇς. Μετανόησον, ψυχὴ ταλαίπωρε, ἵνα μὴ καταισχυνθῇς ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ. Οἴμοι τῷ ἁμαρτωλῷ τῷ ῥυπώσαντι τὸ καθαρὸν τῆς καρδίας μου τῇ ἐμαυτοῦ χαυνότητι· ἡ γὰρ ἀμέλειά μου καὶ ἡ ὀκνηρία τὴν παρρησίαν τῆς καρδίας μου ἐσκότισαν. Ἡ πονηρὰ ἐπιθυμία, ὡς δεσπότης δούλῳ, ἐπιτάσσει μοι, κἀγὼ εὐθὺς μετὰ φόβου ὡς νήπιος ὑπακούω· καὶ ἀποπλανᾷ με, κἀγὼ ἥδομαι. Καὶ τίς ἐστιν ὃς περὶ ἐμοῦ πενθήσει ἢ παρακαλέσει; Μόνος αὐτός, Σωτήρ μου, ὁ τὴν οἰκείαν ἀγαθότητα κεκτημένος, ἐπέβλεψεν ἐπ' ἐμὲ τὸν ἀπεγνωσμένον. Οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι μόνος ἐγὼ ἐτραυματίσθην. Οἴμοι ὅτι καθαρόν με ἐποίησας, ∆έσποτα, κἀγὼ τῇ ἀμελείᾳ μου ἐμαυτὸν κατερρύπωσα ἐν ἁμαρτίαις. Ἰσότιμος Ἀγγέλων ὑπάρχων, ἐμαυτὸν ἐσμίκρυνα. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν, καὶ οὐκ ἔστι πέρας ἐν τῷ πλήθει αὐτῶν. Πῶς δὲ ἱκετεύσω σε, Σωτήρ μου, ὅτι τὸ στόμα μου ἐπλήρωσα λοιδορίας; Ἢ πῶς ὑμνήσω σε, ὅτι ἡ συνείδησίς μου μεμόλυται; Ἢ πῶς ἀγαπήσω σε, ὅτι τοῦ μίσους πεπλήρωμαι; Ἢ πῶς οἰκήσει ἐν ἐμοὶ ἡ ἀλήθεια, ὅτι τῷ ψεύδει ἐμαυτὸν καθώπλισα; Ἢ πῶς ἐπικαλέσομαί σε, ὅτι τὰς ἐντολάς σου οὐκ ἐφύλαξα; Ἀλλ' αὐτὸς ἀψευδὴς ὑπάρχων, μὴ ὑπερίδῃς με τὸν ἐξουθενημένον· μὴ ἀπορρίψῃς με τὸν ἐβδελυγμένον· μὴ ἐγκαταλίπῃς με τὸν ἀπηλπισμένον. Σφόδρα γὰρ τέρπεται ὁ Ἐχθρός μου, ὅταν βλέπῃ ὅτι ἑαυτοῦ ἀπογινώσκω· ἐν τούτῳ γὰρ μόνῳ ἀγάλλεται, ἵνα διὰ τῆς ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον. Ἀλλ' αὐτὸς τῇ εὐσπλαγχνίᾳ σου καταίσχυνον αὐτοῦ τὴν ἐλπίδα, καὶ ἔκσπασόν με τῶν ὀδόντων αὐτοῦ καὶ τῆς κακοτέχνου γνώμης, καὶ ὅλης αὐτοῦ τῆς κατ' ἐμοῦ κινουμένης ἐνεργείας. ∆ιὸ παρακαλῶ πάντας, ὅσοι τῇ συνειδήσει λυπεῖσθε ἐπὶ τοῖς ἀτόποις ἔργοις, μὴ ἑαυτοὺς ἀπογινώσκετε, μὴ χαροποιεῖτε τὸν ἀντίδικον ἡμῶν. Ἀλλὰ προσέλθετε ἀναιδῶς τῷ Θεῷ, κλαύσατε ἐνώπιον αὐτοῦ, καὶ μὴ ἀπελπίσητε ἑαυτούς. Σφόδρα χαίρει ἐπὶ τοῖς μετανοοῦσιν ὁ Κύριος ἡμῶν· ἐκδέχεται τὴν ἐπιστροφὴν ἡμῶν· φησὶ γάρ· μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον· καὶ πάλιν διὰ τῶν ἁγίων Εὐαγγελίων λέγει· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μηδεὶς οὖν ἀπελπιζέτω ἑαυτοῦ, ἐὰν καὶ ἥμαρτε· τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται· τοῖς δὲ ἀθετοῦσιν αὐτόν, καὶ μὴ μετανοοῦσιν, ἀπότομος ὑπάρχει. ∆ιὰ ποίας οὖν ὁδοῦ δύναταί τις αὐτὸν ἐκζητεῖν καὶ εὑρίσκειν; Πρῶτον μὲν πάντων φυλάττειν δεῖ τὴν πρὸς τοὺς ἀδελφοὺς ἀγάπην· ἡ ἀγάπη γάρ, φησίν, ὁ Θεός ἐστιν. Εἴ τις οὖν τὴν ἀγάπην ἐκτήσατο, τὸν Θεὸν ἐκτήσατο. Εἴ τις ταπεινοφροσύνην ἐκτήσατο, τῷ Χριστῷ ὅμοιός ἐστιν· ὁ δὲ μὴ ταπεινοφρονῶν τοῦ Χριστοῦ ἀλλότριός ἐστιν. Εἴ τις ὑπακοὴν ἐκτήσατο, τὸν Χριστὸν μιμεῖται· ὁ δὲ ἀντιλέγων, ἀλλότριός ἐστι τοῦ Χριστοῦ. Εἴ τις ὑποτάσσεται τῷ προεστῶτι, τοὺς Ἀγγέλους μιμεῖται· ὁ δὲ ἀντιτασσόμενος αὐτῷ, τῷ ∆ιαβόλῳ οἰκειοῦται. Εἴ τις τὴν ἀλήθειαν ἀγαπᾷ, ἀληθῶς τοῦ Χριστοῦ φίλος ὑπάρχει· ὁ δὲ τὸ ψεῦδος ἀγαπῶν, μαθητὴς τυγχάνει τοῦ ∆ιαβόλου. Εἴ τις τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ, ἀγαπᾶται ὑπὸ τοῦ Θεοῦ· ὁ δὲ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, μισεῖται ὑπὸ τοῦ Θεοῦ. Εἴ τις ἀδελφὸν ἀδελφῷ ἐνδιαβάλλει, σὺν τῷ ∆ιαβόλῳ κατακρίνεται· ὁ δὲ πάσχων ὑπὲρ ἀδελφοῦ, τὸν Χριστὸν ὁ τοιοῦτος κληρονομεῖ. Εἴ τις βδελύσσεται τὸν ἐπὶ ἁμαρτίᾳ σφαλέντα, ἑαυτὸν κατακρίνει· ὁ δὲ συμπάσχων τῷ πταίσαντι καὶ συλλυπούμενος, τὴν ἑαυτοῦ ψυχὴν καθαρὰν ἀπεργάζεται. Εἴ τις δημοσιεύει ἐπὶ σφάλματι ἀδελφόν, σπιλοῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ κρύπτειν σπουδάζων συμπαθείας ἕνεκεν, ὁ τοιοῦτος ἐν καιρῷ ὀργῆς σκεπασθήσεται. Εἴ τις ὑπερηφανεύεται ἢ φυσιοῦται ὡς κατορθώσας τὸν βίον καὶ τέλειον ἑαυτὸν ὑπονοῶν, οὗτος τὸν κάματον ἀπώλεσε καὶ τὸν μισθὸν ἀπέχει· ὁ δὲ τῇ ταπεινώσει κρύπτειν σπουδάζων τὰ ἑαυτοῦ κατορθώματα, οὗτος ὑψωθήσεται ὑπὸ Κυρίου καὶ τὸν μισθὸν παρ' αὐτοῦ λήψεται. Εἴ τις καυχᾶται ἐπὶ προκοπαῖς ἢ μεγαλαυχεῖ, οὗτος πεσεῖται· ὁ δὲ κατευτελίζων ἑαυτὸν καὶ σμικρύνων, οὗτος εἰς ἀνώτερον ὕψος ἑαυτὸν ἀναβιβάζει. Εἴ τις ὀξέως ὀργίζεται ἢ θυμοῦται, ὁ τοιοῦτος δικαιοσύνης Θεοῦ ἐστιν ἐκτός, καὶ μετ' αὐτοῦ ὁ Χριστὸς οὐκ αὐλίζεται· ὁ δὲ τὴν πρᾳότητα κεκτημένος, καὶ τὴν ἐπιείκειαν ἀσπαζόμενος, οὗτος οἰκητήριόν ἐστι τοῦ Ἁγίου Πνεύματος. Εἴ τις ἀποστρέφεται ἀδελφὸν πλημμελήσαντα, οὗτος πεπλάνηται καὶ φρένας ἔχει κενάς· ὁ δὲ ἐν ἀγάπῃ συμπάσχων, τέλειος ἐν ἀρεταῖς ὑπάρχει. Εἴ τις ξένον ἀδελφὸν ἀποστρέφεται, τοῦτον ὁ Θεὸς ἀποστρέφεται· ὁ δὲ ἐν ἀγάπῃ δεχόμενος αὐτόν, τὸν Θεὸν ἀποδέχεται. Εἴ τις περὶ κτίσεις καὶ οἰκοδομὰς τέρπεται, τῶν αἰωνίων ἀγαθῶν γυμνὸς ὑπάρχειν σπουδάζει· ὁ δὲ περὶ τὰ πνευματικὰ σπουδάζων καὶ ἀγωνιζόμενος, οὗτος ἐπιγινώσκει τὴν γλυκύτητα τῶν αἰωνίων ἀγαθῶν. Εἴ τις ἱμάτια λαμπρὰ φιλοκαλεῖ, στολῆς θεϊκῆς γυμνὸς ὑπάρχει· ὁ δὲ τοῖς ἐκ συνηθείας ἱματίοις ἑαυτὸν περισκέπων, οὗτος μεριμνᾷ τὴν πνευματικὴν στολὴν ἐπενδύσασθαι. Εἴ τις ἐν τῷ καιρῷ τῆς εὐχῆς καὶ τῆς ψαλμῳδίας ἀμελεῖ ἢ μετεωρίζεται, οὗτος τὸν Θεὸν παροξύνει· ὁ δὲ μετὰ προθυμίας καὶ σπουδῆς ἐνηδυνόμενος τῇ ψαλμῳδίᾳ, οὗτος τοῦ Ἁγίου Πνεύματος κοινωνὸς ὑπάρχει. Εἴ τις ἐν τῇ ὠφελείᾳ τῶν Γραφῶν καὶ ἐν τῇ ἀναγνώσει οὐ φιλοπονεῖ, καὶ ταύτας πόθῳ οὐκ ἀναγινώσκει, οὗτος δένδρον ἄκαρπον τυγχάνει· ὁ δὲ μετὰ σπουδῆς ἐρευνῶν, διπλασιάζει τὸν καρπόν, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Εἴ τις ἐν ταῖς νυκτεριναῖς εὐχαῖς ἐνηδύνεται τῷ ὕπνῳ, καὶ τοῦτον προτιμᾷ, ὁ τοιοῦτος φανερός ἐστι σαρκικὸς ὢν καὶ οὐ πνευματικός· ὁ δὲ βιαζόμενος ἑαυτὸν εἰς τὴν ἀγρυπνίαν μετὰ προθυμίας, οὗτος μετὰ πόθου ζητεῖ τὸν Χριστόν. Εἴ τις πολυπλασιάζει ἐν λόγοις ματαίοις, βδελυκτὸν ποιεῖ ἑαυτὸν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων· ὁ δὲ τῇ σιωπῇ ῥυθμίζων ἑαυτὸν δοξάζει τὸν Θεόν, καὶ ὑπὸ πολλῶν ἀγαπηθήσεται. Εἴ τις τῶν ἀδελφῶν περισσευόμενος τῷ ἐνδεεστέρῳ οὐ παρέχει, οὗτος ἁγιασμοῦ ἐκτός ἐστι, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ἐντρυφήσουσιν ἄλλοι· ὁ δὲ παρέχων τῷ ἐνδεεστέρῳ βασιλείας οὐρανῶν κληρονόμος ὑπάρχει. Εἴ τις ὡς δυνατὸς καὶ ὑγιὴς κατεπαίρεται τῶν ἀσθενεστέρων καὶ ταπεινῶς ἐχόντων, κεκατήραται ὑπὸ τοῦ Θεοῦ, καὶ ἀκούει παρ' αὐτοῦ, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ἀντιλαμβανόμενος καὶ συμπάσχων ἀκούσεται παρὰ τοῦ Κυρίου, ὅτι ἐφόσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἴ τις ταράσσει ἀδελφοὺς ἕνα τῷ ἑνὶ ἐνδιαβάλλων, οὗτος μισητὸς Ἀγγέλοις καὶ ἀνθρώποις ἐστίν· ὁ δὲ πραΰνων ὀργιζομένους καὶ λυπουμένους, οὗτος υἱὸς Θεοῦ κληθήσεται. Εἴ τις παρορᾷ νηστείαν, καὶ τῆς σαρκὸς ἐκτελεῖ τὰ θελήματα καὶ τὰς ἐπιθυμίας, καθαρότητος καὶ ἁγνείας ἐκτός ἐστιν· ὁ δὲ νηστείᾳ ἑαυτὸν κατατήκων πάσης καθαρότητος καὶ σωφροσύνης καὶ ἁγνείας ἐργάτης ὑπάρχει. Εἴ τις πολυφαγίᾳ καὶ ἐδέσμασι τέρπεται, οὗτος τῷ πνεύματι τῆς γαστριμαργίας δουλεύεται προφανῶς· ὁ δὲ ἐγκρατείᾳ ἑαυτὸν ἐκδοὺς καὶ συσφίγγων, παθῶν καὶ λογισμῶν εὐχερῶς κρατήσει. Εἴ τις θηλειῶν ἐντυχίαις ἥδεται, καὶ πρὸς αὐτὰς φαιδρύνεται, πάθεσι πονηροῖς δουλεύει πολεμούμενος τῷ συνειδότι· ὁ δὲ ταύτας ἀποστρεφόμενος καὶ τῆς τοιαύτης συνηθείας ἑαυτὸν μακρύνων, πολέμου ἐκτὸς ὑπάρχει εἰρηνεύων τῷ συνειδότι. Εἴ τις εὐγενίᾳ σαρκικῇ τέρπεται καὶ πέποιθεν ἐπ' αὐτῇ, οὗτος κατὰ Θεὸν οὐκ ἐξέδωκεν ἑαυτόν, ἀλλὰ παίζει καὶ παίζεται ὑπὸ τῶν λογισμῶν· ὁ δὲ μακρύνων ἑαυτὸν ἀπὸ τῶν συγγενῶν τῶν κατὰ σάρκα, καὶ τούτοις ἐμπαθῶς οὐ διάκειται, οὗτος ἐν ἀληθείᾳ ἀποταξάμενος τῷ Θεῷ δουλεύει. Εἴ τις ἐπιτασσόμενος γογγύζει, τὸν μισθὸν τῆς ὑπακοῆς προφανῶς ζημιοῦται· ὁ δὲ μετὰ προθυμίας τὸ ἐπιταχθὲν ἐκτελῶν, οὗτος τὸ λαμπρὸν κάλλος τῆς ψυχῆς διασῴζει. Εἴ τις νουθετούμενος ἀποστρέφεται, καὶ καταγινώσκων τοῦ νουθετοῦντος ἀφρόνως κατεξανίσταται, οὗτος τὸν Χριστὸν ἀποσείεται, καὶ πάσης ὠφελείας ἐκτὸς ὑπάρχει. ∆ιὰ τοιούτων λογισμῶν πάντες, ἀδελφοί, εὐδοκιμεῖν καὶ ἀνταγωνίζεσθαι ὀφείλομεν· διὸ προσέχωμεν ἐαυτοῖς, ἀγαπητοί μου ἀδελφοί, ἵνα μὴ διὰ πάθη τῆς σαρκὸς στερηθῶμεν τῶν αἰωνίων ἀγαθῶν. Οἴμοι, οἵα τρυφὴ ἡτοίμασται καὶ ἀπόλαυσις, καὶ οὐκ ἔστιν ὁ ἀγωνιζόμενος, οὐκ ἔστιν ὁ ἐπιποθῶν, ἀλλὰ τοὐναντίον τὰ παρόντα προκρίνομεν, τὰ πρόσκαιρα καὶ μὴ μένοντα· ἐκεῖνα δὲ τὰ αἰώνια ἀγαθὰ οὐδὲ εἰς ἔννοιαν φέρομεν. Ὢ τῆς σκοτώσεως· ὢ τῆς πλάνης τοῦ Ἐχθροῦ! Οἴμοι, οἵα τιμωρία κολάσεως ἡτοίμασται τοῖς κατ' ἐμὲ ἁμαρτωλοῖς καὶ ἐν ἀμελείᾳ ζῶσι, καὶ οὐκ ἔστιν ὁ φοβούμενος καὶ τρέμων, ἀλλ' ὥσπερ λῆρον δοκοῦμεν τὰ λεγόμενα κεχειρωμένοι τοῖς πάθεσι τοῦ σώματος. Ἐδέθημεν γὰρ ἐν αὐτοῖς ὥσπερ ἐν ἁλύσεσι σιδηραῖς, καὶ οὐκ ἔστιν ὁ ἀγωνιζόμενος· ἀλλὰ καὶ δεδεμένοι χαίρομεν. Ὢ τῆς παγκάκου τέχνης τοῦ μιαροῦ ∆ράκοντος! Πῶς ἐσκότισε τὰς πάντων διανοίας, ἵνα τὸ ἐναντίον φρονῶμεν, καὶ τὰ βλάπτοντα ἀγαπῶμεν ὑπὲρ τὰ μέλλοντα ἀγαθά! ∆εῦτε οὖν, ἀδελφοί μου, δεῦτε πατέρες, δεῦτε δοῦλοι Χριστοῦ, κατανυγῶμεν τὰς καρδίας, καὶ κλαύσωμεν ἡμέρας καὶ νυκτὸς ἐνώπιον αὐτοῦ. ∆εῦτε καὶ ὑπομνήσωμεν ἑαυτοὺς περὶ τῆς ὥρας ἐκείνης καὶ τῆς ἀπαραιτήτου ἀνάγκης, καὶ κατανυγέντες πενθήσωμεν. ∆εῦτε καὶ ὑπομνησθῶμεν περὶ τῶν ἀνεκφράστων καὶ ἀνεκδιηγήτων ἐκείνων ἀγαθῶν, καὶ κατανυγῶμεν. ∆εῦτε ὑπομνησθῶμεν τὸ φοβερὸν ἐκεῖνο καὶ φρικωδέστατον βῆμα, καὶ τὴν ἐπ' αὐτοῦ μέλλουσαν ἡμῖν ἔσεσθαι αἰσχύνην, καὶ ἑαυτοὺς κλαύσωμεν. ∆εῦτε ὑπομνήσωμεν ἑαυτούς, ἀδελφοί, πῶς οἱ μὲν δίκαιοι μέλλουσιν ὡς ὁ ἥλιος ἐκλάμπειν, οἱ δὲ ἁμαρτωλοὶ ὡς πρόσκαυμα χύτρας εὑρίσκονται, καὶ κατανυγέντες τὰς καρδίας ἀναλάβωμεν ζῆλον τῶν καλῶν ἔργων. ∆εῦτε οὖν, ἀδελφοί μου, καὶ ἑαυτοὺς ἐν ἀγάπῃ στηρίξωμεν εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅπως ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν. ∆εῦτε προσπέσωμεν αὐτῷ ἐν κατανύξει καρδίας καὶ ἐν ἁπλότητι· ἀγαθὸς γὰρ ὑπάρχει καὶ εὔσπλαγχνος, καὶ σῴζει τοὺς μετανοοῦντας. ∆εηθῶμεν οὖν αὐτοῦ, ἵνα ἡμᾶς εἰσαγάγῃ εἰς τὴν βασιλείαν αὐτοῦ· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.




https://wra9.blogspot.com/2021/03/blog-post_33.html 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου