Σελίδες

Σάββατο 2 Απριλίου 2022

Εἰς τὴν κέλλαν τοῦ πατρὸς ἡμῶν

Εἰς τὴν κέλλαν τοῦ πατρὸς ἡμῶν
Θρήνει με, κέλλα, σχοῦσα νωθρὸν ἐργάτην, μόνον κάκιστον, ὧνπερ ἔσχες κτητόρων. Οὐ λαμπρύνω σε τῶν προσευχῶν τῷ φάει· οὐ δὴ πιαίνω τῇ ῥοῇ τῶν δακρύων· οὐδ' αὖ καθαίρω τῆς ἁγνείας τοῖς τρόποις. Ἀλλ' οὖν σύ, Σῶτερ, Κτίστα, Φωστὴρ τῶν ὅλων, ἔγειρον, ἐξύπνισον εἰς τὸν σὸν φόβον, πρόσγευσον εἰς ἔρωτα τῆς σῆς ἀγάπης, πτέρωσον ἀρθῆναί με τῶν παθῶν ἄνω, ἕως πάρεστι καιρὸς εἰς εὐπραξίαν, ἵνα προσοίσω δόξαν, εὐχαριστίαν σοὶ τῷ θέλοντι πᾶσι τὴν σωτηρίαν.
Iambi de variis argumentis

Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου τῶν Στουδίου, ἴαμβοι εἰς διαφόρους ὑποθέσεις




https://wra9.blogspot.com/2022/03/blog-post_10.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου