Ἁγιογραφικό ἀνάγνωσμα. Τριθέκτης (Ἡσαΐας ΜΗ΄ 17-22, ΜΘ΄ 1-4).
Ησ. 48,17 οὕτως λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ ἅγιος Ἰσραήλ· ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ.
Ησ. 48,17 Αυτά λέγει ο Κυριος, ο οποίος σε ηλευθέρωσε, ο άγιος Θεός του ισραηλιτικού λαού· Εγώ είμαι ο Θεός σου, εγώ έδειξα εις σε να εύρης την αληθινήν οδόν, εις την οποίαν και πρέπει να πορευθής, εάν θέλης την σωτηρίαν σου.
Ησ. 48,18 καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·
Ησ. 48,18 Και εάν είχες ακούσει τας εντολάς μου, η ειρήνη και η ευτυχία σου θα εγίνετο πλούσια και ανεξάντλητος, ώσαν ποταμός και η δικαιοσύνη σου ώσαν το κύμα της θαλάσσης.
Ησ. 48,19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. -
Ησ. 48,19 Οι απόγονοί σου θα ήσαν τόσοι πολλοί, όση η άμμος της θαλάσσης· τα δε τέκνα σου αναρίθμητα, όπως είναι το χώμα της γης. Αλλα ούτε και τώρα θα εξολοθρευθής, ούτε θα χαθή το όνομά σου από εμπρός μου.
Ησ. 48,20 Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται· ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ·
Ησ. 48,20 Εβγα, λοιπόν, ελεύθερος, ω ισραηλιτικέ λαέ, από την Βαβυλώνα. Φυγε από την χώραν των Χαλδαίων. Με φωνάς χαράς και ευφροσύνης αναγγείλατε το ευχάριστον τούτο γεγονός. Ας γίνη τούτο παντού ακουστόν. Κηρύξατέ το εις τα πέρατα της γης. Είπατε ότι ο Κυριος απήλλαξε τον δούλον του, τους απογόνους του Ιακώβ, από την δουλείαν των Βαβυλωνίων.
Ησ. 48,21 καὶ ἐὰν διψήσωσι, δι᾿ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.
Ησ. 48,21 Εάν αυτό διψήσουν, καθ' ον χρόνον ο Θεός θα τους όδηγή δια μέσου της έρημου, θα βγάλη νερό προς χάριν αυτών από τον βράχον. Θα σχισθή η πέτρα και θα αναβλύζουν ύδατα, δια να πίη ο λαός μου.
Ησ. 48,22 οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.
Ησ. 48,22 Χαρά και ευφροσύνη δεν υπάρχει στους ασεβείς ανθρώπους, λέγει ο Κυριος.
Ησ. 49,1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου
Ησ. 49,1 Ακούσατέ με, νήσοι και παράλιοι περιοχαί· δώσατε προσοχήν εις τα λόγιά μου, έθνη ειδωλολατρικά. Επειτα από πολύν χρόνον θα συμβούν αυτά, λέγει ο Κυριος. Εκ κοιλίας μητρός μου με εκάλεσεν ονομαστικώς ο Κυριος.
Ησ. 49,2 καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.
Ησ. 49,2 Ωσάν οξείαν κοπτερήν μάχαιραν έκαμε το στόμα μου. Κατω από την προστατευτικήν του χείρα με έκρυψεν από κινδύνους και απειλάς. Με έκαμε βέλος εύστοχον, με έκρυψεν εις την φαρέτραν του
Ησ. 49,3 καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
Ησ. 49,3 και μου είπε· Συ είσαι δούλος μου, εγώ δε δια σου θα δοξασθώ.
Ησ. 49,4 καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
Ησ. 49,4 Και εγώ είπα τότε· πως, Κυριε, θα δοξασθής από εμέ; Εγώ εις τα χαμένα εκοπίασα. Ματαίως και προς κανένα αγαθόν έργον και αποτέλεσμα δεν διέθεσα την δύναμίν μου. Δια τούτο το δίκαιόν μου και την κρίσιν μου αναθέτω στον Κυριον. Η θλίψίς μου είναι ενώπιον του Θεού.
Ἁγιογραφικό ἀνάγνωσμα. Ἑσπερινοῦ (Γένεσις ΚΖ΄ 1-41).
Γεν. 27,1 Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 27,1 Οταν εγήρασεν ο Ισαάκ και αδυνάτησαν πλέον οι οφθαλμοί του, εκάλεσε τον μεγαλύτερόν του υιόν, τον Ησαύ, και του είπε· “παιδί μου”· και εκείνος του απήντησεν· “ιδού εγώ, πάτερ μου”.
Γεν. 27,2 καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
Γεν. 27,2 “Εγώ έχω πλέον γηράσει και δεν γνωρίζω την ημέραν, κατά την οποίαν θα λάβη τέλος η ζωη μου.
Γεν. 27,3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
Γεν. 27,3 Παρε λοιπόν τα κυνηγετικά σου σύνεργα, την φαρέτραν με τα βέλη και το τοξον, έβγα έξω εις την πεδιάδα και φέρε μου κάτι από το κυνήγιον.
Γεν. 27,4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
Γεν. 27,4 Μαγείρευσέ μου φαγητά, που μου αρέσουν, και φέρε μου να φάγω, δια να σε ευλογήσω με όλην μου την ψυχήν, πριν αποθάνω.
Γεν. 27,5 Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
Γεν. 27,5 Η Ρεβέκκα ήκουσε τους λόγους αυτούς, τους οποίους είπεν ο Ισαάκ προς τον υιόν του τον Ησαύ. Ο Ησαύ υπακούων στον πατέρα εξήλθεν εις την πεδιάδα, δια να κυνηγήση και φέρη εις αυτόν κυνήγιον.
Γεν. 27,6 Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος·
Γεν. 27,6 Η Ρεβέκκα όμως είπε προς τον Ιακώβ, τον νεώτερον υιόν της· “Για πρόσεξε· ήκουσα τον πατέρα σου να ομιλή και να λέγη προς τον αδελφόν σου τον Ησαύ·
Γεν. 27,7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
Γεν. 27,7 Φέρε μου κυνήγι και μαγείρεψέ μου φαγητά, δια να φάγω και να σου δώσω τας ευλογίας μου ενώπιον του Κυρίου, πριν αποθάνω.
Γεν. 27,8 νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
Γεν. 27,8 Τωρα λοιπόν, παιδί μου, άκουσέ με και κάμε ο,τι εγώ θα σε συμβουλεύσω.
Γεν. 27,9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
Γεν. 27,9 Πηγαινε εις τα πρόβατα, πάρε και φέρε μου δύο ερίφια τρυφερά και καλοθρεμμένα και εγώ θα μαγειρεύσω από αυτά φαγητά, που αγαπά ο πατέρας σου.
Γεν. 27,10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
Γεν. 27,10 Αυτά θα τα προσφέρης στον πατέρα σου, δια να φάγη και να δώση εις σε τας ευλογίας του, πριν αποθάνη”.
Γεν. 27,11 εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
Γεν. 27,11 Είπε δε ο Ιακώβ προς την μητέρα του την Ρεβέκκαν· “ο Ησαύ ο αδελφός μου είναι δασύτριχος, ενώ εγώ είμαι λείος.
Γεν. 27,12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
Γεν. 27,12 Φοβούμαι, λοιπόν, μήπως με ψηλαφήση ο πατήρ μου, αναγνωρίση ότι είμαι ο Ιακώβ και με θεωρήση ως ασεβή και απατεώνα· οπότε υπάρχει φόβος να επισύρω εναντίον μου όχι την ευλογίαν του αλλά την κατάραν”.
Γεν. 27,13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
Γεν. 27,13 Απήντησε δε εις αυτόν η μητέρα του· “επάνω μου ας πέση η κατάρα σου αυτή, τέκνον μου· μόνον άκουσε αυτό, που σου είπα, και πήγαινε να μου φέρης τα ερίφια”.
Γεν. 27,14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
Γεν. 27,14 Επήγεν ο Ιακώβ και έφερε τα ερίφια εις την μητέρα του, η οποία και εμαγείρευσεν από αυτά φαγητά, καθώς τα επροτιμούσε ο πατέρας του.
Γεν. 27,15 καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
Γεν. 27,15 Ελαβεν η Ρεβέκκα την στολήν του μεγαλυτέρου υιού της του Ησαύ, την καλήν, που ευρίσκετο στον οίκον της, ενέδυσε με αυτήν τον νεώτερον υιόν της τον Ιακώβ,
Γεν. 27,16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
Γεν. 27,16 περιέβαλε με τα δέρματα των εριφίων τους βραχίονάς του και το γυμνόν μέρος του τραχήλου του
Γεν. 27,17 καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
Γεν. 27,17 και έδωσε τα φαγητά και τους άρτους, που είχε κατασκευάσει, εις τα χέρια του παιδιού της, του Ιακώβ.
Γεν. 27,18 καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
Γεν. 27,18 Ο δε Ιακώβ προσέφερεν αυτά στον πατέρα του και του είπε· “πάτερ”. Εκείνος δε του απήντησε· “εδώ είμαι, ποιός είσαι, παιδί μου;”
Γεν. 27,19 καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
Γεν. 27,19 Και είπεν ο Ιακώβ προς τον πατέρα του· “εγώ είμαι, ο Ησαύ, ο υιός σου ο πρωτότοκος. Εκαμα, όπως μου είπες. Σηκω κάθισε και φάγε από το κυνήγι μου, δια να με ευλογήση η ψυχή σου”.
Γεν. 27,20 εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
Γεν. 27,20 Ο Ισαάκ είπεν στο παιδί του· “πως συνέβη αυτό, ώστε τόσον σύντομα να εύρης το κυνήγι, παιδί μου;” Εκείνος απήντησεν· “ο Κυριος μου το παρέδωσε ενώπιόν μου”.
Γεν. 27,21 εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ.
Γεν. 27,21 Είπε δε ο Ισαάκ στον Ιακώβ· “έλα κοντά μου, παιδί μου, να σε ψηλαφήσω και να πεισθώ, εάν πράγματι συ είσαι ο υιός μου ο Ησαύ η όχι”.
Γεν. 27,22 ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.
Γεν. 27,22 Επλησίασεν ο Ιακώβ προς τον πατέρα του τον Ισαάκ, ο οποίος τον εψηλάφησε και του είπε· “η μεν φωνή είναι φωνή του Ιακώβ, οι δε χείρες είναι χείρες του Ησαύ”.
Γεν. 27,23 καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
Γεν. 27,23 Δεν ανεγνώρισε δε τον Ιακώβ, διότι αι χείρες αυτού, σκεπασμέναι με τα δέρματα, ήσαν δασείαι, όπως αι χείρες του αδελφού του Ησαύ. Ευλόγησεν αυτόν ο Ισαάκ
Γεν. 27,24 καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
Γεν. 27,24 και είπε· “συ λοιπόν είσαι ο υιός μου ο Ησαύ;” Εκείνος απήντησε· “ναι, εγώ είμαι”.
Γεν. 27,25 καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
Γεν. 27,25 Είπε τότε ο Ισαάκ· “παιδί μου, φέρε μου από το κυνήγι σου, δια να φάγω και να σε ευλογήσω με όλην μου την ψυχήν”. Ο Ιακώβ έφερεν στον πατέρα του και έφαγε· του έφερε επίσης οίνον και έπιε.
Γεν. 27,26 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
Γεν. 27,26 Μετά το φαγητόν ο πατήρ του ο Ισαάκ είπεν εις αυτόν· “παιδί μου, έλα κοντά μου και φίλησέ με”.
Γεν. 27,27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
Γεν. 27,27 Ο Ιακώβ επλησίασε και εφίλησε τον πατέρα του. Ο Ισαάκ ωσφράνθη την οσμήν των ενδυμάτων, που είχε φορέσει ο Ιακώβ, ευλόγησεν αυτόν και είπεν· “ιδού, αυτή είναι η οσμή του υιού μου, ωσάν οσμή αγρού γεμάτου χόρτα και άνθη, που τον ευλόγησεν ο Κυριος.
Γεν. 27,28 καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
Γεν. 27,28 Εύχομαι, παιδί μου, να σου δώση ο Θεός βροχήν από τον ουρανόν και ευφορίαν της γης, ώστε να έχης πλουσίαν την συγκομιδήν του σίτου και του οίνου.
Γεν. 27,29 καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
Γεν. 27,29 Λαοί να σε υπηρετήσουν και άρχοντες να σε προσκυνήσουν· να γίνης κύριος του αδελφού σου, και θα σε προσκυνήσουν οι απόγονοι του πατρός σου. Εκείνος που θα σε καταρασθή να είναι κατηραμένος και εκείνος που θα σε ευλογή, να είναι ευλογημένος από τον Θεόν”.
Γεν. 27,30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
Γεν. 27,30 Οταν έπαυσεν ο Ισαάκ να δίδη τας ευλογίας του στον υιόν του τον Ιακώβ και ο Ιακώβ ανεχώρησεν από την σκηνήν του πατρός του, ο Ησαύ, ο αδελφός του, επέστρεψεν από το κυνήγιόν του.
Γεν. 27,31 καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
Γεν. 27,31 Αμέσως δε παρεσκεύασε και αυτός φαγητά, τα προσέφερεν στον πατέρα του και του είπε· “ας σηκωθή ο πατέρας μου και ας φάγη φαγητά ετοιμασμένα από το Κυνήγιον του παιδιού του, δια να με ευλογήση με την ψυχήν του”.
Γεν. 27,32 καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ.
Γεν. 27,32 Ο πατήρ του ο Ισαάκ είπε προς αυτόν· “ποιός είσαι συ;” Εκείνος του απήντησεν· “εγώ είμαι το παιδί σου, το πρωτότοκο παιδί σου, ο Ησαύ”.
Γεν. 27,33 ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
Γεν. 27,33 Ο Ισαάκ εξεπλάγη πολύ, πάρα πολύ και είπε· “ποιός λοιπόν ήτο εκείνος, ο οποίος εβγήκεν εις κυνήγιον, μου έφερε και έφαγον από όλα, πριν συ έλθης, και τον ευλόγησα; Λοιπόν, αυτός θα είναι ο ευλογημένος”.
Γεν. 27,34 ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
Γεν. 27,34 Οταν ήκουσεν αυτά τα λόγια του πατρός του ο Ησαύ εκραύγασε με πολλήν πικρίαν και είπεν· “ευλόγησε, λοιπόν, και εμέ, πάτερ μου”.
Γεν. 27,35 εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
Γεν. 27,35 Του είπεν ο Ισαάκ· “ήλθεν ο αδελφός σου κα επήρε δολίως την ευλογίαν σου”.
Γεν. 27,36 καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
Γεν. 27,36 Είπεν ο Ησαύ με αγανάκτησιν “επιτυχώς και πολύ ταιριαστά του εδόθη το όνομο Ιακώβ, διότι ιδού δευτέραν φοράν με υπεσκέλισε και με ηπάτησε. Την πρώτην φοράν επήρε τα πρωτοτόκιά μου και τώρα επήρε και την ευλογίαν μου”. Είπε δε προς τον πατέρα του τον Ισαάκ· “πάτερ μου, δεν έμεινε λοιπόν και δι' εμέ καμμία ευλογία;”
Γεν. 27,37 ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
Γεν. 27,37 Απεκρίθη ο Ισαάκ και του είπε· “τον Ιακώβ, τον έκανα κύριόν σου και όλους τους αδελφούς του τους έκαμα υπηρετάς του. Τον ευχήθηκα να έχη πλούσια τα προϊόντα της γης, σίτον και οίνον. Τι λοιπόν να κάμω δια σε τώρα, παιδί μου;”
Γεν. 27,38 εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ καὶ ἔκλαυσεν.
Γεν. 27,38 Είπεν ο Ησαύ προς τον πατέρα του· “μήπως μία μόνον ευλογία υπάρχει εις σέ, πάτερ μου; Υπάρχουν ασφαλώς και άλλαι. Πατερ μου, ευλόγησε και εμένα”. Συνεκινήθη βαθύτατα ο Ισαάκ, διότι δεν ηδύνατο να κάμη τίποτε, ο δε Ησαύ εκραύγασε με μεγάλην φωνήν και έκλαυσε πικρά.
Γεν. 27,39 ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
Γεν. 27,39 Απαντών τότε ο Ισαάκ στους θρήνους του παιδιού του, του είπε· “ιδού· ένα μέρος από την εύφορον γην και από την δρόσον του ουρανού θα είναι η κατοικία σου.
Γεν. 27,40 καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
Γεν. 27,40 Θα ζης με το σπαθί σου, αλλά θα είσαι δούλος στον αδελφόν σου. Θα έλθουν όμως περιστάσεις, κατά τας οποίας θα κατεβάσης από τον τράχηλόν σου και θα αποτινάξης τον ζυγόν”.
Γεν. 27,41 Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
Γεν. 27,41 Ο Ησαύ από την ημέραν εκείνην και εντεύθεν εμνησικάκει και αγανακτούσε εναντίον του Ιακώβ δια την ευλογίαν, την οποίαν μετά δόλου επήρεν από τον πατέρα του. Είπε δε από μέσα του· “ας αποθάνη πρώτα ο πατέρας μου, ας έλθουν και ας περάσουν αι ημέραι του πένθους δια τον θάνατον του πατρός μου, και τότε εγώ θα φονεύσω τον αδελφόν μου τον Ιακώβ”.
Ἁγιογραφικό ἀνάγνωσμα. Ἑσπερινοῦ (Παροιμίες ΙΘ΄ 16-25).
Παρ. 19,16 ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
Παρ. 19,16 Εκείνος ο οποίος φυλάττει τας εντολάς του Θεού, διατηρεί επί μακρόν την ζωήν του και προφυλάσσει την ψυχήν του. Εκείνος όμως που αδιαφορεί δια την διαγωγήν του και τον τρόπον της ζωής του, θα εξολοθρευθή.
Παρ. 19,17 δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
Παρ. 19,17 Οποιος ελεεί τον πτωχόν δανείζει τον Θεόν. Ανάλογα δέ με την ελεημοσύνην του θα λάβη και εκ μέρους του Θεού την ανταπόδοσιν.
Παρ. 19,18 παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
Παρ. 19,18 Παιδαγώγει και μόρφωνε το παιδί σου με σύνεσιν, με στοργήν και με αυστηρότητα. Διότι έτσι θα υπάρξουν πολλαί καλαί ελπίδες προόδου και επιτυχίας του εις την ζωήν. Προτίμα την κατά Θεόν μόρφωσιν του παιδιού σου, και μη αλαζονεύεσαι δι' αυτόν η δια την περιουσίαν, την οποίαν τυχόν θα του αφήσης.
Παρ. 19,19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
Παρ. 19,19 Ο κακόμυαλος άνθρωπος θα υποστή πολλάς τιμωρίας. Εάν δέ, σαν άλλη καταστρεπτική επιδημία, σκορπίζη το κακόν και την συμφοράν, θα διακινδυνεύση να χάση και αυτήν την ζωήν του.
Παρ. 19,20 ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ᾿ ἐσχάτων σου.
Παρ. 19,20 Ακουε, παιδί μου, και συμμορφώσου προς την παιδαγωγίαν του πατρός σου, δια να γίνης και να μείνης σοφός μέχρι των γηρατείων σου.
Παρ. 19,21 πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει.
Παρ. 19,21 Πολλοί και διάφοροι και παροδικοί λογισμοί και σχέδια πλημμυρίζουν την καρδίαν του ανθρώπου. Αλλά η βουλή του Κυρίου μένει πάντοτε η ιδία, αγαθή και ωφέλιμος.
Παρ. 19,22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης.
Παρ. 19,22 Εις κάθε άνθρωπον η ελεημοσύνη είναι καρπός ωφέλιμος δι' αυτόν τον ίδιον. Προτιμότερος και καλύτερος είναι ο δίκαιος πτωχός από τον ψεύστην πλούσιον.
Παρ. 19,23 φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις.
Παρ. 19,23 Ο φόβος και η ευλάβεια προς τον Κυριον οδηγεί τον άνθρωπον εις την αληθινήν και μακαρίαν ζωήν. Εκείνος όμως που δεν φοβείται τον Θεόν, θα κατοικήση εις τόπους, όπου δεν υπάρχει η αληθινή γνώσις αλλ' επικρατεί το σκότος της πλάνης.
Παρ. 19,24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς.
Παρ. 19,24 Ο οκνηρός, που κρύβει και σταυρώνει τα χέρια του στο στήθος του από τεμπελιά, με αυτά τα χέρια του δεν θα προσφέρη τροφήν στο στόμα του.
Παρ. 19,25 λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
Παρ. 19,25 Οταν ο διεφθαρμένος και επιβλαβής εις την κοινωνίαν άνθρωπος τιμωρήται με μαστιγία, και αυτός ακόμη ο ασύνετος βλέπων την τιμωρίαν γίνεται προσεκτικός. Εάν ελέγχης άνδρα συνετόν, θα αντιληφθή το σφάλμα του και θα διορθωθή.
http://www.imgap.gr/file1/AG-Pateres/AG%20KeimenoMetafrasi/PD/26.%20Paroimies.htm
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου