Σελίδες

Κυριακή 28 Ιουλίου 2024

Κυριακή E’ Ματθαίου: Ὁμιλία περί τοῦ μή ζητεῖν ἀνταπόδοσιν παρά τῶν εὐεργετηθέντων (Ἀρχιεπίσκοπος Ἀστραχάν καί Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Ματθ. η’ 28 – θ’ 1)Ὁ εὐεργετηθείς, ὅταν δείχνει ἀχαριστία πρὸς τὸν εὐεργέτη του ἁμαρτάνει.

Μπορεῖ ὅμως καὶ ὁ εὐεργέτης νὰ ἁμαρτάνει μὲ κάποιο τρόπο;

Μπορεῖ ἡ ἀρετὴ νὰ μεταβληθεῖ σὲ ἁμαρτία;
Πότε ἡ εὐεργεσία εἶναι δοσοληψία καὶ ὄχι δῶρο;

Ποιὰ εἶναι ἡ ἀληθινὴ εὐεργεσία, πῶς γίνεται καὶ ποία ἡ αὐτῆς ἀνταπόδοση;

Ὅταν εὐεργετοῦμε πρέπει νὰ περιμένουμε ἀνταπόδοση; Καί, ἄν ναί, ἀπὸ ποιόν;
Μπορεῖ νὰ ἔχει ὄφελος ὁ εὐεργέτης ἀπὸ τὴν ἀχαριστία τοῦ εὐεργετηθέντος;
Πρέπει ὁ εὐεργέτης νὰ σκανδαλίζεται ἀπὸ τὴν ἀχαριστία τοῦ εὐεργετηθέντος;

Κυριακὴ E’ Ματθαίου

Ὀμιλία περὶ τοῦ μὴ ζητεῖν ἀνταπόδοσιν παρὰ τῶν εὐεργετηθέντων

Ἀρχιεπίσκοπος Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρος Θεοτόκης


Μὴ παραδράμωμεν, ἀδελφοί, ἀπερισκέπτως τὴν πρὸς τοὺς ἀχαρίστους Γεργεσηνοὺς ἀνεξικακίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διότι ἡ περὶ αὐτὴν σκέψις διδάσκει τὴν διόρθωσιν τῆς ἁμαρτίας, εἰς τὴν ὁποίαν σχεδὸν πάντες ἀνεπαισθήτως περιπίπτομεν.

Ἡμεῖς ἐκ συνηθείας κακίζομεν ἀσυλλογίστως κατ’ ἐκείνων, οἵτινες ἀχάριστοι γίνονται πρὸς τὰς εὐεργεσίας ἡμῶν. Καὶ ὅτι μὲν ἡ ἀχαριστία ἐστὶν ἁμαρτία μεγάλη, ἐφανέρωσε τοῦτο ὁ θεάνθρωπος Ἰησοῦς, ὅταν εἶδε τῶν δέκα λεπρῶν τὴν ἀχαριστίαν· αὐτοὶ καὶ οἱ δέκα ὁμοῦ ὑψώσαντες τὴν φωνήν, ἐκραύγασαν μεγαλοφώνως· «Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς» (Λουκ. ιζ΄, 13)· καὶ ὁ μὲν Ἰησοῦς σπλαγχνισθεῖς εἶπε πρὸς αὐτούς· Ὑπάγετε πρὸς τοὺς ἱερεῖς καὶ δείξατε αὐτοῖς τὰ λελεπρωμένα ὑμῶν μέλη· ἐκεῖνοι δέ, προθύμως ὑπακούσαντες εἰς τὸ θεῖον αὐτοῦ πρόσταγμα, ἔτρεξαν πρὸς τοὺς ἱερεῖς· ἀλλὰ πρὶν ἤ φθάσωσιν, ἤγουν ἐν αὐτῇ τῇ ὀδῷ, ἐκαθαρίσθησαν· εἷς δὲ μόνος ἐξ αὐτῶν Σάμαρείτης, ὑπέστρεψεν εὐθὺς πρὸς τὸν Ἰησοῦν Χριστὸν «καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ» (Λουκ. ιζ΄, 16). Τότε οὖν ὁ Ἰησοῦς ἤλεγξε τῆς ἀχαριστίας τὴν ἁμαρτίαν, εἰπών· «οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἑννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰμὴ ὁ ἀλλογενὴς οὖτος» (Λουκ. ιζ΄, 17-18); Ὁ ἀχάριστος ἀθετεῖ τοὺς νόμους οὐ μόνον τῆς λογικῆς, ἀλλὰ καὶ τῆς ἀλόγου φύσεως· διότι καὶ τὰ ἄλογα ζῶα εὐεργετούμενα, δεικνύουσιν, ὅπως δύνανται, τὴν πρὸς τοὺς εὐεργετοῦντας αὐτὰ ἀνθρώπους εὐχαριστίαν· τοῦτο δὲ ἐστὶν ἐκεῖνο, διὰ τοῦ ὁποίου ὁ Θεὸς ἤλεγχε τοὺς εἰς τὰς ἀμέτρους εὐεργεσίας Αὐτοῦ ἀγνώμονας Ἰσραηλίτας. Καὶ ὁ βοῦς, ἔλεγεν αὐτοῖς διὰ τοῦ Προφήτου Ἠσαΐου, γνωρίζει τὸν εὐεργέτην αὐτοῦ, καὶ ὁ ὄνος διακρίνει τὴν φάτνην τοῦ δεσπότου αὐτοῦ, ὑμεῖς δὲ οἱ Ἰσραηλῖται οὐδὲ γνωρίζετε, οὐδὲ διακρίνετε τῶν εὐεργεσιῶν μου τὸ πλῆθος «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δὲ μὲ οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν» (Ἠσ. α΄, 3). Ἁμαρτάνει, ναί, ὁ ἀχάριστος κατὰ πάντων τῶν νόμων· ἐπειδὴ καὶ ἡ αἰσθητικὴ φύσις καὶ ἡ λογικὴ διάκρισις καὶ ὁ Θεὸς θέλει εὐχαριστίαν· πλὴν καὶ αὐτὸς ὁ εὐεργέτης, ὅταν ἀγανακτῇ κατὰ τοῦ ἀχαρίστου, ἀπολεῖ τῆς εὐεργεσίας τὸν μισθὸν καὶ ἁμαρτάνει βαρέως.

Ἀμαρτάνει ὁ ἀχάριστος ἁμαρτίαν μεγάλην, πλὴν μίαν μόνην τὴν ἁμαρτίαν τῆς ἀχαριστίας· ὁ δὲ εὐεργέτης, ὅταν ζητῇ ἀνταπόδοσιν, καὶ οὐ λαμβάνῃ, τότε πίπτει εἰς πολλὰς ἁμαρτίας· πίπτει εἰς τὸν θυμόν, εἰς τὴν κατάκρισιν, εἰς τὸ μῖσος· ἐκριζοῖ ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν πρὸς πλησίον ἀγάπην καὶ τὴν εὐεργετικὴν προαίρεσιν· ὁ μὲν ἀχάριστος, ὅσον καὶ ἄν ἦ σκληροκάρδιος, αἰσθάνεται τῆς ἁμαρτίας αὐτοῦ τὸ βάρος, διὸ καὶ ἐλπὶς ἐστίν, ἵνα ὀψέποτε μετανοήσῃ καὶ κατασταθῇ εὐγνώμων πρὸς τοὺς εὐεργέτας· ὁ δὲ εὐεργέτης, ἐπειδὴ στοχάζεται, ὅτι ἔχει μέγα δικαίωμα, ἵνα ζητῇ παρὰ τοῦ ὑπ’ αὐτοῦ εὐεργετηθέντος τὴν ἀνταπόδοσιν, οὐ μόνον οὐ μετανοεῖ, ἀλλ’ οὐδὲ γνωρίζει τὴν ἁμαρτίαν αὐτοῦ· ὅθεν οὐδεμία ἐλπὶς ἐστὶν ἐπιστροφῆς καὶ διορθώσεως τῶν τοιούτων ἁμαρτημάτων.

Ἡ εὐεργεσία ἐστὶν ἀρετὴ πολλὰ μεγάλη· ἐπειδὴ ἐστι καρπὸς τῆς ἀγάπης, ἐστὶν αὐτὴ ἡ ἀγάπη ἐνεργουμένη· ἡ πονηρία ὅμως τῆς ἀνθρωπίνης προαιρέσεως μεταβάλει τὴν ἀρετὴν εἰς ἁμαρτίαν, διαστρέφει ἡ διεφθαρμένη προαίρεσις τὸν ὀρθὸν σκοπὸν τῆς εὐεργεσίας· διὸ ἡ ἀρετὴ μεταβάλλεται εἰς κακίαν, ἤ, ἵνα ὀρθότερον εἴπω, ἡ μεγάλη ἀρετὴ γίνεται ἀφορμὴ πολλῶν ἁμαρτημάτων.

Ἄνθρωπε, διὰ τὶ ἀγανακτεῖς κατὰ τοῦ ἀχαρίστου; σὺ βέβαια ἀγανακτεῖς, ἤ ἐπειδὴ οὐδεμίαν ἀνταπόδοσιν ἔλαβες ἤ ἐπειδὴ οὐκ ἔλαβες ἀμοιβὴν ἀνάλογον τῆς εὐεργεσίας σου ἤ ἐπειδὴ ἀντέλαβες πονηρὰ ἀντὶ ἀγαθῶν. Λοιπόν, ὅταν εὐηργέτησας, ἐπέβλεπες εἰς τὴν ἀνταπόδοσιν· ἀγαθοποίησας, ἵνα ἀγαθοποιηθῇς· ἔδωκας, ἵνα λάβῃς· ἡ εὐεργεσία σου, λοιπόν, οὐκ ἔστιν εὐεργεσία, ἀλλὰ δάνειον· διότι ὁ δανειστὴς δίδωσιν, ἵνα πάλιν λάβῃ· ἡ εὐεργεσία σου οὐκ ἔστιν εὐεργεσία, ἀλλὰ πραγματεία· διότι ὁ πραγματευτὴς δίδωσι τοῦτο, ἵνα λάβῃ ἐκεῖνο· ἄλλο δὲ τὸ δάνειον ἐστὶ καὶ ἡ πραγματεία καὶ ἄλλο ἡ εὐεργεσία· ἐκεῖνα εἰσὶ δοσοληψίαι, αὐτὴ ἐστὶ χάρις καὶ δῶρον· ἐὰν ζητῇς τὴν ἀνταπόδοσιν, διὰ τὶ ἀρπάζεις τῆς εὐεργεσίας τὸ ὄνομα καὶ λέγεσαι εὐεργέτης; ἐὰν δὲ ὀνομάζεσαι εὐεργέτης, διὰ τὶ ζητεῖς ἀνταπόδοσιν δι’ ἐκεῖνο, ὅπερ ἐχάρισας, ὅταν λέγῃς, ὅτι εὐεργετεῖς, ἔπειτα ζητῇς ἀνταπόδοσιν, τότε γίνεσαι ὑποκριτὴς καὶ ἀπατεών, τότε ἀπατᾷς τὸν κόσμον· διότι οἱ μὲν ἄνθρωποι, ἀκούοντες ὅτι εὐεργετεῖς καὶ βλέποντες ὅτι δίδεις χωρὶς συναλλακτικῶν γραμμάτων καὶ ἐγγράφου συμφωνίας, ἐπαινοῦσί σε ὡς εὔσπλαγχνον εὐεργέτην· σὺ δὲ τῷ μὲν λόγῳ φαίνεσαι εὐεργέτης, τῷ δὲ ἔργῳ ὑπάρχεις δανειστὴς ἤ τέλειος πραγματευτής.


Ἔστω, λέγουσι τινές· ἡμεῖς οὐδὲ περισσότερα, οὐδὲ ἴσα, οὐδὲ ὀλιγώτερα ζητοῦμεν παρὰ τῶν εὐεργετηθέντων· ἀλλ’ ὅτε ἐκεῖνος, ὅν εὐηργετήσαμεν, γίνεται διώκτης καὶ ἐπίβουλος καὶ συκοφάντης καὶ προδότης ἡμῶν, τότε τοῦτο ταράττει τὰ σπλάγχνα ἡμῶν, τοὺτο ἐστὶ τὸ ἀφόρητον. Τοῦτο, ἀδελφοί, ταράττει, ἐπειδὴ πεπεισμένοι ἐσμέν, ὅτι ἔχομεν δικαίωμα ἐπάνω εἰς τοὺς εὐεργετηθέντας καὶ ἐγκεκολαμμένη ἐστὶν εἰς τὴν φαντασίαν ἡμῶν ἤ ἔννοια τῆς ἀνταποδόσεως· τοῦτο γίνεται ἀφόρητον, ἐπειδὴ εὐεργετοῦμεν ἔχοντες τὸν σκοπόν, ὅν εἶχον οἱ ἐθνικοὶ καὶ εἰδωλολάτραι· τοῦτο ταράτττει καὶ ἔστιν ἀφόρητον, ἐπειδὴ οὐ γινώσκομεν τὶ ἐστὶν εὐεργεσία, καὶ διὰ ποίαν αἰτίαν εὐεργετοῦμεν.


Ὅστις θέλει νὰ μάθῃ ποῖον ἐστὶ τῆς εὐεργεσίας τὸ ὕψος καὶ ἡ ἀρετὴ καὶ ἡ χάρις, ἐκεῖνος πρέπον ἐστὶν, ἵνα ἀπέλθῃ εἰς τὸ σχολεῖον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐκεῖ αὐτὸς ἀκούει τὰ περὶ τῆς ἀληθινῆς εὐεργεσίας μαθήματα· ἐκεῖ μανθάνει τὶς ἐστὶν ἡ ἀληθὴς εὐεργεσία καὶ πῶς γίνεται καὶ ποία ἡ αὐτῆς ἀνταπόδοσις· ἐκεῖ διακρίνει καὶ τὸ τὶς ἐστὶν ἡ ψευδευεργεσία καὶ τίνες ποιοῦσιν αὐτήν· πληροφορεῖται δέ, ὅτι ἡ τοιαύτη εὐεργεσία ἐστὶ πολλὰ εὐτελὴς καὶ μικροπρεπὴς καὶ οὐδεμίαν ἔχει χάριν· ἐκεῖ διδάσκει ὁ πανάγιος διδάσκαλος, λέγων· «ὅταν ποιῇς ἄριστον ἤ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους» (Λουκ. ιδ΄, 12)· ἀλλὰ διὰ τὶ τοῦτο; «Μήποτε», λέγει, «καὶ αὐτοὶ σὲ ἀντικαλέσωσι καὶ γένηταί σοι ἀνταπόδομα». Ἀκούεις πόσον μακρὰν διώκει ἀπὸ τῆς καρδίας τοῦ εὐεργέτου τὸν σκοπὸν τῆς ἀνταποδόσεως; Ἄκουσον δὲ καὶ πόσον ἀσφαλίζει τὴν ψυχὴν αὐτοῦ ἀπὸ τοῦ τοιούτου μεγάλου πειρασμοῦ· «Ἀλλ’ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς» (Λουκ. ιδ΄, 13)· ἰδοὺ πῶς ἐκσπᾷ ῥιζόθεν πᾶσαν ἐλπίδα ἀνταποδόσεως. Τοιουτοτρόπως οὖν νομοθετήσας περὶ εὐεργεσίας καὶ διδάξας τὶς ἐστὶν ἡ ἀληθὴς εὐεργεσία, δείκνυσιν εὐθὺς καὶ τὸ πόσον ἐστὶ μεγάλη καὶ ὑψηλὴ ἡ τοιαύτη ἀρετὴ καὶ ποίαν ἔχει τὴν ἀνταπόδοσιν, ὅταν οὐκ ἐπιβλέπῃ τὰ ἀπὸ τῶν εὐεργετηθέντων ἀνταποδόματα· «Καὶ μακάριος», λέγει, «ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀποδοῦναί σοι· ἀνταποδοθήσεται γὰρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων» (Λουκ. ιδ΄, 14). Ὅστις οὖν εὐεργετεῖ ταύτην τὴν ἀληθινὴν εὐεργεσίαν ἐκεῖνος συντάσσεται εἰς τὴν τάξιν τῶν μακαρίων καὶ λαμβάνει ἀνταπόδοσιν αἰώνιον μετὰ τῶν δικαίων, ὅταν ἀναστηθῶσι πάντες οἱ ἄνθρωποι καὶ παρασταθῶσιν ἐνώπιον τοῦ δικαίου κριτοῦ. Ἀκούσατε νῦν καὶ τὸ πόσον ἐξευτελίζει τὴν εὐεργεσίαν, ὅταν ὁ εὐεργέτης ἐπιβλέπῃ εἰς τὴν τοῦ εὐεργετηθέντος ἀνταπόδοσιν· «Καὶ ἐὰν ἀγαθοποιῆτε, λέγει, τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμὶν χάρις ἐστίν» (Λουκ. στ΄, 33); Ἀλλὰ διὰ τὶ ἡ τοιαύτη εὐεργεσία ἐστὶν ἐστερημένη πάσης ἀρετῆς καὶ χάριτος; Διότι οὐκ ἔστιν ἀληθὴς εὐεργεσία, ἀλλ’ ὑπόκρισις· ἐργασία ἐστὶν αὐτὴ τῶν ἁμαρτωλῶν ἀνθρώπων· «Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι» (Λουκ. στ΄, 33). Βλέπετε, λοιπόν, ὅτι ἡ μὲν ἀληθὴς εὐεργεσία ἐστὶν ἔργον τῶν δικαίων, ἡ δὲ ψευδευεργεσία ἐπιτήδευμα τῶν ἁμαρτωλῶν.


Ἀληθῶς δὲ πάντες οἱ ἅγιοι ἄνθρωποι εὐηργέτουν, μηδένα σκοπὸν ἔχοντες ἐπιγείου ἀνταποδόσεως· οἱ ἅγιοι προφῆται καὶ διὰ τῆς συμβουλῆς αὐτῶν καὶ διὰ τοῦ προφητικοῦ καὶ προορατικοῦ κηρύγματος καὶ διὰ τῶν θαυμάτων εὐηργέτουν τοὺς βασιλεῖς, τοὺς ἱερεῖς, τοὺς ἄρχοντας, ὅλον τὸν λαὸν τῶν Ἰουδαίων, ἀνταπόδοσιν δὲ οὐδεμίαν ἤθελον παρὰ τῶν εὐεργετουμένων. Ὁ Νεεμὰν ὁ ἄρχων τῆς Συρίας, ἰδὼν ὅτι ὁ προφήτης Ἐλισσαῖος ἐκαθάρισεν αὐτὸν ἀπὸ τῆς λέπρας, προσέφερεν αὐτῷ δῶρα καὶ παρακάλεσε καὶ ἐβίασεν αὐτόν, ἵνα δεχθῇ αὐτά· «Καὶ νῦν λάβε», εἶπεν ὁ Νεεμάν, «τὴν εὐλογίαν τοῦ δούλου σου» (Δ΄ Βασ. στ΄, 15-16)· ἀλλ’ ἆρά γε ἔλαβεν ἐξ αὐτῶν ὁ Ἐλισσαῖος κἄν μικρὸν τι; οὐχί· «Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, ᾦ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε». Ποῖα δὲ ἀνταποδόματα ἀνταπέδωκαν αὐτοῖς οἱ εὐεργετούμενοι; Πονηρὰ ἀντὶ ἀγαθῶν. Τὸν Ἠσαΐαν ἔπρισαν ἐν ξυλίνῳ πρίονι, τὸν Ἰερεμίαν ἐλίθασαν, τὸν Ἠλίαν κατεδίωξαν, τὸν Μιχαίαν ἐῤῥάπισαν, τὸν Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ἐνέβαλον, τὸν Ζαχαρίαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἀπέκτειναν· αὐτοὶ δὲ, κἄν ταῦτα προέβλεπον, ἐπειδὴ ὅμως οὐκ εἰς τὰς ἐπιγείους ἀμοιβὰς ἐπέβλεπον, διὰ τοῦτο οὐκ ἔπαυσαν νουθετοῦντες, κηρύττοντες, ὠφελοῦντες, παντὶ τρόπῳ τὸ θειότατον τῆς εὐεργεσίας ποιοῦντες.

Εἰς τοὺς θεοκήρυκας ἀποστόλους ἐφανέρωσεν ὁ θεάνθρωπος ποίας ἀνταμοιβὰς δι’ αὐτοὺς ἑτοιμάζουσιν οἱ ὑπ’ ἀυτῶν εὐεργετηθέντες μέλλοντες· «Ἐπιβαλλοῦσιν», εἴπεν, «ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον· παραδοθήσεσθε δὲ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου» (Λουκ. κα΄, 12). Τὶ δέ; ἐδίστασαν ἆρά γε αὐτοί, ταῦτα ἀκούσαντες ἤ ἐφοβήθησαν ἤ ἔκλεισαν τῆς ἀγαθοποιΐας τὰς χεῖρας; ἀπεστράφησαν ἆρά γε τὸ ἀγαθοποιεῖν ὡς τοσούτων κακῶν πρόξενον; οὐχί· διῆλθον μεγαλοψύχως πᾶσαν τὴν γῆν, πᾶσαν τὴν οἰκουμένην, διδάσκοντες, φωτίζοντες, θαυματουργοῦντες, ἐκχέοντες ἐπὶ πάντας τὰ σωτήρια τῆς εὐεργεσίας νάματα· Διὰ τὶ δὲ αὐτοὶ οὐκ ἐζήτουν ἀνταπόδοσιν ἀπὸ τῶν εὐεργετηθέντων, κἄν εἶχον δικαίωμα, ὡς ἔγραφεν ὁ Παῦλος πρὸς τοὺς Κορινθίους; «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἶ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θεριοῦμεν; εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ» (Α΄ Κορ. θ΄, 11-12). Αὐτοὶ οὐκ ἐπέβλεπον εἰς τὰς ἀμοιβὰς τὰς εὐτελεῖς καὶ προσκαίρους, ἐπειδὴ περιέμενον τὴν ἀνταπόδοσιν τὴν πανυπέρτιμον καὶ οὐράνιον· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὅν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος Κριτής» (Τιμ. δ΄, 7-8). Ἀκούετε πόθεν αὐτοὶ περιέμενον τὴν ἀνταπόδοσιν τοῦ ἀγῶνος, ὅν ὑπέμειναν, ἵνα εὐεργετήσωσι τὸν πλησίον; οὺ παρὰ τῶν εὐεργετηθέντων ἀνθρώπων· διότι οἱ ἄνθρωποι εἰσὶν ἄδικοι· ἀλλὰ παρὰ τοῦ θεοῦ, ὅστις ἐστὶ δίκαιος κριτής. Ἀκούετε πότε αὐτοὶ περιέμενον τὴν ἀνταπόδοσιν τῶν πρὸς τοὺς ἀνθρώπους εὐεργεσιῶν αὐτῶν; οὐκ ἐν τῷ καιρῷ τούτῳ, ἐπειδὴ ὁ παρὼν καιρὸς οὐκ ἔστι καιρὸς ἀνταποδόσεως, ἀλλ’ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἤγουν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθ’ ἥν ὁ Θεὸς ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπειδὴ δὲ πεπληροφορημένοι ἦσαν οἱ τρισμακάριοι, ὅτι ἡ ἀχαριστία τῶν εὐεργετουμένων γίνεται εὐεργεσία τοῦ εὐεργέτου· καθότι ὁ Θεός, ὅσον ἀχάριστοι γίνονται οἱ εὐεργετούμενοι, τόσον περισσοτέρους στεφάνους πλέκει διὰ τοὺς εὐεργέτας· διὰ τοῦτο μετὰ τοσαύτης μεγαλοψυχίας ὑπέφερον τὰ κακὰ ἀντὶ ἀγαθῶν καὶ ὑπέμενον τὴν ἀχαριστίαν τῶν ἀχαρίστων, ὥστε ὑβριζόμενοι εὐλόγουν, «διωκόμενοι ὑπέφερον, βλασφημούμενοι παρεκάλουν» (Α’ Κορ. δ΄, 12-13). Ὤ τοῦ θαύματος! οὐκ ἦσαν ἄνθρωποι καὶ αὐτοί, ὥσπερ καὶ ἡμεῖς; οὐκ ἐφόρουν καὶ αὐτοὶ σάρκα καὶ παθήματα, καθὼς καὶ ἡμεῖς; ναί· ἀλλ’ αὐτοὶ οὐκ ἔβλεπον κάτω εἰς τὴν γῆν, ἀλλ’ ἄνω εἰς τὸν οὐρανόν· αὐτοὶ οὐδὲν ἄλλο ἔβλεπον εἰμὴ τὸ παράδειγμα τοῦ ἀρχηγοῦ καὶ τελειωτοῦ τῆς πίστεως, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἰς αὐτὸν εἶχον ἀφιερωμένα τὰ ὄμματα· ὅθεν μετὰ ὑπομονῆς ἔτρεχον εἰς τοὺς προκείμενους ἀγῶνας· «Δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν» (Ἑβρ. ιβ΄, 1-2). Ἐὰν οὖν καὶ ἡμεῖς ἀφιερώσωμεν τῆς ψυχῆς καὶ τῆς καρδίας ἡμῶν τὰ ὄμματα πρὸς αὐτόν, τότε οὐδὲν λογιζόμενοι τὴν ἀχαριστίαν, ἀλλ’ εὐεργετοῦντες λαμβάνομεν ἀμάραντον στέφανον.


Αὐτὸς μετὰ τὸ βάπτισμα, ὅ ἐκήρυξεν ὁ Ἰωάννης, «διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου» (Πραξ. ι΄, 38)· αὐτὸς τοὺς πεινῶντας ἐχόρτασε, τοὺς τυφλοὺς ἐφώτισε, τοὺς λεπροὺς ἐκαθάρισε, τοὺς παραλύτους συνέσφιγξε, τοὺς συγκύπτοντας ἀνόρθωσεν, εἰς τοὺς κωφοὺς ἔδωκεν ἀκοήν, εἰς τοὺς ἀλάλους λαλιάν, εἰς τοὺς ἀσθενεῖς ὑγείαν, εἰς τοὺς δαιμονιζομένους λύτρωσιν, εἰς τοὺς νεκροὺς ζωήν, εἰς πάντας τοὺς πάσχοντας ἰατρείαν. Ἀντὶ δὲ τῶν εὐεργεσιῶν αὐτοῦ τὶ ἀνταπέδωκαν αὐτῷ οἱ Ἰουδαῖοι; Προδοσίαν, συκοφαντίας, ἐμπαιγμούς, ῥαπίσματα, μάστιγας, φραγγέλωσιν, στέφανον ἀκάνθινον, προρφύραν χλεύης, κάλαμον ὀνειδισμοῦ, σταυρόν, χολὴν καὶ ὄξος. «Αὐτὸς δὲ λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει. αὐτός, ὡς ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ» (Α΄ Πετρ. β΄, 23 & Ἠσ. νγ΄, 7). Αὐτὸς ἕως ἐσχάτης αὐτοῦ ἀναπνοῆς οὐδόλως ἔπαυσεν εὐεργετῶν, ἀλλ’ ἐξέπνευσεν, ἔχων τὴν εὐεργεσίαν εἰς τὸ στόμα· «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τὶ ποιοῦσι» (Λουκ. κγ΄, 34). Χριστιανέ, σὺ ὑπάρχεις μαθητὴς τοῦ Ἰησοῦ Χριστοῦ· εὐηργέτει λοιπὸν πάντοτε πάντας· ἐκεῖνον διὰ τῆς συμβουλῆς σου, τοῦτον διὰ τῆς μεσιτείας σου· ἐκεῖνον διὰ τῶν χρημάτων σου, τὸν ἄλλον διὰ τῆς προστασίας σου· τοῦτον νουθέτησον, ἐκεῖνον ὑπηρέτησον, τὸν ἄλλον βοήθησον καθ’ οἱονδήποτε δύνασαι τρόπον. Ἡ εὐεργεσία ἐστὶν ἀρετὴ μεγάλη· ἐπειδὴ ἐστιν ὁ καρπὸς καὶ ἡ ἐκπλήρωσις τῆς ἀγάπης· αὔτη ἐτὶν ἡ ἐνεργουμένη ἀγάπη· δι’αὐτῆς ὁ Θεὸς γίνεται τοῦ ἀνθρώπου χρεώστης καὶ ὁ ἄνθρωπος γίνεται ὥσπερ θεὸς τοῦ ἀνθρώπου. Ὅταν δὲ εὐεργετῇς, πρόσεχε μὴ ἐξαχρειώσῃς τῆς εὐεργεσίας σου τὴν χάριν, ζητῶν ἀνταπόδοσιν ἤ σκανδαλιζόμενος κατὰ τῶν ἀχαρίστων· διότι, ὅσον οἱ εὐεργετηθέντες ἀθετοῦσι τῆς εὐχαριστίας τὸ χρέος, τόσον ὁ Θεὸς πολυπλασιάζει τῆς ἀνταποδόσεώς σου τοὺς στεφάνους· μὴ προτιμήσῃς τὴν ἀνταπόδοσιν τῶν ἀνθρώπων, ἥτις ἐστὶ πρόσκαιρος, τῆς ἀνταποδόσεως τοῦ Θεοῦ, ἥτις ἐστὶν αἰώνιος· ἔχε πάντοτε ἔμπροσθεν τῶν ὀφθαλμῶν σου τὸ παράδειγμα τοῦ εὐεργέτου καὶ σωτῆρός σου. Ποσάκις σὺ ἀχάριστος γίνεσαι εἰς τὰς εὐεργεσίας αὐτοῦ; καὶ ὅμως αὐτὸς οὐδέποτε παύει εὐεργετῶν σε· ἄκουε τὸ θεῖον αὐτοῦ πρόσταγμα· «Ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες» (Λουκ. στ΄, 35)· πίστευε δὲ εἰς τὴν θείαν αὐτοῦ ὑπόσχεσιν· «Καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ τοῦ ὑψίστου».

***

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)


***

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 189 – Έκδοσις 1840), πατώντας εδώ (7/7/2017)



https://alopsis.gr/κυριακή-e-ματθαίου-ομιλία-περί-του-μη/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου