Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Κυριακή 25 Σεπτεμβρίου 2022

Μοναχός Θηκαρᾶς. Προσευχές τοῦ 14ου αἰῶνα. Ἕκτη ὥρα, στιγμή δευτέρα



Στιγμὴ πρώτη.

Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου Κύριε· ὁ ἀχώρητος ἐν τοῖς οὐρανοῖς καὶ ἐν τοῖς ὑπὸ τὸν οὐρανὸν καὶ ἐν
ἅπασι· ὁ ποιήσας ἐν μέτρῳ τὰς φύσεις καὶ ὅρον θεὶς αὐταῖς
πρὸς ὑπόστασιν· ὁ μηδὲν τῶν γεγονότων παρὰ σεαυτῷ
ἔχων ἀόριστον, ἀλλ᾽ ἑκάστου τῶν ὄντων πέρας καὶ μέτρον
ἔχοντος, τῷ μεγέθει τοῦ κράτους σου περιορίζων· καὶ τῇ
ἀπείρῳ σου σοφίᾳ περιμετρῶν.


Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου· ὁ τὰς τῶν μεγίστων τούτων στοιχείων συνεζευγμένων αὐτῶν ἰδίᾳ ποιότητας διακρίνας, καὶ οὕτω συμφωνούντων καὶ διακρινομένων παντοδυνάμῳ σου νεύσει τὰ πάντα εἰς ἕνα κύκλον
ἐπιστῆσας· ὁ ἀνεκδιήγητον τὴν εἰς ἔχαστον τῶν στοιχείων
γένεσιν τῇ τε διαφορᾷ καὶ θεωρίᾳ καὶ ἐνεργείᾳ, θελήματα
μόνῳ ἀθρόον διακοσμήσας.
Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου· ὁ ὑπὲρ πάντας ὢν καὶ αἰῶνας καὶ φύσεις καὶ τόπους· ὁ τὴν ἀερίαν χώρω ὁρίζων· ὁ στεγάζων τὰ ὕδατα ἐπὶ τοῦ ἀέρος· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις· ὁ τὰς φύσεις τῶν ὄντων μεταστρέφων· ὁ ἰθύνων τὰς τῶν χρόνων περιελίξεις· ὁ τοὺς των
στῆρας σώματα ὄντας, τὸ πάντῃ ἀμήχανον· ἐν τοῖς σωμασιν, ὑπὸ κάτω τοῦ στερεώματος στερρεῶς ποιήσας το
ρεύεσθαι· ὁ ποιῶν θαυμάσια μεγάλα μόνος, ἔνδοξά τε καὶ
ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.


Διαδοχή


Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.
Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.
Τῷ σῷ παντοδυνάμῳ προστάγματι, ἡ γῆ καθ᾽ ὑδάτων ἐστήριχται· αἱ νεφέλαι τὰ ὕδατα ἀσχέτως βαστάζουσιν· ἢα γῆ τοὺς καρποὺς αὐτῆς κατὰ καιροὺς ἀποδίδωσι· τὰ ὄρη καθίσταται ἐν σταθμῷ καὶ αἱ νάται μένουσιν ἐν ζυγῷ.
Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου.


https://apantaortodoxias.blogspot.com/2022/08/blog-post_13.html

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible