Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Δευτέρα 7 Αυγούστου 2023

Κυριακή Η’ Ματθαίου: Ὁμιλία περί ἐλπίδος (Ἀρχιεπίσκοπος Ἀστραχάν καί Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Ματ. ιδ’ 14-22)

– Κάθε ψυχὴ ἀνθρώπου ἔχει ἀπὸ τὸν Θεὸν τῆς ἐλπίδος τὴν δύναμη.

– Οἱ ἄνθρωποι αναστρέφουμε τὸ δῶρο τῆς ἐλπίδος ποὺ μᾶς ἔδωσε ὁ Θεὸς καὶ ἀντὶ νὰ ἐλπίζουμε σὲ Αὐτόν, ἐλπίζουμε στοὺς ἀνθρώπους, στὰ χρήματα, τὰ ὑλικὰ πράγματα, τὰ ἀσθενή, τὰ φθαρτά, τὰ μεταβλητὰ καὶ πρόσκαιρα. Γιατὶ οἱ ἄνθρωποι τὸ κάνουν αὐτό;

– Οἱ ἐπὶ τὸν Θεὸν ἐλπίζοντες, οὐδέποτε μένουσιν ἐστερημένοι τῶν δωρεῶν Αὐτοῦ.

– Ἡ ἐλπὶς θυγάτηρ γνησία τῆς πίστεως.

– Ὁ ἄπιστος μὴν ἔχοντας ἐλπίδα στὸν Θεό, δὲν βρίσκει παρηγορία στὶς θλίψεις του.

***

Κυριακὴ Η’ Ματθαίου: Ὀμιλία περὶ ἐλπίδος

Ἀρχιεπίσκοπος Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρος Θεοτόκης


Τοῦ σημερινοῦ Εὐαγγελίου ἡ ἱστορία ἀναζωοποιεῖ, ὡς ἠκούσατε, τὴν ὑπὸ Θεοῦ εἰς τὴν καρδίαν παντὸς ἀνθρώπου φυτευθεῖσαν δύναμιν τῆς ἐλπίδος καὶ θαυμασίως διευθύνει αὐτὴν εἰς αὐτὸν τὸν δοτῆρα καὶ ἐκπληρωτὴν αὐτῆς τὸν Θεόν, λέγω, τὸν φιλανθρωπότατον καὶ παντοδύναμον· ἔχει ἀληθῶς κατὰ φύσιν πᾶσα ψυχὴ ἀνθρώπου τῆς ἐλπίδος τὴν δύναμιν· οὐδὲ κίνδυνοι, οὐδὲ ἀνάγκαι, οὐδὲ δυστυχίαι, οὐδὲ τόπος, οὐδὲ καιρός, οὐδὲ ἄλλο τὶ δύναται νὰ ἐκριζώσῃ ἀπὸ τῆς καρδίας τοῦ ἀνθρώπου τὴν δύναμιν τῆς ἐλπίδος· ἡ ἐλπὶς οὐκ ἐγκαταλείπει ἡμᾶς οὐδὲ κατὰ τὴν ἐσχάτην ὥραν τοῦ θανάτου, ἀλλὰ καὶ τότε συμπαροῦσα θαῤῥύνει καὶ ἐπαγγέλεται ὑγείαν καὶ ζωήν· αὐτὴ ἐνισχύει πάντα ἄνθρωπον εἰς πᾶν ἔργον καὶ εἰς πᾶσαν περίστασιν· ὁ γεωργὸς ὑποφέρει τῆς γεωργίας τὸν κόπον, ἐπειδὴ ἐλπίζει τοῦ καρποῦ τὸν θερισμόν· ὁ ναύτης καταφρονεῖ τοὺς κινδύνους τῆς θαλάσσης, ἐπειδὴ ἐλπίζει καὶ τὴν φυγὴν τῶν ναυαγίων καὶ τὴν ἀπόλαυσιν τοῦ κέρδους· ὁ ἀσθενὴς παρηγορεῖ τῆς ἀῤῥωστίας τοὺς πόνους, ἐπειδὴ ἐλπίζει τοῦ πάθους αὐτοῦ τὴν ἰατρείαν· ἡ ἐλπὶς τῆς ἀπαλλαγῆς παρηγορεῖ πάσας τὰς θλίψεις καὶ ἐλαφρύνει πάσας τὰς στεναχωρίας, ὅσας προξενοῦσιν οἱ διωγμοί, αἱ καταδρομαί, αἱ συκοφαντίαι, αἱ προδοσίαι καὶ πᾶσα ἄλλη λυπηρὰ περίστασις. Ἐὰν λείψῃ ἡ ἐλπίς, οὐδεὶς ἐπιχειρεῖ οὐδὲ κἄν ἕν ἔργον, οὐδεὶς εὑρίσκει παρηγορίαν εἰς ταύτην τὴν δυστυχῆ κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὴν ὁποίαν ἐξωρίσθημεν.

Μεγάλη βέβαια τοῦ Θεοῦ ἡ φιλανθρωπία! ἐστέρησε μὲν ὁ Θεὸς τὸν ἄνθρωπον διὰ τὴν ἁμαρτίαν αὐτοῦ τῆς τρυφῆς τοῦ παραδείσου· ἐξώρισεν αὐτὸν εἰς τὴν γῆν ταύτην· εἶπε τὸ «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου» (Γεν. γ΄, 17-19)· εἶπε τὸ «ἀκάνθας καὶ τριβόλους», ἤγουν θλίψεις, συμφοράς, ἀνάγκας, ἀῤῥωστίας, «ἀνατελεῖ σοι»· ἀφῆκεν ὅμως εἰς τὴν καρδίαν αὐτοῦ τὴν δύναμιν τῆς ἐλπίδος, ὡς παρηγορητικὸν ἀντίδοτον τῶν συμφορῶν καὶ βάλσαμον παρραμυθητικὸν τῶν θλιβερῶν αὐτοῦ περιστάσεων.

Πλήν, φεῦ τῆς δυστυχίας! ἐκεῖνο, ὅπερ συμβαίνει εἰς τὰς ἄλλας δυνάμεις τὰς ὑπὸ Θεοῦ ἐμφυτευθείσας εἰς τοῦ ἀνθρώπου τὴν φύσιν διὰ τὴν σωτηρίαν αὐτοῦ, τοῦτο αὐτὸ συμβαίνει καὶ εἰς τὴν δύναμιν τῆς ἐλπίδος. Ἐνέθηκεν ὁ Θεὸς εἰς τὴν φύσιν ἡμῶν τὴν ἐπιθυμίαν, ἵνα, προσηλώσαντες αὐτὸν ἐξ ὅλης καρδίας, κληρονομήσωμεν τὴν αἰώνιον αὐτοῦ βασιλείαν· ἡμεῖς δέ, ἀφιεροῦντες ὅλην τὴν ἐπιθυμίαν ἡμῶν εἰς τὴν γῆν καὶ ἀγαπῶντες ἐξ ὅλης καρδίας τὰ κτίσματα, τὰς σαρκικὰς ἡδονάς, τοῦ κόσμου τὴν ματαιότητα, ὑπόδικοι γινόμεθα τῆς αἰωνίου κολάσεως· ἐνέθηκεν ὁ Θεὸς εἰς τὴν φύσιν ἡμῶν τὸν θυμόν, τόνον καὶ νεῦρον τῆς ψυχῆς, ἵνα δι’ αὐτοῦ ἀνδριζώμεθα κατὰ τῶν πειρασμῶν τοῦ διαβόλου καὶ ἀντιπολεμῶμεν τῆς ἁμαρτίας τὰς προσβολάς· ἡμεῖς δὲ διὰ τοῦ θυμοῦ γεμίζομεν τὸ στόμα ἡμῶν ὕβρεων καὶ καθοπλίζομεν τὰς χεῖρας κατὰ τοῦ πλησίον· ὁ τεχνίτης κατεσκεύασε τὴν μάχαιραν πρὸς ὠφέλιμον χρῆσιν τῶν ἀνθρώπων· οἱ ἄνθρωποι καταχρῶνται τῆς μαχαίρας καὶ φονεύουσιν ἀλλήλους· Ὁ Θεὸς ἐμφύτευσεν εἰς τὰς καρδίας ἡμῶν τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν, ἵνα μετερχώμεθα αὐτὰ ὡς ὄργανα σωτηρίας· ἡμεῖς δέ, τούτων καταχρώμενοι, ποιοῦμεν αὐτὰ ὄργανα ἀπωλείας. Τὴν αὐτὴν κατάχρησιν ποιοῦμεν καὶ μετὰ τῆς ἐλπίδος· ἔδωκεν ἡμῖν ὁ Θεὸς τὸ μέγα τῆς ἐλπίδος δῶρον, ἵνα, ὅλως δι’ ὅλου εἰς Αὐτὸν ἐλπίζοντες, ἔχωμεν αὐτὴν κραταιὸν καταφύγιον τῶν σωματικῶν συμφορῶν καὶ λιμένα τῆς ψυχικῆς σωτηρίας ἀκύματον· ἡμεῖς δὲ ἀφιεροῦμεν ὅλην τὴν ἐλπίδαν ἡμῶν εἰς τοὺς ἄνθρώπους, εἰς τὰ ἀργύρια, εἰς τοὺς λίθους, εἰς πράγματα ἀσθενῆ καὶ μεταβλητὰ καὶ φθαρτὰ καὶ πρόσκαιρα· ὅθεν ἡ ἐλπὶς οὐ γίνεται ὠφέλιμος καὶ ψυχοσωτήριος, ἀλλ’ ἐπιβλαβὴς καὶ ψυχώλεθρος.

Ὁ Θεὸς καὶ διὰ λόγου ἐδίδαξε καὶ δι’ ἔργων ἐβεβαίωσεν, ὅτι εἰς αὐτὸν καὶ οὐχὶ εἰς τοὺς ἀνθρώπους πρέπει νὰ ἐλπίζωμεν, «μὴ πεποίθατε», εἶπεν, «ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία» (ψλμ. ρμε΄, 2)· σὺ δέ, ὦ ἄνθρωπε, καὶ κυβέρνησιν, καὶ τιμήν, καὶ πᾶν ἀγαθὸν οὐκ ἀπὸ τοῦ Θεοῦ, ἀλλ’ ἀπὸ τοῦ ἄρχοντος ἐλπίζεις· ὁ ἄρχων, ὡς ἄνθρωπος, ἐστὶ μεταβλητός· σήμερον σὲ ἀγαπᾷ καὶ σὲ προστατεύει, αὔριον σὲ μισεῖ καὶ σὲ καταδιώκει· ὁ ἄρχων, ὡς υἱὸς ἀνθρώπων, σήμερον κάθηται εἰς τὴν ὑψηλὴν τῆς εὐτυχίας καθέδραν, ὅθεν κραταιῶς περιθάλπει σε· αὔριον κατακρημνίζεται εἰς τὸν βαθὺν τῆς δυστυχίας χάνδακα, ὅθεν ἡ περίθαλψις αὐτοῦ οὐδὲν ὠφελεῖ σε· ὁ ἄρχων, ὥς ἄνθρωπος θνητός, αὔριον ἀποθνήσκει, σὺ δὲ μόνον μένεις γυμνὸς τῆς προστασίας αὐτοῦ, ἀλλὰ καὶ ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ μισούμενος· ἡμεῖς ἐλπίζομεν εἰς τοὺς συγγενεῖς ἤ εἰς τοὺς φίλους, ἀλλ’ αὐτοὶ ἔχουσιν ἤ δύναμιν ἀπροαίρετον ἤ προαίρεσιν ἀδύνατον, ἤγουν ἤ οὐδόλως θέλουσι, κἄν δύνωνται ἤ οὐδόλως δύνανται, κἄν προαιρῶνται βοηθῆσαι ἡμῖν· αὐτοὶ σήμερον ὑπόσχονται πολλὰ καὶ μεγάλα, αὔριον ἀθετοῦσι τὴν ὑπόσχεσιν, καὶ οὐκ ἐκπληροῦσιν οὐδὲ πολλὰ οὐδὲ ὀλίγα· ἡμεῖς ἐλπίζομεν εἰς τὸ ἀργύριον καὶ εἰς τὸ χρυσίον, εἰς τοὺς λίθους καὶ τὰ κειμήλια· αὐτὰ δὲ σήμερον εἰσιν ὑπὸ τὴν ἐξουσίαν ἡμῶν καὶ αὔριον ἤ κλέπτουσιν οἱ κλέπται ἤ ἀρπάζουσιν οἱ λῃσταὶ ἤ σκορπίζουσι τὰ ἐλαττώματα ἤ διαφθείρουσι τῶν συμφορῶν αἱ περιστάσεις, ἤ τέλος πάντων ἀφαιρεῖ αὐτὰ ἀφ’ ἡμῶν ὁ θάνατος. Θέλεις, ἵνα ἡ ἐλπίς σου ἔχῃ βάσιν στερεὰν καὶ βεβαίαν; Εὑρὲ ἄνθρωπον δυνάμενον ποιῆσαι ὅσα θέλεις· εὑρὲ ἄνθρωπον φυλάσσοντα ἀμετάβλητον τὴν ἑαυτοῦ ὑπόσχεσιν· εὑρὲ ἄνθρωπον κατὰ φύσιν εὐεργετικὸν καὶ στήριξον ἐπ’ αὐτὸν τὴν ἐλπίδα σου. Ἀλλὰ ποῦ ἄν εὑρεθῇ τοιοῦτος ἄνθρωπος; ἀληθῶς τοιοῦτον ἄνθρωπον οὐχ εὑρίσκεις· ὅμως εὑρίσκεις, ἐὰν θέλῃς, τὸν Θεόν· αὐτὸς ἐστὶ παντοδύναμος «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσίν· ὅτι αὐτοῦ ἐστὶν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χείρες αὐτοῦ ἔπλασαν» (ψλμ. Ϟδ΄, 4-5)· τὸν Θεὸν μόνον εὑρίσκεις, «Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς» (ψλμ. ρμε΄, 4)· Αὐτὸν μόνον εὑρίσκεις, φυλάττοντα τὴν ὑπόσχεσιν αὐτοῦ ἀμετάβλητον εἰς τὸν αἰῶνα «τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα»· αὐτὸν μόνον εὑρίσκεις φύσει εὐεργετικόν· διότι αὐτὸς κρίνει τοὺς ἀδικουμένους, τρέφει τοὺς πεινῶντας, λύει ἀπὸ πάσης ἀνάγκης τοὺς ἐν αὐτῇ δεδεμένους, σοφίζει τοὺς τυφλούς, ἀνορθεῖ τοὺς εἰς τὰς συμφορὰς πεπτωκότας, ἀγαπᾷ τοὺς δικαίους, φυλάττει τοὺς εἰς Αὐτὸν προσερχομένους, ἀναλαμβάνει εἰς τὴν Ἑαυτοῦ προστασίαν τὸν ὀρφανὸν καὶ τὴν χήραν, ἐξαλείφει τοῦ ἁμαρτωλοῦ τὰς ἁμαρτίας, «ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀνορθοῖ κατεῤῥαγμένους· Κύριος ἀγαπᾷ δικαίους· Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὀδὸν ἁμαρτωλῶν ἀφανιεῖ» (ψλμ. ρμε΄, 5-7, 3). Διὰ τί λοιπὸν ἐγὼ ἀνατίθημι τὴν ἐλπίδα μου εἰς τοὺς ἀδυνάτους, εἰς τοὺς ἀπροαιρέτους, εἰς τοὺς μεταβλητοὺς ἀνθρώπους καὶ οὐχὶ εἰς τὸν Θεόν, τὸν παντοδύναμον, τὸν εὐεργετικόν, τὸν ἀληθινόν, τὸν ἀμετάβλητον; διὰ τὶ ἀνατίθημι τὴν ἐλπίδα μου εἰς τὰ ἄψυχα καὶ ἀναίσθητα καὶ ἀκίνητα χρήματα τῆς γῆς καὶ οὐχὶ εἰς τὸν Θεόν «τὸν ποιήσαντα τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς»; Ἐὰν ἀφιερώσω πᾶσαν τὴν ἐλπίδα μου εἰς Αὐτόν, ἀπολαμβάνω ὅσα θέλω πρὸς τὸ συμφέρον μου καὶ γίνομαι πανευτυχὴς καὶ μακάριος· «Μακάριος οὖ ὁ Θεὸς Βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ» (ψλμ. ρμε΄, 4). Μήπως διστάζομεν εἰς τὰ λόγια Αὐτοῦ καὶ διὰ τοῦτο οὐκ ἐλπίζομεν ἐπ’ Αὑτόν; Ἀλλ’ Αὐτὸς καὶ διὰ τῶν ἔργων ἔδειξε πόσον βοηθεῖ τοὺς εἰς Αὐτὸν ἐλπίζοντας.

Τετρακόσιαι χιλιάδες ἀνδρῶν δυνατῶν ἐκ τῆς φυλῆς τοῦ Ἰούδα παρατάσσονται εἰς πόλεμον κατὰ ὁκτακοσίων χιλιάδων ἀνδρῶν ἐπίσης δυνατῶν ἐκ τῶν λοιπῶν φυλῶν τοῦ Ἰσραήλ· νικῶσι δὲ κατὰ κράτος αἱ τετρακόσιαι χιλιάδες τὰς ὁκτακοσίας· «Καὶ κατίσχυσαν», λέγει ἡ θεία γραφή, «οἱ υἱοὶ Ἰούδα» (Β΄ Παρ. 13-18)· ἀλλὰ διὰ τί; «Ὅτι», λέγει, «ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν». Ἄγγελος Κυρίου ἀποκτείνει εἰς μίαν νύκταν ἑκατὸν ὁγδοηκονταπέντε χιλιάδας Ἀσσυρίων, οἵτινες ἦλθον ἐκπολεμῆσαι τὸν Ἐζεκίαν τὸν βασιλέα τῆς Ἱερουσαλήμ· διὰ τὶ τοῦτο; διότι ὁ Ἐζεκίας, λέγει ἡ γραφή, «ἠλπισεν ἐν Κυρίῳ θεῷ Ἱσραήλ» (Δ΄ Βασ. ιγ΄, 5). Μετὰ ταῦτα ἀσθενεῖ ὁ Ἐζεκίας ἕως θανάτου· ἔρχεται πρὸς αὐτὸν ὁ προφήτης Ἡσαΐας καὶ ἐκ προσώπου τοῦ Θεοῦ ἀναγγέλει τὴν ἀπόφασιν τοῦ θανάτου αὐτοῦ, λέγων, «τάδε λέγει Κύριος· Ἔντειλαι τῷ οἴκῳ σου· ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ» (Δ΄ Βασ. κστ΄, 1). Ὁ Ἐζεκίας ἀκούει μὲν μετὰ πίστεως καὶ εὐλαβείας τοῦ ἁγίου προφήτου τὰ λόγια καὶ πιστεύει εἰς αὐτά, πλὴν οὐκ ἀπελπίζεται, ἀλλὰ ἐλπίζει εἰς τὸν Θεόν· στρέφει τὸ πρόσωπον αὐτοῦ εἰς τὸν τοῖχον, ἵνα συνάξῃ τὸν νοῦν αὐτοῦ· ἔπειτα πᾶσαν τὴν ἐλπίδα αὐτοῦ ἀφιερώσας εἰς τὸν Θεόν, προσεύχεται, παρακαλεῖ, κλαίει. Διὸ οὐχὶ μόνον ἰατρεύεται, ἀλλὰ καὶ προστίθενται αὐτῷ δεκαπέντε ἔτη ζωῆς· πρὸς τούτοις δὲ ἐλευθεροῦται αὐτὸς τε καὶ ἡ πόλις αὐτοῦ Ἱερουσαλὴμ ἐκ τῆς καταδρομῆς τῶν Ἀσσυρίων· «Ἤκουσα», λέγει πρὸς αὐτὸν ὁ Θεός, «τῆς προσευχῆς σου· εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου· καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σὲ καὶ τὴν πόλιν ταύτην» (Δ΄ Βασ. ε΄, 6).

Ἡ ἱστορία τοῦ σήμερον ἀναγνωσθέντος εὐαγγελίου τὶ ἄλλο ἐφανέρωσεν εἰμὴ ὅτι οἱ ἐπὶ τὸν Θεὸν ἐλπίζοντες οὐδέποτε μένουσιν ἐστερημένοι τῶν δωρεῶν αὐτοῦ; Πέντε χιλιάδες ἄνδρες, ἴσως καὶ ἄλλαι πέντε χιλιάδες γυναικῶν καὶ παιδίων, τόσην ἐλπίδα ἔχουσι πρὸς τὸν σωτῆρα τοῦ κόσμου, ὥστε πεζοί, μηδεμίαν τροφὴν μεθ’ ἑαυτῶν λαβόντες, ἔτρεξαν εἰς τὴν ἔρημον, φέροντες τοὺς ἀσθενεῖς αὐτῶν. τὶ οὖν ἔλαβον αὐτοὶ παρ’ ἐκείνου, εἰς ὅν ἤλπισαν; ἔλαβον ἆρά γε ἐκεῖνο μόνον, ὅπερ ἤλπισαν; Οὐ μόνον πάντας τοὺς ἀσθενεῖς αὐτῶν ἰάτρευσεν ὁ Κύριος, ἀλλὰ καὶ πάντας αὐτοὺς διὰ τῶν εὐλογηθέντων ἄρτων καὶ ὀψαρίων ἐκ περιουσίας ἐχόρτασε· καὶ οἱ μὲν μαθηταὶ Αὑτοῦ παρεκάλουν Αὐτόν, ἵνα ἀπολύσῃ αὐτούς· αὐτὸς δὲ οὐκ ἠθέλησεν ἀπολύσαι αὐτοὺς πρὶν ἤ καὶ τοὺς ἀῤῥώστους αὐτῶν ἰατρεύσῃ καὶ τὴν κοιλίαν αὐτῶν χορτάσῃ. Πλήρης τοιούτων παραδειγμάτων ἐστὶν ἡ ἁγία γραφή· πλὴν καὶ τοῦτο μόνον βεβαιοῖ τὸν λόγον τοῦ προφήτου, «Ἐπὶ σοὶ ἥλπισαν καὶ οὐ κατησχύνθησαν» (ψλμ. κα΄, 5)· καὶ τοῦτο μόνον δείκνυσι τοῦ ἀποστολικοῦ λόγου τὴν ἀλήθειαν, «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει» (Ρωμ. ε΄, 5).

Μέγα δῶρον ἀληθῶς ἡ εἰς Θεὸν ἐλπίς! Αὐτὴ ἐστὶ θυγάτηρ γνησία τῆς πίστεως· ἡ πίστις γεννᾷ εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τὴν εἰς τὸν Θεὸν ἐλπίδα· ἡ ἀπιστία ἐξαλείφει καὶ αὐτὰ τὰ ἴχνη αὐτῆς. Ἐκ τούτου καταλαμβάνομεν πόσον ὠφέλιμος ἐστὶν ἡ πίστις καὶ εἰς αὐτὴν τὴν πρόσκαιρον ζωήν· ὁ μὲν πιστός, εἰς τὰς συμφοράς, εἰς τὰς θλίψεις, εἰς τοὺς κινδύνους, εἰς τοὺς ὁποίους κατ’ οὐδένα τρόπον ἀπαντῆσαι δύναται, εἰς τὸν οὐρανὸν ἐκτείνει τὰς χεῖρας. Θεέ, λέγει, πρόφθασον· ἡ δὲ ἐλπὶς τῆς παντοδυνάμου βοηθείας γίνεται βάλσαμον τῶν πληγῶν τῆς τεθλιμμένης αὐτοῦ καρδίας· ὁ δὲ ἄπιστος εἰς τὰς ἀναπαντήτους ἐλεεινὰς περιστάσεις, ἐπειδὴ οὐδεμίαν ἔχει εἰς τὸν Θεὸν ἐλπίδα, οὐδὲν εὑρίσκει ἰατρείας βότανον, οὐδεμίαν εὑρίσκει τοῦ σφοδροτάτου αὐτοῦ πάθους παρηγορίαν. Ὁ πιστός, ἀδικούμενος καὶ τυραννούμενος καὶ ὑπὸ μηδενὸς βοηθούμενος, καταφεύγει εἰς τὸν Θεόν, ἐλπίζων, ὅτι Αὐτὸς ἔσεται ὑπερασπιστὴς αὐτοῦ καὶ λυτρωτής· ἡ τοιαύτη δὲ ἐλπὶς ἰατρεύει τὴν σφοδρὰν ὀδύνην τῆς ψυχῆς αὐτοῦ· ὁ ἄπιστος, ἐπειδὴ οὐδὲ πίστιν ἔχει, οὐδὲ ἐλπίδα, οὐδὲ καταφύγιον ἔχει εἰς τὰς ὁμοίας περιστάσεις οὐδὲ ἰατρείαν, βασανίζεται. Ὁ μὲν πιστὸς καὶ τὸν ἀγῶνα τοῦ θανάτου εἰρηνικῶς ὑποδέχεται καὶ τῆς τελευταίας ὥρας τῆς ζωῆς τὰ φόβητρα ἀπαντᾷ ἀνδρείως· ἐπειδὴ πιστεύει, ὅτι ὁ θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ μετάβασις ἐκ τῆς προσκαίρου ζωῆς εἰς τὴν ζωὴν τὴν ἀτελεύτητον· ἐπειδὴ ἐλπίζει, ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ οἱ ἅγιοι ἄγγελοι, οἱ τῶν πιστῶν ὀδηγοὶ καὶ φύλακες, παρίστανται ὑπερασπιζόμενοι, θαῤῥύνοντες, βοηθοῦντες· ὅθεν βλέπομεν τὰ τέλη τῆς ζωῆς αὐτοῦ ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά. Εἰς τὸν ἄπιστον, ἐπειδὴ οὐδὲν τούτων πιστεύει, οὐδὲν τούτων ἐλπίζει, ὁ ἀγὼν τοῦ θανάτου δεινὸς ἐστιν αὐτῷ καὶ ἀφόρητος, ἡ τελευταῖα ὥρα τῆς ζωῆς αὐτοῦ ὀδυνηρὰ καὶ ταραχῆς καὶ ἀπελπισμοῦ ἀνεκδιηγήτου πλήρης· φρίττει καὶ πρὸ αὐτῆς καὶ ἐν αὐτῇ τὸν χωρισμὸν τοῦ κόσμου καὶ τὴν τῆς ὑπάρξεως αὐτοῦ ἐξουδένωσιν.

Ἐλπὶς λοιπόν, ἀρετὴ ἁγία, θησαυρὲ ἀτίμητε, βάλσαμον οὐράνιον, δώρημα τέλειον, ἄνωθεν καταβαῖνον ἐκτοῦ Πατρὸς τῶν Φώτων, σὺ παρηγορεῖς τὰς θλίψεις μου, σὺ κατευνάζεις τὴν δριμύτητα τῶν πόνων τῆς ἀσθενείας μου, σὺ μόνη εἰς πᾶσαν θλιβερὰν καὶ κινδυνώδη περίστασίν μου προΐστασαι, σὺ καὶ τὸν φόβον τοῦ θανάτου διώκεις καὶ τὸν ἀπελπισμὸν τοῦ πλήθους τῶν ἁμαρτιῶν μου ἐξαφανίζεις.

Βασιλεῦ ἀόρατε, γλυκύτατε νυμφίε τῆς ψυχῆς μου, πάντα δύνασαι καὶ πάντα σοὶ ὑπακούει· σύ, ὅστις ἐφύτευσας εἰς τὴν καρδίαν μου τὴν ἐλπίδα, ἀξίωσόν με διὰ τῆς χάριτός σου, ἵνα μηδὲ ποτε ἐλπίζω εἰς τοὺς ἀνθρώπους καὶ εἰς τὰ πρόσκαιρα τοῦ κόσμου πράγματα, ἀλλ’ ἵνα εἰς τὴν παντοδυναμίαν σου καὶ εἰς τὴν εὐσπλαγχνίαν σου ἔχω πάντοτε ἀφιερωμένην πᾶσαν μου τὴν ἐλπίδα. Τότε δὲ γίνομαι πανευτυχὴς καὶ μακάριος· σὺ γὰρ εἶπας διὰ τοῦ προφήτου σου, ὅτι μακάριος ἐστιν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἀφιερώσῃ πᾶσαν τὴν ἐλπίδα αὐτοῦ ἐπὶ σέ· «Μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ» (ψλμ λγ΄, 13).



***

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)

***

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 221 – Έκδοσις 1840), πατώντας εδώ (16/8/2013)




https://alopsis.gr/κυριακή-η-ματθαίου-ομιλία-περί-ελπίδο-3/

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible