ΜΗΝ ΙΟΥΛΙΟΣ
Ἔχων ἡμέρας 31.
Ἡ ἡμέρα ἔχει ὥρας 14 κ΄ ἡ νὺξ ὥρας 10.
1. Τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἕτερον Ἀπολυτίκιον.
Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖοι θεράποντες καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι· ὅθεν τοὺς προσιόντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ, ῥύσασθε νοσημάτων, καὶ παθῶν ἀνιάτων, Κοσμᾶ καὶ Δαμιανέ, τῆς Ῥώμης βλαστήματα.
Κοντάκιον. Ἦχος β´.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι. Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Μεγαλυνάριον.
Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀΰλῳ χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.
2. Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Θεῖον ἔνδυμα, τῶν οἰκτιρμῶν σου, καὶ ἱμάτιον, ἀθανασίας, τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι, εἰς περιποίησιν πάντων καὶ σύναψιν. Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν, τιμῶντες εὐσεβῶς σε μεγαλύνομεν.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ᾿ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧς περ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Μεγαλυνάριον.
Τῆς ἀθανασίας τὸν χορηγόν, τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· τοῦτο γοῦν δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου, φθορᾶς παθῶν λυτροῦται τοὺς προσπελάζοντας.
3. Τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου.
Ἀπολυτίκιον. Ἦχος δ´.
Ὁ μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς λίθος ὑάκινθος, τῆς Ἐκκλησίας Χριστοῦ, ἀστράπτεις τοῖς πέρασι, ταῖς τῶν χαρίτων αὐγαῖς, παμμάκαρ Ὑάκινθε· σὺ γὰρ ὁμολογίᾳ, πυρσωθεὶς εὐσεβείας, ἔλαμψας ἐν ἀθλήσει, τῇ τοῦ Λόγου μιμήσει· ἐντεῦθεν καταφαιδρύνεις, τοὺς σὲ γεραίροντας.
Κοντάκιον.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὡς τερπνὸς ὑάκινθος καὶ πανευώδης, διαπνέεις πάντοτε, τῆς ἀληθείας τὴν ὀσμήν, τοῖς ἐκ ψυχῆς ἐκβοῶσί σοι· χαίροις Μαρτύρων τὸ κλέος Ὑάκινθε.
Μεγαλυνάριον.
Νεότητος ἄνθει ἀθλητικήν, εὔχροιαν ἀνθήσας, ὑακίνθινον καὶ τερπνήν, ἄνθος θυμηδίας, χαρίτων διαπνοίᾳ, ὤφθης τῇ Ἐκκλησίᾳ, Μάρτυς Ὑάκινθε.
4. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου, Ἀρχιεπισκόπου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Κανόνα πίστεως. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τοῦ Δαυΐδ τὴν κινύραν Πάτερ μιμούμενος, ἐν Ἐκκλησίᾳ Ὁσίων προσᾴδεις ᾆσμα καινόν, ὡς σοφὸς ὑφηγητὴς τοῦ θείου Πνεύματος· σὺ γὰρ ἐβρόντησας ἡμῖν, τὰς τῆς χάριτος ᾠδάς, καὶ λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Σαλπίσας τρανῶς, τὰ θεῖα μελῳδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς.
Μεγαλυνάριον.
Χαίροις εὐσεβείας θεῖος αὐλός, καὶ τῆς Ἐκκλησίας, τὸ ψαλτήριον τὸ τερπνόν· σὺ γὰρ τὰς ὑψώσεις, τὰς θείας μεγαλύνεις, Ἀνδρέα θεηγόρε, λόγων λαμπρότητι.
5. Τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ τοῦ θαυματουργοῦ.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀθανασίου.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν ἐν σαρκὶ ζωήν σου κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας ἀοίδιμε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σὲ ἠμείψατο, πλουσίαις δωρεαῖς· διὸ Πάτερ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου Λαμπαδοῦ. Ἦχος πλ. δ´.
Ἐν σοὶ Πάτερ, ἀκριβῶς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Λαμπαδοῦ.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς βίον ἰσάγγελον, ἀπὸ παιδὸς ἐσχηκώς, λαμπάσι τῶν ἔργων σου, λαμπαδουχίαν ἠθῶν, ἐκφαίνεις τοῖς πέρασι· σὺ γὰρ τῆς ἀπαθείας τὴν αὐγὴν κεκτημένος, λύεις παθῶν τῇ νύκτα, Λαμπαδὲ θεοφόρε, τοῖς πόθῳ προσιοῦσι, Πάτερ τῇ πρεσβείᾳ σου.
Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Χριστοῦ τὸν ζυγόν, λαβὼν Ἀθανάσιε, καὶ σοῦ τὸν σταυρὸν ἐπ᾿ ὤμων ἀράμενος, μιμητὴς πανάριστος, τῶν αὐτοῦ παθημάτων γέγονας, κοινωνός τε τῆς δόξης αὐτοῦ, τῆς θείας μετέχων καὶ ἀλήκτου τρυφῆς.
Κοντάκιον τοῦ Ὁσίου Λαμπαδοῦ.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὡς λαμπὰς ἀνέλαμψας ἐν τῇ ἀσκήσει, Λαμπαδὲ μακάριε, λαμπαδουχῶν διὰ παντός, τοὺς ἐν αἰνέσει βοῶντάς σοι· χαίροις Ὁσίων, ἀγλάϊσμα ἔνθεον.
Μεγαλυνάριον τοῦ Ὁσίου Ἀθανασίου.
Τὸν τῆς ἡσυχίας θεῖον πυρσόν, καὶ τῶν ἐν τῷ Ἄθῳ, μοναζόντων καθηγητήν, τὸν τὰς πανουργίας, ἐχθροῦ νενικηκότα, ὑμνήσωμεν συμφώνως νῦν Ἀθανάσιον.
Μεγαλυνάριον τοῦ Ὁσίου Λαμπαδοῦ.
Λάμπων έν τῷ κόσμῳ δι᾽ ἀρετῶν, λύεις ψυχοφθόρων, νοσημάτων τὸν σκοτασμόν, καὶ ὡς λαμπαδοῦχος, τῆς ἄνω φωταυγείας, ὦ Λαμπαδὲ ἰθύνεις, πρὸς βίον κρείττονα.
6. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ Μεγάλου.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου πολίτης. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς γεωργήσας, ζωὴν τὴν κρείττονα, τῶν κατ᾿ αὐτὴν ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξαν, καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος δ´.Ἐπεφάνης σήμερον.
Ἐν ἀσκήσει ἄγγελος, ἐν γῇ ὡράθης, καταυγάζων ὅσιε, τὰς διανοίας τῶν πιστῶν, θεοσημείαις ἑκάστοτε· ὅθεν σε πίστει, Σισώη γεραίρομεν.
Μεγαλυνάριον.
Νέκρωσιν Σισώη ζωοποιόν, παθῶν τῇ ἐκδύσει, ἐνδυσάμενος ὁλικῶς, νεκροὺς ὡς ἐξ ὕπνου, τῷ ἱερῷ σου λόγῳ, ἐξήγειρας νεκρώσας, τὸν παναλάστορα.
7. Τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς καὶ τοῦ Ἁγίου Θωμᾶ τοῦ ἐν Μαλεῷ.
Ἀπολυτίκιον τῆς Ἁγίας.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ ἀμνάς σου Ἰησοῦ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῆς Ἁγίας.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Κυρίων τὸν Κύριον, καὶ βασιλέα Χριστόν, ἐξ ὅλης ἠγάπησας, Κυριακὴ τῆς ψυχῆς, καὶ χαίρουσα ἤθλησας· ὅθεν Παρθενομάρτυς, παρ᾿ αὐτοῦ δοξασθεῖσα, βρύεις τοῖς σὲ τιμῶσιν, ἰαμάτων τὴν χάριν, τοῖς πᾶσιν αἰτουμένη, πταισμάτων συγχώρησιν.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ἐν σοὶ Πάτερ, ἀκριβῶς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν διαῤῥέουσαν δόξαν ἀπέῤῥιψας, καὶ τὸν τοῦ Κτίσαντος, ζυγὸν ἠγάπησας, ἀγγελικὴν ἐπὶ τῆς γῆς, ἑλόμενος πολιτείαν· ὅθεν χαρισμάτων σε, δωρεαῖς κατεπλούτισε, Χριστὸς ὁ φιλάνθρωπος, ὁ δοξάσας τὸν βίον σου· ᾧ πρέσβευε Θωμᾶ θεοφόρε, ῥῦσαι ἡμᾶς πάσης ἀνάγκης.
Κοντάκιον τῆς Ἁγίας.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Κοντάκιον τοῦ Ὁσίου.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς τοῦ Σωτῆρος ὀπαδὸν καὶ φίλον γνήσιον, καὶ τῶν Ὁσίων μιμητὴν καὶ ἀκροθίνιον, ἀνυμνοῦμέν σε ἀξίως Θωμᾶ θεόφρον· σὺ γὰρ ὤφθης ἀπαθείας ἐνδιαίτημα, καὶ θαυμάτων αὐτουργὸς ἐκ θείας χάριτος, τοῖς βοῶσί σοι, χαίροις Πάτερ τρισόλβιε.
Μεγαλυνάριον τῆς Ἁγίας.
Κύριον ποθοῦσα Κυριακή, τὸν ὡραῖον κάλλει, παρὰ πάντας τοὺς γηγενεῖς, τούτῳ ἐνυμφεύφθης, ἀθλητικοῖς ἀγῶσιν, ὡς Μάρτυς ἀθληφόρος καὶ καλλιπάρθενος.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Κόσμου ἀπωσάμενος τὰ τερπνά, πόθῳ ᾠκειώσω, ὑπερκόσμια ἀγαθά, δι᾽ ἐνθέου βίου, Θωμᾶ θαυματοφόρε, δι᾽ οὗ θαυμάτων ὤφθης, Πάτερ ἀνάπλεως.
8. Τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου, Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀγρευθεὶς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ μάρτυς Προκόπιε, ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατῄσχυνας τὸν Βελίαρ· οὗ τῆς κακίας ἀτρώτους, σῷζε τοὺς πόθῳ σὲ γεραίροντας.
Κοντάκιον.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.
Μεγαλυνάριον.
Κλήσει οὐρανίῳ ἀκολουθῶν, φερωνύμως Μάρτυς καὶ προκόπτων ἀθλητικῶς, σύμμορφος ἐδείχθης, τοῦ σοὶ καθοραθέντος, Προκόπιε θεόφρον, ἀθλήσας ἄριστα.
9. Τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Καὶ τρόπων μέτοχος. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Κράτος ἔνθεον, ἠμφιεσμένος, ἐκ τῆς χάριτος, τοῦ κορυφαίου, Ἀποστόλων ζηλωτὴς ἐχρημάτισας· καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων Παγκράτιε, τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Εἰληφὼς Παγκράτιε, ὡς Ἀποστόλων ὁμόπνους, τοῦ Ἁγίου Πνεύματος, τὰς μυστικὰς ἐνεργείας, ἔλαμψας, θεογνωσίαν τοῖς ἐν τῇ Δύσει· ἤλασας, τῆς ἀθεΐας τὴν σκοτομήνην, καὶ νομίμως ἐναθλήσας, πρὸς φέγγος ἤρθης, τῆς ἀνεσπέρου ζωῆς.
Μεγαλυνάριον.
Κράτει Παντοκράτορος κραταιῷ, δαιμόνων τὸ κράτος ἐξενεύρισας ἰσχυρῶς, καὶ θαυμάτων κράτει, κρατήσας τῶν ἐν πλάνῃ, Παγκράτιε ἐν κράτει, Μαρτύρων ἔστεψαι.
10. Τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου, Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Στρατὸς θεοσύλλεκτος, παρεμβολὴ ἱερά, νομίμως ἀθλήσαντες ὑπὲρ τῆς δόξης Χριστοῦ, ἐν Πνεύματι ὤφθητε, Μάρτυρες τοῦ Κυρίου, Τεσσαράκοντα πέντε, λύσαντες δι᾿ ἀγώνων, τὴν πολύθεον πλάνην, διὸ ὑμῶν τοὺς ἀγῶνας, πάντες δοξάζομεν.
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐσεβείας θεμέλιοι ἄῤῥηκτοι, οἱ Τεσσαράκοντα πέντε ἠρίστευσαν, ψυχῆς συμφωνίᾳ συνδούμενοι, καὶ ἐν σταδίῳ βοῶντες γηθόμενοι· Χριστός, τῶν Μαρτύρων ὁ στέφανος.
Μεγαλυνάριον.
Συγκεκροτημένοι πανευσεβῶς, ὥσπερ συναυλίᾳ, ἧς ὁ Κύριος ὁδηγός, ἐν τῇ Νικοπόλει, ὀφθέντες ἀθλοφόροι, πρὸς πόλιν οὐρανίαν κατεσκηνώσατε.
11. Ἀνάμνησις τοῦ θαύματος τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.
Ἦχος πλ. β´.
Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει, κατεβάλου θερμῶς, ὑπὲρ Χριστοῦ τοῦ Νυμφίου σου. Ἀλλὰ καὶ νῦν ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν, ὑποταγῆναι πρέσβευε, διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων, τὸν Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.
Μεγαλυνάριον.
Πίστιν βεβαιοῦσα τὴν ἀληθῆ, δι᾿ ἣν Εὐφημία, σφαγιάζει ἀθλητικῶς, ἐν ἀγκάλαις φέρεις, τὸν τόμον τῶν Πατέρων, ποσὶ δὲ ἀποῤῥίπτεις τὸν τῆς αἱρέσεως.
12. Τῶν Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Ἀπολυτίκιον. Ἦχος δ´.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἑτερον Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Σταυροῦ τὴν πανοπλίαν ἱερῶς ἐνδυσαμένοι, Ἱλάριε καὶ Πρόκλε, ὑπὲρ φύσιν ἠθλήσατε, καὶ δόξης οὐρανίου κοινωνοί, ἐδείχθητε ὡς μέτοχοι Χριστοῦ· διὰ τοῦτο χαρισμάτων ταῖς δωρεαῖς, πυρσεύετε τοὺς κράζοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.
Κοντάκιον.
Ἦχος β´. Τοὺς ἀσφαλεῖς.
Ὡς συγγενεῖς, καὶ ἐν τοῖς τρόποις σύμψυχοι, καὶ ἐν παντὶ ὁμονοοῦντες ὤφθητε, Πρόκλε μάρτυς ἀξιάγαστε, σὺν Ἱλαρίῳ τῷ θεόφρονι· τὸ πάθος γὰρ Χριστοῦ ἐξεικονίσαντες, τῆς παρ᾿ αὐτοῦ εὐκλείας ἠξιώθητε, παρέχοντες πᾶσι θείαν ἄφεσιν.
Μεγαλυνάριον.
Βλέπων σε Ἱλάριος ὁ κλεινός, κατηγλαϊσμένον, Μάρτυς Πρόκλε ἀθλητικῶς, κοινωνός σοι ὤφθη, Χριστὸν ὁμολογήσας· ἔνθεν τῆς ἄνω δόξης, ἄμφω ἐτύχετε.
13. Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου.
Ἀπολυτίκιον τοῦ Ἀρχαγγέλου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀρχαγγέλου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχῃ λαμπρῶς, Γαβριὴλ Ἀρχιστράτηγε· ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, σῷζε ἀπαρατρώτους, τοὺς πιστῶς σε τιμῶντας, καὶ πόθῳ ἀνευφημοῦντας, τὰ σὰ θαυμάσια.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ἐν σοὶ Πάτερ, ἀκριβῶς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον στεφάνωμα, τὴν ἀρετὴν ἐσχηκώς, λαμπρῶς ἐστεφάνωσας, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν λόγοις καὶ πράξεσι· σὺ γὰρ ὡς Ἱεράρχης, καὶ σοφὸς θεηγόρος, θείων ᾀσμάτων λύρα, πάτερ Στέφανε ὤφθης· διὸ ταῖς σαῖς φαιδρότησιν, ἡμᾶς στεφάνωσον.
Κοντάκιον τοῦ Ἀρχαγγέλου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόῤῥητον, τῆς Ἁγίας Παρθένου, Χαῖρε προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.
Κοντάκιον τοῦ Ὁσίου.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἀσκητῶν ὁμότροπος, γεγενημένος θεόφρον, Ἱεράρχης ὅσιος, παρὰ Θεοῦ προεβλήθης, ἅπασαν τὴν Ἐκκλησίαν καταφαιδρύνων, σύριγγι, τῆς θεοπνεύστου σου Πάτερ γλώσσης· διὰ τοῦτό σε τιμῶμεν, ὡς Θεοῦ μύστην, Στέφανε πάνσοφε.
Μεγαλυνάριον τοῦ Ἀρχαγγέλου.
Τίς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, σοῦ εὐργεσίας, Ἀρχιστράτηγε Γαβριήλ; σὺ γὰρ καθ᾽ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, τὰ κρείττω πᾶσι νέμεις· διὸ ὑμνοῦμέν σε.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Στέφανος ἀνθόπλοκος καὶ σεπτός, Στέφανε θεόφρον, δι᾽ ἀσκήσεως ἀρετῶν, τῇ φωτοστολίστῳ, ἐγένου Ἐκκλησίᾳ· τῇ σῇ γὰρ στεφανοῦται, ἐνθέῳ χάριτι.
Κυριακὴ τῶν Ἁγίων Πατέρων.
Τῇ Κυριακῇ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου, τῶν ἐν Χαλκηδόνι συνελθόντων, καὶ ἐν γένει τῶν εἰς τὰς ἑπτὰ Οἰκουμενικὰς Συνόδους συνελθόντων Ἁγίων καὶ θεοφόρων πατέρων.
Ὁ Συναξαριστὴς ἀναφέρει μόνον τὴν Δ΄ Οἰκουμενικὴν Σύνοδον, ἡ δὲ ἀκολουθία τὴν Δ΄ καὶ τὴν ΣΤ΄.
Ἀπολυτίκιον Ἀναστάσιμον.
Ἀπολυτίκιον τῶν Πατέρων. Ἦχος πλ. δ´.
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας. Πολυεύσπλαγχνε δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἑπτὰ Συνόδων.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὸν ἑπτάριθμον δῆμον τῶν Συνόδων τιμήσωμεν, δι᾿ ὧν τὴν καλὴν παραθήκην, ἀσινῆ ἐπλουτήσαμεν· ὡς στύλους γὰρ ὑπήρεισεν ἑπτὰ, αὐτάς τῇ Ἐκκλησίᾳ ὁ Χριστός, ὧν τὰ δόγματα ὡς ἄγκυραν ἀσφαλῆ, κρατοῦσα μέλπει πάντοτε· δόξα τῷ καταυγάσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι δι᾿ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.
Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον.
Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ᾗ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.
Μεγαλυνάριον.
Βάσεις Ἐκκλησίας θεοπαγεῖς, καὶ τῆς εὐσεβείας, ἑδραιώματα ἀῤῥαγῆ, αἱ τῶν ἑπταρίθμων, Συνόδων συνελεύσεις, ἐδείχθησαν τῷ κόσμῳ· ἃς μεγαλύνομεν.
14. Τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου.
Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ´.
Ἀπόστολε Ἅγιε Ἀκύλα. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀποστόλου.
Ἦχος α´. Χορὸς ἀγγελικός.
Τοῦ Παύλου μαθητής, καὶ συνέκδημος ὤφθης, δεχθεὶς ἐν τῇ ψυχῇ, τὸν τῆς χάριτος λόγον, Ἀκύλα Ἀπόστολε, τοῦ Σωτῆρος διάκονε· ὅθεν ηὔγασας τοὺς ἐν νυκτὶ τῆς ἀπάτης καὶ ἠγώνισαι, ὑπὲρ τῆς δόξης Κυρίου· διὸ εὐφημοῦμέν σε.
Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἧχος γ´. Τὴν ὡραιότητα.
Σοφίας χάριτι, πάτερ, κοσμούμενος, σάλπιγξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε· πᾶσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα, βίου καθαρότητος, διεκφαίνων τὴν ἔλλαμψιν, τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων, δι᾿ ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Κοντάκιον τοῦ Ἀποστόλου.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἀποστόλων σύνθρονος, καὶ συνοδίτης, γεγονὼς Ἀπόστολε, τὴν οἰκουμένην διδαχαῖς, καὶ θαυμασίοις κατηύγασας, στέφανον δόξης, Ἀκύλα δεξάμενος.
Κοντάκιον τοῦ Ὁσίου.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς ἐναρέτου πολιτείας μύστην ἄριστον, καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σε Ἐκκλησία· οὐρανόθεν γὰρ τὸ χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι, χαίροις πάτερ Νικόδημε.
Μεγαλυνάριον τοῦ Ἀποστόλου.
Χάριτι τοῦ Παύλου καταυγασθείς, τῆς θεογνωσίας, ἀνεδείχθης λαμπρὰ ἀκτίς· ὅθεν καὶ ἀθλήσας, Ἀπόστολε Ἀκύλα, τῆς ἄνω θεαυγείας, ὤφθης ὁμόσκηνος.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων, ἐγκαλλώπισμα ἱερόν· χαίροις μοναζόντων, ὁ φωτοφόρος λύχνος, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.
15. Τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Ἀπολυτίκιον. Ἦχος δ´.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ καλλιμάρτυς τοῦ Χριστοῦ Ἰουλίττα, σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ, δικαστικοῦ πρὸ βήματος παρέστησαν φαιδρῶς, εὔτολμοι κηρύττοντες, τὴν χριστώνυμον κλῆσιν, ἄμφω μὴ πτοούμενοι, ἀπειλὰς τῶν τυῤῥάνων· καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς, ἀγαλλιῶνται, Χριστῷ παριστάμενοι.
Κοντάκιον.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐν ἀγκάλαις φέρουσα, ἡ χριστομάρτυς, Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ μητρικῶς, ἀγαλλομένη ἐκραύγαζε· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.
Μεγαλυνάριον.
Φέρουσα ὡς ἄμπελος νοητή, Κήρυκον τὸν θεῖον, Ἰουλίττα ἐν ταῖς χερσίν, οἶνον εὐφροσύνης, ληνοῖς τοῦ μαρτυρίου, βλυστάνετε τῷ κόσμῳ ἐν θείῳ Πνεύματι.
16. Τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Καὶ τρόπων μέτοχος. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Χρῖσμα ἅγιον, εἰσδεδεγμένος, μάρτυς ἔνθεος, τοῦ Λόγου ὤφθης, Ἀθηνόγενες ἀθλήσας στεῤῥότατα, καὶ ὡς θυσίαν αὐτῷ προσενήνοχας, τῶν φοιτητῶν σου δεκάδα τὴν πάνσεπτον· μεθ᾿ ὧν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ἱεραρχήσας ἀμέμπτως τῷ Κτίστῃ σου, μαρτυρικὸν ὁλοκάρπωμα πέφηνας, σὺν μαθηταῖς ὁμοῦ θυόμενος, οἷα ποιμὴν σὺν ἀμνοῖς Ἀθηνόγενες· μεθ᾿ ὧν θείας δόξης ἐπέτυχες.
Μεγαλυνάριον.
Χαίροις Ἀθηνόγενες ἱερέ· σὺ γὰρ ἀναιμάκτως, τῇ Τριάδι ἱερουργῶν, αἵματι ἰδίῳ, ἀθλητικῶς ἐτύθης, σὺν Μαθητῶν δεκάδι, τῷ σὲ δοξάσαντι.
17. Τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἡ ἀμνάς σου Ἰησοῦ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ, Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρόν, κατεπάτησας στεῤῥῶς ὀφθέντα σοι Ἀθλοφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ, τῶν ἰαμάτων τὰ δωρήματα.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Μαρίνα· αἵμασι, τοῦ μαρτυρίου δὲ φοινιχθεῖσα, θαύμασι, κατελαμπρύνθης τῶν ἰαμάτων, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρτυς, χειρὶ τοῦ Κτίστου σου.
Μεγαλυνάριον.
Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας, τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Μαρίναν τὴν ἁγίαν, ὕμνοις τιμήσωμεν.
18. Τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς προσφορὰ καὶ ὁλοκάρπωμα θεῖον, διὰ πυρὸς προσενεχθεὶς τῷ Δεσπότῃ, τοῖς ὄμβροις τῶν χαρίτων σου εὐφραίνεις νῦν ἡμᾶς· πῦρ γὰρ τὸ οὐράνιον, τῇ ψυχῇ περιφέρων, ὥσπερ αὔραν ἔφερες, τὴν κατάφλεξιν Μάρτυς. Ἀλλὰ μὴ παύσῃ πάντοτε φρουρῶν, τοὺς σὲ τιμῶντας, Αἰμιλιανὲ ἔνδοξε.
Κοντάκιον.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ὡς εὐσεβείας στηλογράφημα θεόγλυπτον, τῆς ἀσεβείας καθαιρέτης ἀναδέδειξαι, τὰ σεβάσματα συντρίψας τῆς ἀπωλείας. Ἀλλ᾿ ὡς ἔμπλεως τῆς θείας ἀγαπήσεως, ὡς χρυσὸς ἐν τῷ πυρὶ εὑρέθης δόκιμος, ὅθεν κράζομεν· χαίροις Μάρτυς ἀήττητε.
Μεγαλυνάριον.
Ἴαμα ὡς δρόσος ἑωθινή, εὐσεβέσιν ὤφθη, ἡ σὴ ἄθλησις ἐν πυρί· δι᾿ αὐτῆς γὰρ μάρτυς, τῷ κόσμῳ διαπνέεις, ὦ Αἰμιλιανέ, τὰς θείας χάριτας.
19. Τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου.
Ἀπολυτίκιον τῆς Ὁσίας. Ἦχος πλ. δ´.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα, κόσμου εὐπάθειαν, ἐμφρόνως ἔλιπες, καὶ ἐνδιαίτημα τερπνόν, ἐγένου φιλοσοφίας. Σὺ γὰρ δι᾿ ἀσκήσεως καὶ ἠθῶν τελειότητος, νύμφη ἐχρημάτισας, τοῦ Σωτῆρος περίδοξος, ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων· χαίροις Μακρίνα θεοφόρε.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ἐν σοὶ Πάτερ ἀκριβῶς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ βίον ἐφάμιλλον, τῇ κλήσει πολιτευθείς, τῆς δόξης τοῦ Πνεύματος, πυξίον ὤφθης σεπτόν, Πατὴρ ἡμῶν ὅσιε· σὺ γὰρ θαυματουργίαις, ἱεραῖς διαπρέπων, ἔνδοξος ἐν ὁσίοις, φερωνύμως ἐδείχθης. Διό σε ἀνευφημοῦμεν, Δῖε μακάριε.
Κοντάκιον τῆς Ὁσίας.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς φωτὸς ἀνάπλεως δικαιοσύνης, τύπος θείων πράξεων, καὶ ἀρετῶν μυσταγωγός, ὤφθης τοῖς πίστει βοῶσί σοι· χαίροις Μακρίνα παρθένων ἀγλάϊσμα.
Κοντάκιον τοῦ Ὁσίου.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Ἁγνείᾳ ψυχῆς, ἐνθέως ὁπλισάμενος, καὶ ἄπαυστον εὐχήν, ὡς λόγχην χειρισάμενος, κραταιῶς διέκοψας, τῶν δαιμόνων Δῖε τὰς φάλαγγας, θαυματουργὲ Πατὴρ ἡμῶν, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον τῆς Ὁσίας.
Ἤνθησας ἐκ ῥίζης περικλεοῦς, κλέος εὐσεβείας, γεωργοῦσα ἀπὸ παιδός· βίῳ γὰρ ἀμέμπτῳ, καὶ τρόποις ἐναρέτοις, Μακρίνα διαπρέπεις ὡς καλλιπάρθενος.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Ἔνδοξος τῇ κλήσει ἀποφανείς, ἔνδοξος ἐν βίῳ, ἐχρημάτισας επὶ γῆς· ὅθεν τῆς ἐνδόξου, τοῦ Λόγου Βασιλείας, ἐνδόξως ἠξιώθης, Δῖε πανένδοξε.
20. Τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.
Κοντάκιον.
Ἦχος β´. Αὐτόμελον.
Προφῆτα καὶ προόπτα, τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας, τὰ ὑδατόῤῥυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον.
Μεγαλυνάριον.
Ζήλῳ οὐρανίῳ πυρποληθείς, φλέγεις τὴν ἀπάτην, ὡς πυρίπνους καὶ ζηλωτής· ὅθεν ἀνυψώθης, ἐν ἅρματι πυρίνῳ, ὦ Ἠλιοὺ Προφῆτα, πρὸς βίον ἄφθαρτον.
21. Τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Ἀπολυτίκιον τῶν Ὁσίων. Ἦχος δ´.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ὁσίων.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἡνωμένοι δι᾿ ἐνθέου ἀγάπης, σύμψυχοι ὤφθητε ἐν πᾶσι τοῖς τρόποις, ὦ Ἰωάννη ὅσιε καὶ θεῖε Συμεών, ὁ μὲν βίον ἔνθεον, διελθὼν ἐν ἐρήμῳ· ὁ δὲ σοφοῖς σκώμμασι, τὸν Βελίαρ μωράνας· καὶ νῦν τῶν θείων ἄμφω ἀμοιβῶν, κατατρυφῶντες ἡμᾶς ἐποπτεύοιτε.
Κοντάκιον τῶν Ὁσίων.
Ἦχος β´. Τοὺς ἀσφαλεῖς.
Τὸν ἐν σαρκὶ ἀναφανέντα ἄσαρκον, καὶ ἀρεταῖς ὑπερκοσμίως λάμψαντα, Συμεῶνα τὸν ἰσάγγελον καὶ θεοφόρον εὐφημήσωμεν· σὺν τούτῳ Ἰωάννην τὸν ἀοίδιμον, γεραίροντες ὡς ἄγγελον ἐν σώματι· ὁμοῦ γὰρ ὑπὲρ ἡμῶν πρεσβεύουσι.
Μεγαλυνάριον τῶν Ὁσίων.
Χαίροις παμμακάριστε Συμεών, ὁ ἀπομωράνας, τῆς κακίας τὸν σοφιστήν· χαίροις Ἰωάννη, πολῖτα τῆς ἐρήμου, Πατέρες θεοφόροι, Ἀγγέλων σύσκηνοι.
22. Τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Χριστῷ τῷ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθείς.
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα· καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Μεγαλυνάριον.
Τάφῳ προσελθοῦσα τοῦ Ἰησοῦ, τοῦτον ἐθεάσω, ἀναστάντα ἐκ τῶν νεκρῶν· ὅθεν Ἀποστόλοις, Μαγδαληνὴ Μαρία, χαρᾶς εὐγγελίσω τὰ εὐαγγέλια.
23. Τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ. (Ἀνακομιδὴ λειψάνων).
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Καὶ τρόπων μέτοχος. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Φῶς ἐκλάμπουσα, τῶν ἰαμάτων, κόσμῳ δέδεκται, τῶν σῶν λειψάνων, ἱερομάρτυς ἡ θήκη ἡ ἔνθεος· ἧς τὴν σεπτὴν κομιδὴν ἑορτάζοντες, ἁγιασμὸν ἀληθῆ κομιζόμεθα. Φωκᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.
Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς θησαυρὸν ἀνέκλειπτον, τῆς δωρεᾶς τοῦ Πνεύματος, τῶν ἱερῶν σου λειψάνων τὴν λάρνακα, περικυκλοῦντες ἔνδοξε, ψυχικῶν νοσημάτων, καὶ παντοίων παθῶν ἰάσεις λαμβάνομεν, Φωκᾶ ἀνευφημοῦντες τὰ θεῖά σου κατορθώματα.
Μεγαλυνάριον.
Βρύει τοῖς ἐν κόσμῳ ποταμηδόν, ἐκ πηγῶν ἀΰλων, σωτηρίους ἐπιῤῥοάς, ἡ σεπτή σου θήκη, Φωκᾶ ἱερομάρτυς, ἐξ ὧν ἀεὶ ἀντλοῦντες σὲ μεγαλύνομεν.
24. Τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.
Ἀπολυτίκιον. Ἦχος δ´. ΚατεπλάγηἸωσὴφ.
Ἡ ἀμνάς σου Ἰησοῦ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τοῦ πατρός σου τὴν πλάνην λιποῦσα πάνσεμνε, τῆς εὐσεβείας ἐδέξω τὴν θείαν ἔλλαμψιν, καὶ νενύμφευσαι Χριστῷ ὡς καλλιπάρθενος· ὅθεν ἠγώνισαι στεῤῥῶς, καὶ καθεῖλες τὸν ἐχθρόν, Χριστίνα Μεγαλομάρτυς. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστίνα σεμνή· ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.
Μεγαλυνάριον.
Κάλλει διαπρέπουσα τῆς σαρκός, τῆς ψυχῆς τὸ κάλλος, καθιέρωσας τῷ Χριστῷ· σὺ γὰρ ὦ Χριστῖνα, τὴν πλάνην ἐβδελύξω, καὶ ὑπὲρ φύσιν ἄθλων, ἤγειρας τρόπαια.
25. Ἡ Κοίμησις τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Ὁ Θεὸς γενοῦ μεθ᾿ ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.
Μεγαλυνάριον.
Χαίρουσα μετέστης πρὸς τὴν ζωήν, Ἄννα ὥσπερ μήτηρ, τῆς τεκούσης τὸν Ποιητήν. Ὅθεν τοὺς τιμῶντας, τὴν θείαν κοίμησίν σου, χαρᾶς τῆς ἀθανάτου μετόχους ποίησον.
26. Τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου καὶ τῶν σὺν αὐτῷ, Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὀσιοπαρθενομάρτυρος Παρασκευῆς.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον τῶν Ἱερομαρτύρων.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ἱερομαρτύρων.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἱερατεύσαντες, γνησίως Ἅγιοι, τῷ πρυτανεύσαντι, ὑμῖν τὰ κρείττονα, τοῦ μαρτυρίου τὴν ὁδόν, ἠνύσατε γηθοσύνως, ἱερὲ Ἑρμόλαε, σὺν Ἑρμίππῳ Ἑρμόκρατες, τρίστυλον ἑδραίωμα, Ἐκκλησίας γενόμενοι· διὸ ἐκδυσωπεῖτε ἀπαύστως, σῴζεσθαι πάντας πάσης βλάβης.
Ἀπολυτίκιον τῆς Μάρτυρος.
Ἦχος α´. Ἐν τῇ γεννήσει.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον τῶν Ἱερομαρτύρων.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἱερεῖς θεόφρονες, ὡς ἀληθῶς δεδειγμένοι, ἱερεῖα ἔμψυχα, προσήχθητε τῇ Τριάδι, ῥεύμασι, τοῖς τῶν αἱμάτων πεφοινιγμένοι, στίγμασι, τοῖς ζωηφόροις πεποικιλμένοι, Ἑρμόλαε θεοφόρε, σὺν τῷ Ἑρμίππῳ, καὶ Ἑρμοκράτει ὁμοῦ.
Κοντάκιον τῆς Μάρτυρος.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῇ ἀθληφόρῳ οἱ πιστοὶ τὸν ὑμνητήριον, Παρασκευῇ δεῦτε συμφώνως ἀναμέλψωμεν, ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ· ἀπελαύνουσα τῆς πλάνης τὴν σκοτόμαιναν, καὶ παρέχουσα πιστοῖς τὴν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαίροις Μάρτυς πολύαθλε.
Μεγαλυνάριον τῶν Ἱερομαρτύρων.
Ἱερομαρτύρων τριὰς σεπτή, Ἑρμόλαε Πάτερ, σὺν Ἑρμίππῳ τῷ ἱερῷ, καὶ τῷ Ἑρμοκράτει, Τριάδι τῇ Ἁγίᾳ, ὑπὲρ ἡμῶν ἐντεύξεις ἀεὶ προσφέρετε.
Μεγαλυνάριον τῆς Μάρτυρος.
Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, καὶ τῶν ἰαμάτων, πολυχεύμων ὄντως κρουνός· χαίροις προστασία, καὶ σκέπη οὐρανία, Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.
27. Τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος γ´.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Χάριν ἔνθεον εἰσδεδεγμένος, ῥῶσιν ἄφθονον, ἀεὶ παρέχεις, καὶ ψυχῶν τε καὶ σωμάτων τὴν ἴασιν, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι, Παντελεῆμον ἐλέους θησαύρισμα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.
Ἦχος πλ. α´. Αὐτόμελον.
Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ᾿ αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Μεγαλυνάριον.
Ῥεῖθρα ἰαμάτων ὡς ἐκ πηγῆς, χάριτι θαυμάτων, βλύζει χρῄζουσι δωρεάν, ὁ Παντελεήμων, ὁ πάνσοφος ἀκέστωρ· οἱ ῥώσεως διψῶντες, δεῦτε ἀρύσασθε.
28. Τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.
Ἀπολυτίκιον. Ἦχος γ´.
Ἀπόστολοι ἅγιοι. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς θεῖοι συνέκδημοι, τῶν Ἀποστόλων Χριστοῦ, θεόθεν ἐκρίθητε, διακονεῖν εὐσεβῶς, τῷ θείῳ πληρώματι, Πρόχορε θεηγόρε, σὺν Νικάνορι ἅμα, Τίμων ὁ θεοκήρυξ, Παρμενᾶς τε ὁ θεῖος, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Διάκονοι σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς ἀνεδείχθητε πίστει, Νικάνορ καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.
Μεγαλυνάριον τῶν Ἀποστόλων.
Ἡ τῶν Ἀποστόλων θεία τετράς, Πρόχορε Νικάνορ, καὶ σὺν Τίμωνι Παρμενᾶς, ὡς τῆς εὐσεβείας διάκονοι καὶ μύσται, μυσταγωγεῖν τὰ κρείττω, ἡμᾶς μὴ παύσησθε.
29. Τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης.
Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος.
Ἦχος γ´. Θείας πίστεως.
Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκην κάλλιστον, ἦρας ἐν ἄθλοις, καταλλήλως γεγονὼς ὃ προκέκλησαι· σὺ γὰρ καλῶς τὸν ἀγῶνα τελέσας σου, ὡς νικητὴς ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς Μάρτυρος. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἡ ἀμνάς σου Ἰησοῦ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῆς Μάρτυρος.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς δῶρον ἐκλεκτόν, Θεοδότη θεόφρον, προσήγαγες Θεῷ, τοὺς ἐνθέους βλαστούς σου· σὺν τούτοις γὰρ ἠγώνισαι, ἱερῶς ἐναθλήσασα, μεθ᾿ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ βίου διόρθωσιν.
Κοντάκιον τοῦ Μάρτυρος.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ταῖς ἐπομβρίαις τῶν ἐνθέων σου λόγων, τῆς ἀσεβείας κατασβέσας τὴν φλόγα, μαρτυρικοῖς διέλαμψας ἀγῶσι σοφέ· ὅθεν καὶ εἰσέδραμες τῇ καμίνῳ προθύμως, ἐκβοῶν Καλλίνικε, τῷ ἰσχύν σοι διδόντι· ἐν τῷ φωτί με ἴθυνον τῷ σῷ, τὸν ἐν πυρί σε Χριστέ μεγαλύναντα.
Κοντάκιον τῆς Μάρτυρος.
Ἦχος ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ὡς μητέρα βλέποντες εὐφραινομένην, ἐπὶ τέκνοις σήμερον τὴν Θεοδότην τὴν σεμνήν, ταύτης τὴν ἄθλησιν μέλψωμεν, τὸν στεφοδότην Χριστόν μεγαλύναντες.
Μεγαλυνάριον τοῦ Μάρτυρος.
Ἄνθραξι τῶν λόγων σου τῶν σοφῶν, ὕλην ἀσεβείας, καταφλέξας ἀθλητικῶς, ὡς τερπνὴ θυσία, διὰ πυρὸς προσήχθης, Καλλίνικε παμμάκαρ, τῷ ἀθλοθέτῃ σου.
Μεγαλυνάριον τῆς Μάρτυρος.
Δόσιν Θεοδότη πανευπρεπῆ, οὓς ἐτιθηνήσω, εὐσεβείας τῇ ἀπαρχῇ, τῷ Θεῷ προσφέρεις, ἀθλητικοῖς ἀγῶσι, μεθ᾽ὧν καὶ δοξασθεῖσα, ἡμῶν μνημόνευε.
30. Τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.
Ἀπολυτίκιον. Ἦχος γ´.
Ἀπόστολοι ἅγιοι. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης, Σιλουανός τε, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκῳ, Ἐπαινετὸς ὁ θεόφρων· Χριστὸν γὰρ ἱκετεύουσι, σῴζεσθαι ἅπαντας.
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε· καὶ στάχυν πολύχουν δρεψάμενοι, τῷ Βασιλεῖ τῶν ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.
Μεγαλυνάριον.
Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε Σίλα, καὶ θεόφρον Σιλουανέ, σὺν Ἐπαινετῷ τε, καὶ Κρήσκεντι τῷ θείῳ, τῆς ἀληθοῦς σοφίας ἐνδιαιτήματα.
31.Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ καὶ τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου.
Ἀπολυτίκιον τῶν Προεορτίων. Ἦχος α´. Χορὸς ἀγγελικός.
Τὸν Τίμιον Σταυρόν, τὸ σωτήριον ὅπλον, δεξώμεθα πιστοί, καθαρᾷ διανοίᾳ· προέρχεσθαι μέλλει γάρ, θείαν χάριν δωρούμενος, καὶ ἰώμενος, ψυχῶν ὁμοῦ καὶ σωμάτων, τὰ νοσήματα, δι᾿ ἐνεργείας ἀῤῥήτου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ἁγίου Εὐδοκίμου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς
Κοντάκιον τῶν Προεορτίων.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Ὡς θεία λαμπάς, προέρχεται τοῖς πέρασι, Χριστοῦ ὁ Σταυρός, δι᾿ οὗ ζωὴ δεδώρηται· προσέλθωμεν οὖν ἄνθρωποι, καὶ ῥυσθῶμεν τούτου τῇ χάριτι· ὁ γὰρ ἐν τούτῳ προσπαγείς, παρέχει τοῖς πᾶσιν, ἱλασμὸν καὶ ζωήν.
Κοντάκιον τοῦ Ἁγίου Εὐδοκίμου.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ σεπτή σου σήμερον, ἡμᾶς συνήθροισε μνήμη, ἐν τῇ θείᾳ λάρνακι, τῶν ἱερῶν σου λειψάνων· πάντες οὖν οἱ προσιόντες καὶ προσκυνοῦντες, ἅπασαν, δαιμόνων βλάβην ἀποσοβοῦνται, καὶ ποικίλων νοσημάτων, λυτροῦνται τάχος, μάκαρ Εὐδόκιμε.
Μεγαλυνάριον τῶν Προεορτίων.
Δεῦτε καὶ δεξώμεθα εὐλαβῶς, καθαραῖς ἐννοίαις, τὸν πανάγιον νῦν Σταυρόν· αἵματι γὰρ θείῳ Χριστοῦ κατηρδευμένος, βλυστάνει ἀκενώτως, πᾶσιν ἰάματα.
Μεγαλυνάριον τοῦ Ἁγίου Εὐδοκίμου.
Εὐδόκιμος πέφηνας τῷ Θεῷ, ἐν δικαιοσύνῃ, τὸν σὸν βίον διαδραμών· ὃ λαθὼν γὰρ ἔσχες, ἐγνώσθη μετὰ τέλος, Εὐδόκιμε θεόφρον, πρὸς θείαν αἴνεσιν.
https://wra9.blogspot.com/2024/07/blog-post.html
ΑΦΙΕΡΩΜΕΝΟ ΣΤΟΝ ΚΥΡΙΟ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟ ΚΑΙ ΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ
Σελίδες
- ΑΡΧΙΚΗ
- ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ-ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟΣ
- ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ
- ΕΞΟΜΟΛΟΓΗΣΗ-ΠΑΤΕΡΙΚΑ ΚΕΙΜΕΝΑ-ΠΡΟΣΕΥΧΕΣ
- ΘΑΥΜΑΤΑ ΠΟΥ ΣΥΓΚΛΟΝΙΖΟΥΝ
- ΓΕΡΟΝΤΟΣ ΠΑΪΣΙΟΥ ΛΟΓΟΙ ΚΑΙ ΘΑΥΜΑΤΑ
- ΟΣΙΟΣ ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ- ΓΕΡΩΝ ΕΦΡΑΙΜ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ
- ΘΛΙΨΕΙΣ-ΠΕΙΡΑΣΜΟΙ
- ΜΟΝΑΧΙΣΜΟΣ
- ΑΓΧΟΣ-ΚΑΤΑΘΛΙΨΗ-ΨΥΧΟΛΟΓΙΚΑ-ΘΕΙΑ ΠΡΟΝΟΙΑ
- ΜΕΤΑΜΟΣΧΕΥΣΕΙΣ-ΔΩΡΕΑ ΟΡΓΑΝΩΝ-ΑΕΡΟΨΕΚΑΣΜΟΙ- ΝΕΑ ΤΑΞΗ ΠΡΑΓΜΑΤΩΝ- ΣΗΜΑΝΤΙΚΑ ΚΑΙ ΕΠΙΚΑΙΡΑ
- ΕΘΝΙΚΑ ΘΕΜΑΤΑ-ΠΡΟΦΗΤΕΙΕΣ
- Μ. ΕΒΔΟΜΑΔΑ-ΑΓΙΟΝ ΠΑΣΧΑ
- ENGLISH- ROMANESC-FRANCAIS-DEUTSCH-EN ESPANOL
- ΤΑ ΒΙΒΛΙΑ ΜΑΣ- ΕΤΙΚΕΤΤΕΣ-ΟΜΙΛΙΕΣ- ΟΔΗΓΙΕΣ ΓΙΑ ΠΟΛΥΤΟΝΙΚΑ- ΕΠΙΚΟΙΝΩΝΙΑ
- ΑΓΩΓΗ ΠΑΙΔΙΩΝ ΚΑΙ ΓΟΝΕΩΝ - ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΕΣ ΟΜΙΛΙΕΣ
- ΑΓΙΑ ΓΡΑΦΗ : ΠΑΛΑΙΑ ΚΑΙ ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ (ΚΕΙΜΕΝΟ)
- ΔΙΔΑΚΤΙΚΕΣ ΙΣΤΟΡΙΕΣ
- ΩΡΑΙΟΤΑΤΕΣ ΔΙΔΑΧΕΣ ΓΕΡΟΝΤΩΝ
- ΧΡΙΣΤΟΥΓΕΝΝΑ
- ΕΝΑΛΛΑΚΤΙΚΗ ΙΑΤΡΙΚΗ-ΓΙΟΓΚΑ-ΒΕΛΟΝΙΣΜΟΣ-ΡΕΪΚΙ-ΠΙΛΑΤΕΣ
- ΟΜΙΛΙΕΣ 2015
- ΟΜΙΛΙΕΣ 2013 ΚΑΙ 2014
- ΘΕΜΑΤΑ-ΛΕΞΕΙΣ ΚΛΕΙΔΙΑ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ
- ΠΕΙΡΑΣΜΟΙ-ΘΛΙΨΕΙΣ
- ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΕΣ ΟΜΙΛΙΕΣ π.ΣΑΒΒΑ ΑΓ.
- ΣΥΝ ΘΕῼ ΠΡΟΓΡΑΜΜΑ Ι.Μ. ΑΓ. ΤΡΙΑΔΟΣ (ΑΚΟΛΟΥΘΙΩΝ ΚΑΙ ΣΥΝΑΞΕΩΝ)
ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ
ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:
Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.
Παρασκευή 5 Ιουλίου 2024
ΜΗΝΟΛΟΓΙΟ ΙΟΥΛΙΟΥ
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ
1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)
2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.
3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς
4.Ἐπικοινωνία: Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό Kyria.theotokos@gmail.com .
2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.
3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς
4.Ἐπικοινωνία: Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό Kyria.theotokos@gmail.com .
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου