«Καὶ
ἐγέντο ἐν τῷ πορεύεσθε αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ
μέσου Σαμαρείας καὶ Γαλιλαίας. Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα πόλιν,
ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἵ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν
φωνήν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς·
πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν
αὐτούς, ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ
φωνῆς μεγάλης δοξάζων τὸν Θεὸν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας
αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς
εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἑννέα ποῦ; Οὐχ εὑρέθησαν
ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν
αὐτῷ · Ἀναστὰς πορεύου, ἡ πίστις σου σέσωκέ σε.» Κἀντεῦθεν ἄν τις
ἐπιγνοίη, ὡς οὐδὲν ἐμποδίζει τινὶ πρὸς τὸ εὐαρεστεῖν Θεῷ, κἄν
ἐπικαταράτου γένους εἴη, μόνον εἰ προαίρεσιν ἀγαθὴν ἔχοι. Ἰδοὺ γὰρ δέκα
μὲν λεπροὶ συνήντησαν τῷ Ἰησοῦ μέλλοντι εἰσελθεῖν εἴς τινα πόλιν.
Ἀπήντησεν δὲ ἔξω τῆς πόλεως. Οὐ γὰρ ἐξῆν αὐτοῖς ἀκαθάρτοις νομιζομένοις
εἴσω τῆς πόλεως διάγειν· πόρρωθεν δὲ στάντες, οἷα αἰσχυνόμενοι τὴν
δοκοῦσαν αὐτῶν ἀκαθαρσίαν, καὶ μὴ τολμῶντες ἐγγίσαι· ἐνόμιζον γὰρ καὶ
τὸν Ἰησοῦ βδελυχθῆναι ἄν αὐτούς, ὥσπερ καὶ οἱ λοιποὶ ἐποίουν· αἴρουσι
τὴν φωνήν καὶ ἱκετεύουσι. Τῷ μὲν τόπῳ πόρρῳ ἔστησαν, τῇ δὲ ἱκεσίᾳ ἐγγὺς
ἐγένοντο. Ἐγγὺς γὰρ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
Καὶ οὐχ ὡς ἁπλῶς ἄνθρωπον ἱκετεύουσιν, ἀλλ’ὡς ὑπὲρ ἄνθρωπον. Ἐπιστάτην
γὰρ αὐτὸν ὀνομάζουσιν, ὅ ἔστι, Κύριον, κηδεμόνα, ἔφορον, ὅπερ ἐγγὺς ἐστι
τοῦ Θεὸν νομίζειν αὐτόν. Ὁ δὲ προστάττει αὐτοῖς ἐπιδείξαι ἑαυτοὺς τοῖς
ἱερεῦσιν· οἱ γὰρ ἱερεῖς ἐδοκίμαζον τοὺς τοιούτους, καὶ παρ' ἐκείνων τὴν
ψῆφον ἐδέχοντο, εἴτε καθαροὶ τῆς λέπρας, εἶεν, εἴτε μή. Εἶχον γὰρ σημεῖα
οἱ ἱερεῖς δι’ ὧν τὴν ἀνίατον λέπραν ἐχαρακτήριζον. Ἀλλὰ καὶ μεθ’ ὅ
ἐλεπρώθη τις, εἶτα ὑγιείας ἔτυχεν, οἱ ἱερεῖς ἐδοκίμαζον, καὶ δῶρον
προσφέρετο τὸ ἐν τῷ νόμῳ διαταχθὲν. Ἐνταῦθα δὲ ὁμολογουμένως λεπρῶν
ὄντων τούτων, τί ἔδει αὐτοὺς ὑπδειχθῆναι τοῖς ἱερεῦσιν, εἰ μὴ πάντως
ἔμελλον καθαρισθῆναι; Τὸ γὰρ προστάξαι αὐτοῖς ἀπελθεῖν πρὸς τοὺς ἱερεῖς,
οὐδὲν ἄλλο ἐνέφαινεν, ἤ ὅτι καθαροὶ ἔσονται, δι’ ὅ καὶ φησιν, ὅτι ἐν τῷ
ὑπάγειν ἐκαθαρίσθησαν. Ἀλλ’ ὅρα ὅπερ ἐν ἀρχῇ εἴπομεν, ὅτι δέκα ὄντων, οἱ
μὲν ἑννέα, καίτοι Ἰσραηλῖται ὄντες, ἀχάριστοι ἐφάνησαν, ὁ δὲ
Σαμαρείτης, ἀλογενὴς ὤν, ὑπέστρεψε καὶ τὴν τῆς εὐγνωμοσύνης φωνὴν
ἠφίει. Ἀσσύριοι γὰρ οἱ Σαμαρεῖται, ἵνα μηδεὶς ἐθνικὸς ἀπογινώσκῃ, καὶ
ἵνα μηδεὶς ἐκ προγόνων ἁγίων ὤν καυχῷτο. Αἰνίττεται δὲ τὸ θαῦμα τοῦτο
καὶ τὴν κοινὴν κατὰ παντὸς τοῦ ἀνθρωπίνου γένους γενομένην σωτηρίαν,
δέκα μὲν γὰρ λεπροὶ, ἡ παντελὴς τῶν ἀνθρώπων φύσις λεπρωθεῖσα τῇ κακίᾳ
καὶ τὴν τῆς ἁμαρτίας ἀσχημοσύνην περιφέρουσα, καὶ ἔξω τῆς τῶν οὐρανῶν
πόλεως διὰ τὴν ἀκαθαρσίαν διάγουσα, καὶ πόρρωθεν ἱσταμένη Θεοῦ, αὐτὸ
τοῦτο τὸ πόρρωθεν ἵστασθαι, ἱκετηρίαν εἶχεν. Τῷ γὰρ φιλανθρώπῳ καὶ
θέλοντι πάντας σωθῆναι καὶ ἀγαθύνεσθαι, μεγίστη πρόφασις εἰς ἔλεον τὸ
μηδένα ὁρᾷν μετέχοντα τῆς ἀγαθότητος Αὐτοῦ· δι’ αὐτὸ γὰρ τοῦτο
ἐπικάμπτεται πρὸς τὸ θεραπεῦσαι τοὺς οὕτως ἀθλίως ἔχοντας. Καὶ μέντοι
καὶ ἐθεράπευσε πᾶσαν τὴν λεπρωθεῖσαν φύσιν, ὑπὲρ παντὸς ἀνθρώπου καὶ
σαρκωθείς· καὶ θανάτου γευσάμενος. Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι, καὶ τοι ὅσον τὸ
ἐπὶ τῷ Κυρίῳ, καθαρισθέντες τῶν οἰκείων τῆς λεπρώδους ἁμαρτίας
ἀκαθαρσιῶν, ἀγνώμονες ἀνεφάνησαν, καὶ οὐχ ὑπέστρεψαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν
τῆς ματαιότητος, ὥστε δοῦναι δόξαν τῷ Θεῷ σώσαντι, τοὐτέστι, πιστεῦσαι
αὐτῷ, ὅτι ὁ Θεὸς ὤν, ἠνέσχετο τὰ ἔσχατα παθεῖν. Τοῦτο γὰρ δόξα Θεοῦ, ἡ
σὰρξ καὶ ὁ σταυρός. Οὗτοι μὲν οὖν τὸν σαρκωθέντα καὶ σταυρωθέντα Κύριον
τῆς δόξης οὐχ ὡμολόγησαν. Ὁ δὲ ἀλλογενὴς λαὸς τῶν ἐθνῶν ἐπέγνω τὸν
καθαρίσαντα, καὶ ἐδόξασεν Αὐτὸν ἐν τῶ πιστεύσαι, ὅτι τοσοῦτον
φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ δυνατός, ὥστε καὶ ἀτιμότατα δι’ ἡμᾶς
ἀναδέξασθαι, ὅπερ, ἐστὶ φιλανθρωπίας, καὶ ἀναδεξάμενος μηδὲν
παραβλαβῆναι εἰς τὴν οἰκείαν φύσιν, ὅπερ ἐστὶ δυνάμεως.
|
«Καὶ
στὸ δρόμο ποὺ πήγαινε στὰ Ἱεροσόλυμα, πέρασε ἀνάμεσα ἀπὸ τὴ Σαμάρεια
καὶ τὴ Γαλιλαία. Ὅταν ἔμπαινε σ’ ἕνα χωριό, τὸν συνάντησαν δέκα λεπροί,
ποὺ στάθηκαν μακρυὰ καὶ μὲ φωνὴ δυνατὴ εἶπαν· Ἰησοῦ δάσκαλε, δεῖξε μας
τὸ ἔλεός σου. Ἐκεῖνος τούς κοίταξε καὶ τοὺς εἶπε· πηγαίνετε νὰ σᾶς δοῦν
οἱ ἱερεῖς. Καὶ καθώς ἐπήγαιναν καθαρίστηκαν ἐντελῶς. Ἕνας ἀπ’ αὐτοὺς
μόλις εἶδε ὅτι θεραπεύτηκε γύρισε μὲ φωνὲς δυνατὲς δοξολογῶντας τὸ Θεὸ,
ἔπεσε μὲ τὸ πρόσωπο στὰ πόδια του καὶ τὸν εὐχαριστοῦσε.
|