Sermo alius compunctorius
Λόγος ἕτερος κατανυκτικός
Κατανύγηθι, ψυχή μου, κατανύγηθι ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς εἴληφας παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐφύλαξας· κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ἔπραξας κακοῖς· κατανύγηθι ἐπὶ πᾶσιν, οἷς ὁ Θεὸς ἐμακροθύμησεν ἐπὶ σοί. Κατανύγηθι καὶ μετανόησον, ἵνα μὴ τῷ ἐξωτέρῳ σκότει παραδοθῇς. Μετανόησον, ψυχὴ ταλαίπωρε, ἵνα μὴ καταισχυνθῇς ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ. Οἴμοι τῷ ἁμαρτωλῷ τῷ ῥυπώσαντι τὸ καθαρὸν τῆς καρδίας μου τῇ ἐμαυτοῦ χαυνότητι· ἡ γὰρ ἀμέλειά μου καὶ ἡ ὀκνηρία τὴν παρρησίαν τῆς καρδίας μου ἐσκότισαν. Ἡ πονηρὰ ἐπιθυμία, ὡς δεσπότης δούλῳ, ἐπιτάσσει μοι, κἀγὼ εὐθὺς μετὰ φόβου ὡς νήπιος ὑπακούω· καὶ ἀποπλανᾷ με, κἀγὼ ἥδομαι. Καὶ τίς ἐστιν ὃς περὶ ἐμοῦ πενθήσει ἢ παρακαλέσει; Μόνος αὐτός, Σωτήρ μου, ὁ τὴν οἰκείαν ἀγαθότητα κεκτημένος, ἐπέβλεψεν ἐπ' ἐμὲ τὸν ἀπεγνωσμένον. Οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι μόνος ἐγὼ ἐτραυματίσθην. Οἴμοι ὅτι καθαρόν με ἐποίησας, ∆έσποτα, κἀγὼ τῇ ἀμελείᾳ μου ἐμαυτὸν κατερρύπωσα ἐν ἁμαρτίαις. Ἰσότιμος Ἀγγέλων ὑπάρχων, ἐμαυτὸν ἐσμίκρυνα. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν, καὶ οὐκ ἔστι πέρας ἐν τῷ πλήθει αὐτῶν. Πῶς δὲ ἱκετεύσω σε, Σωτήρ μου, ὅτι τὸ στόμα μου ἐπλήρωσα λοιδορίας; Ἢ πῶς ὑμνήσω σε, ὅτι ἡ συνείδησίς μου μεμόλυται; Ἢ πῶς ἀγαπήσω σε, ὅτι τοῦ μίσους πεπλήρωμαι; Ἢ πῶς οἰκήσει ἐν ἐμοὶ ἡ ἀλήθεια, ὅτι τῷ ψεύδει ἐμαυτὸν καθώπλισα; Ἢ πῶς ἐπικαλέσομαί σε, ὅτι τὰς ἐντολάς σου οὐκ ἐφύλαξα; Ἀλλ' αὐτὸς ἀψευδὴς ὑπάρχων, μὴ ὑπερίδῃς με τὸν ἐξουθενημένον· μὴ ἀπορρίψῃς με τὸν ἐβδελυγμένον· μὴ ἐγκαταλίπῃς με τὸν ἀπηλπισμένον. Σφόδρα γὰρ τέρπεται ὁ Ἐχθρός μου, ὅταν βλέπῃ ὅτι ἑαυτοῦ ἀπογινώσκω· ἐν τούτῳ γὰρ μόνῳ ἀγάλλεται, ἵνα διὰ τῆς ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον. Ἀλλ' αὐτὸς τῇ εὐσπλαγχνίᾳ σου καταίσχυνον αὐτοῦ τὴν ἐλπίδα, καὶ ἔκσπασόν με τῶν ὀδόντων αὐτοῦ καὶ τῆς κακοτέχνου γνώμης, καὶ ὅλης αὐτοῦ τῆς κατ' ἐμοῦ κινουμένης ἐνεργείας. ∆ιὸ παρακαλῶ πάντας, ὅσοι τῇ συνειδήσει λυπεῖσθε ἐπὶ τοῖς ἀτόποις ἔργοις, μὴ ἑαυτοὺς ἀπογινώσκετε, μὴ χαροποιεῖτε τὸν ἀντίδικον ἡμῶν. Ἀλλὰ προσέλθετε ἀναιδῶς τῷ Θεῷ, κλαύσατε ἐνώπιον αὐτοῦ, καὶ μὴ ἀπελπίσητε ἑαυτούς. Σφόδρα χαίρει ἐπὶ τοῖς μετανοοῦσιν ὁ Κύριος ἡμῶν· ἐκδέχεται τὴν ἐπιστροφὴν ἡμῶν· φησὶ γάρ· μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον· καὶ πάλιν διὰ τῶν ἁγίων Εὐαγγελίων λέγει· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μηδεὶς οὖν ἀπελπιζέτω ἑαυτοῦ, ἐὰν καὶ ἥμαρτε· τοῖς γὰρ ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται· τοῖς δὲ ἀθετοῦσιν αὐτόν, καὶ μὴ μετανοοῦσιν, ἀπότομος ὑπάρχει. ∆ιὰ ποίας οὖν ὁδοῦ δύναταί τις αὐτὸν ἐκζητεῖν καὶ εὑρίσκειν; Πρῶτον μὲν πάντων φυλάττειν δεῖ τὴν πρὸς τοὺς ἀδελφοὺς ἀγάπην· ἡ ἀγάπη γάρ, φησίν, ὁ Θεός ἐστιν.