Τῷ τριακοσιοστῷ εἰκοστῷ ἔτει ἀπὸ τοῦ πάθους τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ζήτησις καὶ ἀνεύρεσις ἐγένετο ἐν ᾧ (Σταυρῷ) ἐκρεμάσθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον βασιλεύοντος Κωνσταντίνου τοῦ θεοφιλεστάτου ἀνδρός, ὃν ἔτεκεν ἡ σεμνοτάτη Ἑλένη ἡ φιλόχριστος. Αὕτη ζήτησιν ἐποίησεν περὶ τοῦ πεποθημένου Τιμίου καὶ Ἁγίου ξύλου, ἐφ᾿ ᾧ ὁ Χριστὸς ἐκρεμάσθη. Κοιλοπονοισάσης γὰρ ἐμπόνως τὴν ἐνανθρώπισιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὴν ἐπὶ τοῦ Σταυροῦ ὕψωσιν καὶ τὴν ἐκ νεκρῶν αὐτοῦ Ἀνάστασιν, οὐκ ἐκαρτέρησεν ἡ σεμνοπρεπεστάτη, ἀλλ᾿ ὅλῃ τῇ ψυχῇ καὶ τῇ διανοίᾳ χρησαμένῃ, ἔσπευσεν τοῦτον ἀναζητῆσαι, καὶ ἄχραντον δῶρον τῷ κόσμῳ ἀναδεῖξαι· τοιούτῳ γὰρ ζήλῳ εὐτρόπῳ καὶ δυσευρέτῳ ἐπεπόθει τὸ ἁγιασθέν ξύλον.
Ἐπορεύθη ἐν Ἰερουσαλήμ ἐν τῷ μηνὶ δευτέρῳ, ὀγδόῃ καὶ εἰκάδι σὺν στρατιώταις ἅμα πολλοῖς, καὶ ἐκκλησίαν συγκροτήσασα ἐκάλεσεν πάντας τοὺς εὑρισκομένους Ἰουδαίους ἐν Ἰερουσαλήμ καὶ ὅσους ἦσαν περιληφθέντες εἰς τὰς πέριξ...
πόλεις καὶ κώμας· συνήχθησαν δὲ πάντες οἱ Ἰουδαῖοι τὸν ἀριθμὸν δισχίλιοι, οὕς μεταστειλαμένη ἡ μακαρία Ἑλένη, λέγει αὐτοῖς, «ἔγνων ἀπὸ τῶν ἁγίων Προφητῶν, ὅτι σπέρμα δίκαιοι ἦτε, ἠγαπημένοι ὑπὸ Κυρίου, ἀλλ᾿ ὑμεῖς οὐ συνείκετε, ἀλλ᾿ ἐνομίσατε τὸ φῶς εἶναι σκότος, καὶ τὴν ἀλήθειαν ψεῦδος, καὶ τὸν θέλοντα ὑμᾶς ἀπὸ τῆς κατάρας λυτρώσασθαι, κατηράσασθε αὐτόν, καὶ τὸν τοὺς νεκροὺς ἐγείραντα ἠθελήσατε νεκρὸν προσαγορεῦσαι. Τἀνῦν δὲ λέγω ὑμῖν, ἐπιλέξασθε ἑαυτοῖς τοὺς νομίζοντας εἰδέναι τὸν νόμον περὶ οὗ μέλλω ἐπερωτᾶν ὑμᾶς λόγον.
Οἱ δὲ ἐπορεύθησαν μετὰ φόβου μεγάλου, καὶ συνήθροισαν τοὺς νομίζοντας εἰδέναι τὸν νόμον ἄνδρας χιλίους, μαρτυροῦντες περὶ αὐτῶν καὶ λέγοντες ὅτι οὗτοι εἰσὶν οἱ τὸν νόμον εἰδότες ἀκριβῶς· ἡ δὲ λέγει αὐτοῖς «ἀκούσατὲ μου φησὶ τοὺς λόγους, ἐνωτήσασθαι πάντα τὰ ρήματα τοῦ στόματὸς μου· οὐκ ἠκούσατε τῶν ἁγίων προφητῶν, πῶς κατήγειλαν περὶ τοῦ Χριστοῦ, καὶ τοῦ δι᾿ αὐτῶν λαλοῦντος ἁγίου Πνεύματος καὶ λέγοντος: «παιδίον ἐγεννήθη, οὗ ἡ μήτηρ αὐτοῦ οὐ γνωρίσεται» καὶ ὁ ὑμνῳδὸς Δαβὶδ «προορώμην τὸν Κύριον ἐνώπιον μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστὶ ἵνα μὴ σαλευθῶ» καὶ πάλιν Ἡσαΐας προανεφώνει περὶ ὑμῶν, ὅτι «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲ ἠθέτησαν», καὶ αὖθις ὁ αὐτὸς προφήτης ὑπολαμβάνει λέγων «ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ, Ἰσραήλ δὲ με οὐκ ἔγνω καὶ ὁ λαὸς μου οὐ συνῆκε». Ἴδε οὖν ὑμεῖς οἱ ἀναγινώσκοντες οὐ νοεῖτε. ὅθεν φυλαττομένους ὑμᾶς, δίδωμι ὑπὸ στρατιωτῶν ἔχοντας διορίαν, ἐπιλέξασθε οὖν ἑαυτοῖς τοὺς νομίζοντας εἰδέναι τὸν νόμον. Οἱ δὲ πάλιν καθ᾿ ἑαυτοὺς συμβούλιον ποιησάμενοι, εὗρον ἄνδρας πεντακοσίους, τοὺς εἰδότας ἀκριβῶς τὸν νόμον· καὶ παραγενομένων αὐτῶν, λέγει αὐτοῖς «τίνες οὗτοι;» Λέγουσιν«Οὗτοι εἰσὶ Δέσποινα ἡμῶν καὶ κυρία, οἱ καλῶς καὶ ἀκριβῶς τὸν νόμον εἰδότες».