
.
Ὕμνος εἰς τὴν ἐνάτην Ωραν
Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου, δημιουργὲ τῶν ἁπάντων, τρισυπόστατε καὶ ὁμοούσιε μεγαλοδύναμε Κύριε· ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύι ἀτεχνολόγητας· καὶ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος· παράγεις γὰρ ἑτοίμως ἅπερ ἐθέλεις μόνῳ βουλήματι· ἡ ἀνώνυμος καὶ ἀσήμαντος πάσῃ διανοίᾳ ὕπαρξις, ἡ πάσης ὑπάρξεως ποιητική·
οὐσία ἀναίτιος, αἰτία παναλκής· ἡ πάσης οὐσίας ὑπερούσιος οὐσία· ὁ τὰ ἐπὶ πάσης τῆς γῆς ποτὲ ὕδατα εἰς μίαν συναγωγὴν τῷ λόγῳ συναθροίσας· ὁ τὸ ἀρχέγονον σκότος τῆς ἀβύσσου διώξας, καὶ διατμήξας· τὸ πρωτόγονον φάος.
Δόξα τῇ ἀφράστῳ δυνάμει τῆς βασιλείας σου· ὁ πάντων τῶν ὄντων, τῶν τε μετεχόντων καὶ μεθεκτῶν, τῶν τε νοουμένων καὶ λεγομένων ἀσυγκρίτως ἀπειράκις ὑπερεξῃρημένος· ὁ μήπου τὸ παράπαν ἐξ ἀϊδίου ἔχων τὶ σαὐτῷ συνεπινοούμενον· ὁ τῶν αἰώνων ποιητής· ὁ τῆς ζωῆς ἀέναος χορηγός, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος.







