1)ΠΡΩΪΝΗ ΠΡΟΣΕΥΧΗ
Ἀπὸ τοῦ ὕπνου ἐξεγερθείς, ἑξαναστάς τῆς κλίνης, στῆθι μετ’ εὐλαβείας καὶ φόβου Θεοῦ, ποίησον τὸ σημεῖον τοῦ Τιμίου Σταυροῦ καὶ εἰπέ:
Ἀπὸ τοῦ ὕπνου ἐξεγερθείς, ἑξαναστάς τῆς κλίνης, στῆθι μετ’ εὐλαβείας καὶ φόβου Θεοῦ, ποίησον τὸ σημεῖον τοῦ Τιμίου Σταυροῦ καὶ εἰπέ:
Ὁ Θεὸς ἰλάσθιτί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με.
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·
Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ
Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ
τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ
ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς
ἡμῶν. Ἀμήν.

