ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ
ΕΙΣ ΤΑ ΥΔΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ
Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀποσχολήσας, παρ' ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει. ὁσάκις ἐὰν ζῶμεν, δι' ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, δι' ὑδάτων πλουτοῦμεν· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι' ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν· οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ' ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ' ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται. καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκην|καὶ γὰρ πολλὰ ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶ|ἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγγελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μήπως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημένος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω;



