ΚΕΦΑΛ. Αʹ. Περὶ γαστριμαργίας.
Ἀρχὴ καρποφορίας, ἄνθος,
καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια·
ὁ κρατῶν γαστρὸς, ἐλαττοῖ πάθη,
ἡττώμενος δὲ βρώμασιν αὔξει τὰς ἡδονάς.
Ἀρχὴ ἐθνῶν Ἀμαλὴκ,
καὶ ἀρχὴ παθῶν γαστριμαργία.
Ὕλη πυρὸς ξύλα,
ὕλη δὲ γαστρὸς βρώματα.
Ξύλα πολλὰ μεγάλην ἐγείρει φλόγα,
πλῆθος δὲ βρωμάτων τρέφει ἐπιθυμίαν.
Φλὸξ ἀμαυροῦται ἐπιλειπούσης ὕλης,
καὶ βρωμάτων ἔνδεια μαραίνει ἐπιθυμίαν.
Ὁ κρατήσας σιαγόνος, ἀνεῖλεν ἀλλοφύλους,
καὶ δεσμὰ χειρῶν αὐτοῦ διέσπασεν εὐχερῶς.
Ἀναίρεσις σιαγόνος πηγὴν ἐγέννησεν ὕδατος,
καὶ γαστριμαργία καταργηθεῖσα, θεωρίαν ἔτεκε πρακτικήν.
Πάσσαλος σκηνῆς παρελθὼν, σιαγόνα ἀνεῖλε πολέμιον,
καὶ λόγος ἐγκρατείας ἐνέκρωσε πάθος.
Ἐπιθυμία βρώσεως ἔτεκε παρακοὴν,
καὶ γεῦσις ἡδεῖα ἐξέβαλε παραδείσου.
Πολυτέλεια βρωμάτων τέρπει λαιμὸν,
τρέφει δὲ σκώληκα ἀκολασίας ἀκοίμητον.
Ἐνδεὴς γαστὴρ ἐν προσευχῇ ἀγρυπνεῖν παρασκευάζει,
ἡ δὲ πεπληρωμένη ὕπνον ἐπάγει πολύν.
Νηφάλιον φρόνημα ἐν ξηροτάτῃ διαίτῃ,
ὑγρὸς δὲ βίος βαπτίζει νοῦν εἰς βυθόν.
Νηστεύοντος προσευχὴ, νεοσσὸς ἀετοῦ ἀνιπτάμενος,
ἡ δὲ τοῦ κραιπαλοῦντος βαρυνομένη τῷ κόρῳ, καθέλκεται·
νηστεύοντος νοῦς, ἀστὴρ ἐν αἰθρίᾳ λαμπρὸς,
ὁ δὲ τοῦ κραιπαλοῦντος ἐν σκοτομήνῃ καλύπτεται·
ὀμίχλη καλύπτει ἡλιακὰς ἀκτῖνας,
καὶ νοῦν σκοτίζει παχεῖα βρωμάτων ἀνάδοσις.