εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς με οὐ μὴ πεινάσῃ, καί ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. (Ἰωάνν. κεφ. στ΄ στίχ. 35).
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τόν αἰῶνα, καί ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. (Ἰωάνν. κεφ. στ΄ στίχ. 51).
ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ΄ ἕξει τὸ φῶς τῆς ζωῆς. (Ἰωάνν. κεφ. η΄ στίχ. 12).
ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. (Ἰωάνν. κεφ. η΄ στίχ. 18).
ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. (Ἰωάνν. κεφ. η΄ στίχ. 58).
ἐγώ εἰμι ἡ θύρα· δι΄ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, (Ἰωάνν. κεφ. ι΄ στίχ. 9).

