Θεοφάνους Κεραμέως
Ὁμιλία ιστ΄
Περί τοῦ Τελώνου καί Φαρισαίου
(J.P. Migne, Patrologia Graeca, t. 132, 356A-372B)
Πάλιν ἡ εὐαγγελικὴ φωνὴ πρὸς τὴν πατρικὴν ἡμᾶς ἀνάγουσα κλίμακα, τήν δευτέραν βαθμίδα προτίθησι· τῇ γὰρ παρελθούσῃ Κυριακῇ ὑπανοίξασα ἡμῖν τὴν τῆς μετανοίας ὁδόν διὰ τῆς τοῦ Ζακχαίου Ἱστορίας καὶ ἠρέμα ἐμφήνασα τὸ τῆς ταπεινοφροσύνης παράγγελμα ἐκ τοῦ εἰπεῖν Σπεύσας καταβῆθι, σήμερον διαλευκαίνει τοῦτο λαμπρότερον, καὶ δείκνυσιν ἀριδηλότερον τὸ ἐκ ταύτης κατόρθωμα, καί τὸ ἐκ τῆς κενοδοξίας ὀλίσθημα, καὶ ὅσον τῆς μὲν τὸ δικαίωμα, τῆς δὲ τὸ ἐλάττωμα ἐπειδὴ δὲ τὸ μὲν τελωνεῖν ἔσχατόν ἐστι κομιδῇ πάντων τῶν κακῶν,ἅτε περιεκτικόν ἁρπαγῆς, καὶ πλεονεξίας, καὶ φιλαργυρίας τυγχάνον, ἥν ὁ Ἀπόστολος εἰδωλολατρείαν ἐκάλεσε, τὸ δὲ τῶν Φαρισαίων καύχημα πάντων ἐνομίζετο κρεῖττον, ὡς τοῦ νόμου τηροῦν τὴν ἀκρίβειαν, καὶ παντός καθαροῦν μολύσματος (Φαρισαῖος γὰρ καθαρός ἑρμηνεύεται), διὰ τοῦτο τὸ ἔσχατον ἐν ἀδικίαις, καὶ τέλειον δῆθεν ἀρετῆς ὁ Σωτὴρ ἐν τῇ παραβολῇ παρεντίθησιν. Οἶδε γὰρ ἐρεθίζειν πρὸς μίμησὶν τὸ ἐκ τῶν κρειττόνων παράδειγμα. Ἀλλά βέλτιον ἄνωθεν λαβόντες τὴν παραβολὴν ταῖς φιλοθέοις ὑμῶν ἐπεξηγησόμεθα ἀκοαῖς.
Ταὐτὸν εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερόν προσεύξασθαι* ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Τὶ μὲν οὖν ἐστι παραβολή, καὶ διατὶ ὁ Σωτὴρ ἐν παραβολαῖς τά πολλὰ διελέγετο, ἐν ἄλλοις ἡμῖν προεξήτασται. Νῦν δὲ καὶ τοῦτο ἐπισημήνασθαι χρῇ, ὡς ὁπόταν ἐν ταῖς παραβολαῖς ἐθέλῃ θεολογεῖν, καὶ περὶ τῆς ἑνιαίας καὶ θείας φύσεως διαλέγεσθαι, τότε δὴ ἕνα ὑποτίθεται ἄνθρωπον, ὡς τό· « Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγαν» καὶ Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ. ».