Θεοφάνους Κεραμέως
Ὁμιλία Κ΄
«Τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας, περί τῶν ἁγίων εἰκόνων»
(J.P. Migne, Patrologia Graeca, t. 132, 425Α-441D)
Λαμπρὰ ἑορτὴ, καὶ πανήγυρις ἐπέστη σήμερον τοῖς φιλεόρτοις ὑμῖν, τῆς τῶν σεβασμίων εἰκόνων προσκυνήσεως τὰ ἐγκαίνια. Διὸ πᾶσα ἡ πληθὺς τοῦ Χριστωνύμου λαοῦ ἐνταῦθα συνελήλυθε πνευματικῆς εὐφροσύνης ἐπαπολαύουσα. Κἂν γοῦν οὐ συγχωρεῖ τοῦ σώματος ἡ ἀσθένεια ἱκανῶς τὰ τῆς διδασκαλίας ἀφοσιώσασθαι, τὸ γοῦν μετρίως εἰπεῖν μὴ ὀκνήσωμεν, ἵνα μὴ τοὺς συνειλεγμένους τῇ τελείᾳ σιγῇ ἀνι-άσωμεν. Ἔσται δὲ ὁ λόγος διηγηματικός, σαφηνίζων ἐν ἁπλῷ καὶ ἀκατασκευάστῳ διηγήματι, ἐκ ποίας λαβῆς ἡ τῆς ἑορτῆς ταύτης συνέστη ἀρχή.
Ἐπειδὴ διά τῆς ἀρῤήτου τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσεως καὶ τοῦ ἀποστολικοῦ κηρύγματος ἡ τῶν εἰδώλων κατηργήθη προσκύνησις, μὴ φέρων τὴν ἧτταν ὁ τῆς Ἐκκλησίας ἀρχῆθεν πολέμιος, ἐξήγειρε κατ᾿ αὐτῆς τοὺς ἐξάρχους τῶν αἱρέσεων τὰ ὀρθά τῆς πίστεως διαστρέφοντας δόγματα. ᾿Αλλὰ καὶ τούτων ὑπὸ τῶν θεοφόρων Πατέρων διαφόροις συνόδοις ὑποβληθέντων τῷ ἀναθέματι, ἄλλο τῇ Ἐκκλησία ὁ παλαμναῖος ἐχθρὸς ἐπισπείρει ζιζάνιον, ἐν σχήματι δῆθεν εὐλαβείας ὑποθεὶς εἰδωλολατρείαν νομίζεσθαι τήν τῶν ἁγίων εἰκόνων προσκύνησιν. Εὑρίσκει οὖν ἐπὶτοῦτο ἐπιτήδειον ὄργανον τὸν Ἰσαύρον Λέοντα, ὃς ἰδιώτης ἦν πρότερον, καὶ μάγοις Ἑβραίοις ἐντυχών ποτε κατὰ πάροδον, διδάσκεται παρ᾽ αὐτῶν, ὡς ἐγκρατὴς ἔσται τῆς βασιλείας Ῥωμαίων, εἰ ὅρκοις αὐτὸν ἐμπεδώσῃ ἀφανίσαι τά τῶν σεπτῶν εἰκόνων ἱδρύματα. Ὅ δή πεποιηκὼς καὶ μετ᾿ οὐ πολὺ τοῦ θρόνου τῆς βασιλείας ὁ τύραννος ἐπιβάς, καὶ ὥσπερ δεδιὼς μὴ ψευδορκήσας ἁμαρτάνων ὀφθῇ, ἐπισπεύδει γοργῶς τήν ὑπόσχεσιν, καὶ πόλεμον ἐγείρει κατὰ τῆς Ἐκκλησίας τὸν χαλεπώτατον, ὑπερορίσας μὲν τὸν ἐν Πατριάρχαις ἁγιώτατον Γερμανὸν τῷ ἀσεβεῖ δόγματι μὴ πεισθέντα, ἀποξέει δὲ πάντα τὰ ἐν τοῖς θείοις ναοῖς ἱερὰ ἐκτυπώματα, καὶ ἀντ᾽ ἐκείνων, ζώων ἀλόγων καὶ κνωδάλων τύπους κελεύσας ἐγγράφεσθαι.