Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Παρασκευή, 25 Οκτωβρίου 2013

Ἁγίου Κυρίλλου Φιλεώτου


Ὁ Ἅγιος ψέγοντας τόν ἑαυτό του,
ἔκλαιγε νυχθημερόν γιά τίς ἁμαρτίες του.

Πενθῶν ἔλεγεν ἐν ὀδυρμοῖς καί θρήνοις·

" Ἐλέησον, ἐλέησον, ἐλέησον, Χριστέ μου.
Καρδιογνῶστα ἥμαρτον, μή μέ καταδικάσης.
Πρόσδεξαι δέ μου τόν κλαυθμόν ἐν πικρίας ψυχῆς μου,
ἥν ὁ ἰός ἐνέβαλεν οἴμοι τῆς ἁμαρτίας.

Τοῖς πάθεσί Σου ἴασαι τά πάθη τῆς ψυχῆς μου.
Τοῖς τραύμασί Σου τραύματα θεράπευσον νοός μου·
Τῷ αἵματί Σου τό ἐμόν καθάγνισον, ὡς οδας·
καί μέτοχόν με ποίησον τοῦ θείου σώματός Σου·
ἡ χολή, ἥν παρά ἐχθροῦ ἐποτίσθης, Χριστέ μου,
τῆς πικρίας τοῦ ὄφεως λυτρωσάτω με τάχει·
τό σῶμα Σου τό τανυσθέν ἐπί ξύλου σταυροῦ Σου
διαπέτασαι μου τόν νοῦν πρός τήν Σήν θεωρίαν·
ἡ κεφαλή, ἥν ἔκλινας ἐπί σταυροῦ, αὐτή μου τήν
κεφαλήν ὑψώσεκε κατά τῶν ἀντιπάλων·
αἱ δέ καθηλωθεῖσαί Σου παναμώμητοι χεῖρες
πρός Σέ με ἀγαγέτωσαν ἐκ λάκκου ἀπωλείας·
τό ραπισθέν καί ἐμπτυσθέν ὑπό τῶν καταράτων
πρόσωπόν Σου τό ἅγιον, αὐτό μου στιλβωσάτω, 
τό πρόσωπόν Σου τό μιανθέν ὑπό τῆς ἀνομίας·
ἡ ψυχή ἥν ἐπί σταυροῦ παρέθου τῷ Πατρί Σου,
αὐτή ὁδηγησάτω με πρός Σέ τῇ χάριτί Σου,
ὅπως ἐκλυτρωθήσωμαι τροφῆς τῆς γλυκοπίκρου,
ᾕπέρ οἱ κατ᾿ ἐμέ χοῖροι ἡδέως ἐντρυφῶσιν,
ἀξιωθῶ δέ διά Σοῦ τραφῆναι, ὥ Χριστέ μου,
θέλημα τό Πανάγιον, νῦν καί εἰς τούς αἰῶνας"


Τῷ Θεῷ δόξα!!!
*******

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ