Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Τρίτη 17 Αυγούστου 2021

Παρακλητικός Κανών εἰς τόν ἐν Ἀγίοις Πατέρα ἡμῶν Καλλίνικον Μητροπολίτην Ἐδέσσης Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Πέλλης καὶ Ἀλμωπίας Ἰωήλ

†Εορτάζεται στις 8 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


καὶ τὸ ἑξῆς·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἐδεσσαίων εὐκλεὴς Ποιμενάρχης, καὶ Ἐκκλησίας ἐγκαλλώπισμα νέον, Καλλίνικε πανόλβιε, πιστῶν ὁδηγέ, ῥῦσαι τοὺς τιμῶντάς σε, ἐκ ποικίλων κινδύνων, νοσημάτων σώματος, καὶ ψυχῆς ἀλγημάτων, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστόν, τὸν ζωοδότην, Φιλάνθρωπον Κύριον.


Δόξα Πατρί. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους;οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις, ἀεὶ ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς·
Καλλίνικε πρόσδεξαι ἐμὴν δέησιν. Ἰωήλ


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καλλίνικε πάτερ τοὺς ὑμνητάς, τοὺς σοὺς ταῖς λιταῖς σου, πρὸς τὸν Κύριον Ἰησοῦν, μὴ παύσῃ ἀεὶ διαφυλάττων, ἀπὸ παντὸς ὀλεθρίου συμπτώματος.


Ἀνύσας τὸν βίον σου εὐσεβῶς, ἀνήχθης εἰς ὕψος, χαρισμάτων ὑπερφυῶν, διὸ τοὺς πρὸς σὲ καταφυγόντας, τῆς σωτηρίας τὴν τρίβον ὑπόδειξον.


Λιμὴν ἀσφαλείας γενοῦ ἡμῖν, τοῖς μέλπουσι πάτερ, ἐν Ἐδέσσῃ καὶ ἀλλαχοῦ, τὴν σύμφωνον γνώμην τῆς ψυχῆς σου, καὶ θεαρέστους σου πράξεις Καλλίνικε.


Θεοτοκίον
Λαὸν τὸν Ὀρθόδοξον Μαριάμ, τῇ θείᾳ σου σκέπῃ, διαφύλαξον ἐκ πολλῶν, αἱρέσεων ὄντως ψυχοφθόρων, ἐπινοιῶν τοῦ ἀλάστορος δαίμονος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰοβόλους τοξεύσεις, συκοφαντῶν ἅγιε, τῇ ὑπομονῇ σου καὶ πίστει, πάσας ἀντέκρουσας, διὸ Καλλίνικε, ἐπιδρομὰς τοῦ βελίαρ, καθ’ ἡμῶν πρεσβείαις σου, πάσας ἀπόστησον.


Νοῦν ψυχὴν καὶ καρδίαν, ὡς Ἱεράρχης παρέδωκας,
τῷ Ἀρχιερεῖ τῷ μεγάλῳ, Χριστῷ Καλλίνικε, διὸ καὶ εἴληφας, τῆς ποιμανσίας τὸ δῶρον, ὃ παράσχου ἅπαντι, τῷ κλήρῳ Ἅγιε.


Ἰατὴρ δαιμονῶντος, ταῖς σαῖς εὐχαῖς Ἅγιε, ἐν τῷ Ἀγρινίῳ ἐδείχθης, πάτερ Καλλίνικε, ὅθεν βοῶμεν νῦν, οἱ ταπεινοί σου ἱκέται, ἐκ τοῦ πολεμήτορος, ἡμᾶς προστάτευσον.


Θεοτοκίον
Κακοήθειαν Μῆτερ, τοῦ πονηροῦ δράκοντος, τοῦ ἀεὶ ἡμᾶς πολεμοῦντος, καὶ διαβάλλοντος, παῦσον δυνάμει σου, καὶ μηχανὰς καὶ τὰ βέλη, ὡς καὶ τὴν ἀναίδειαν, αὐτῶν Πανάμωμε.


Διάσωσον, ἀπὸ κινδύνων Καλλίνικε Ἱεράρχα, τοὺς ἐν πίστει ζητοῦντας τὴν σὴν μάκαρ βοήθειαν, σὺ γὰρ ὑπάρχεις, ἡμῶν πατὴρ θεοφόρε.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμὴν συνετός, καὶ κῆρυξ ἱερώτατος, καὶ φύλαξ στεῤῥός, τῆς ὀρθοδόξου πίστεως, Καλλίνικε μακάριε, ἀνεδείχθης δυνάμει τοῦ Πνεύματος· ὅθεν Πάτερ μὴ παύσῃ ταῖς λιταῖς, ἡμᾶς ἀπαλλάττων ἐκ τῶν θλίψεων.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως Καλλίνικε, ἐπὶ θρόνον ἤρθης τῆς Μητροπόλεως, τῆς Ἐδέσσης ἣν πρεσβείαις σου, φύλαττε ἐκ πάσης περιστάσεως.


Πρακτικαῖς ὑποθήκαις σου, καὶ πολλῇ ἀγάπῃ τοὺς προσιόντας σοι, καθ’ ἡμέραν ἐπεστήριξας, οὓς καὶ νῦν Καλλίνικε βοήθησον.


Ῥώμην δίδου Καλλίνικε, τοῖς ἀσπαζομένοις τὸ σὸν εἰκόνισμα, καὶ αἰτοῦσι καὶ τὴν χάριν σου, ἐν τῷ βίῳ τούτων ἀξιότιμε.


Θεοτοκίον
Ὁλοθύμως Πανάχραντε, σοὶ τὸ χαῖρε ἅπαντες ἀναμέλπομεν,
καὶ ἐν πίστει ἐξαιτούμεθα, τῶν ἀσθενειῶν ἡμῶν τὴν ἴασιν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στόμα τοῦ Χριστοῦ, ἀνεδείχθης καὶ διδάσκαλος, κατηχήσας τὸν φιλόχριστον λαόν· διὸ βίον ἡμῖν ἔμπνευσον θεάρεστον.


Δώρησαι ἡμῖν, ταῖς πρεσβείαις σου Καλλίνικε, τὴν πρὸς Κύριον σεμνὴν ὑπακοήν, καὶ ἐλπίδα παραδείσου ἀξιάγαστε.


Ἔπαρον σοφέ, φοβιῶν τὰ ἐνεργήματα, τῶν ἐν πίστει τὴν σὴν κλῆσιν σταθηρῶς, καθ’ ἡμέραν κεκλημένων ἱερώτατε.


Θεοτοκίον
Ξένη καὶ φρικτή, ἡ λοχεία σου Πανύμνητε, ἡ βαστάσασα τὸν Κτίστην του παντός, ὃν ἱκέτευε ὑπὲρ τῶν ἀνυμνούντων σε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκύμαντον, ταῖς λιταῖς σου Ἅγιε, τοῖς ἱκέταις σου Καλλίνικε δίδου, τὴν ἐπὶ γῆς διαβίωσιν Πάτερ, καὶ τῆς ψυχῆς εὐρωστίαν καὶ ἄνεσιν. Σὺ γὰρ Καλλίνικε σεμνέ, ἐγεγόνεις εἰρήνης τὸ πρότυπον.


Ἰῶνται, ἐξ ὀδυνῶν τοῦ σώματος, καὶ ἐξ ἄλλων τῆς ψυχῆς ἀλγημάτων, οἱ καταφεύγοντες πίστει ἐν τάφῳ, ἐν τῇ Ἐδέσσῃ Καλλίνικε ἅγιε, τῶν σῶν ὀστῶν τῶν ζωηρῶν, καὶ μεστῶν χαρισμάτων τοῦ Πνεύματος.


Ἐπόπτευσον, σταθηρῶς δυνάμει σου, τὴν λαχοῦσάν σοι Καλλίνικε πάτερ, ἐπισκοπὴν τῆς Ἐδέσσης καὶ Πέλλης, καὶ Ἀλμωπίας ὁμοῦ ἀξιάγαστε, πατὴρ γὰρ ὤφθης προσηνής, τοῦ λαοῦ τοῦ Θεοῦ καὶ φιλάνθρωπος.


Θεοτοκίον
Μαρία, τῶν προφητῶν τὸ κήρυγμα, καὶ μαρτύρων σταθηρὰ βακτηρία, καὶ τῶν ὁσίων Πατέρων τὸ φθέγμα, σὺν Καλλινίκῳ ὁμοῦ καθικέτευε, τὸν σὸν Δεσπότην καὶ Υἱόν, ἀπαλλαγῆναι ἡμᾶς τῆς κολάσεως.


Διάσωσον, ἀπὸ κινδύνων Καλλίνικε Ἱεράρχα, τοὺς ἐν πίστει ζητοῦντας τὴν σὴν μάκαρ βοήθειαν, σὺ γὰρ ὑπάρχεις, ἡμῶν πατὴρ θεοφόρε.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἐδεσσαίων πατὴρ καὶ διδάσκαλος, ἐπὶ μακρὸν ἐγεγόνεις Καλλίνικε, παραμυθίαν παρέχων καὶ ἄνεσιν, τοῖς ἀλγουμένοις καὶ πένησιν Ἅγιε· διὸ καὶ ὑμνοῦμεν τὴν μνήμην σου.


Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.


Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄. 1 – 9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής• ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ• ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς• ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί• ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα• δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.


Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Καλλίνικε, Ἀρχιερεῦ τῆς Ἐδέσσης, Ἀλμωπίας καύχημα, καὶ τῆς Πέλλης πάσης τὸ ἐγκαλλώπισμα, στηριγμὸς γέγονας, ἐπ’ ἐσχάτων Πάτερ, τοῖς πιστοῖς τῆς Ἐπαρχίας σου, τύπος γενόμενος, πάντων τῶν συνόντων σοι Ἅγιε, προσέτι δὲ γεώργιον, τὸ λαχόν σοι Πάτερ ὡς ἄριστος, γεωργὸς Κυρίου, ἐπότισας τοῖς ὕδασι Χριστοῦ, καὶ ἐν αὐτῷ τὰ τῆς πίστεως, σπέρματα κατέβαλες.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ σὴ χάρις ἐκλάμπει, ὑπὲρ ἥλιον πᾶσι τοῖς ἀνυμνοῦσί σε, καὶ αἰτουμένοις Πάτερ, σαρκὸς τὴν ὑγιείαν, καὶ κακῶν τὴν κατάργησιν, ταῖς πρὸς Χριστὸν τὸν Θεόν, Καλλίνικε εὐχαῖς σου.


Νυνὶ ἐν τῇ Ἐδέσσῃ, ἐν τῷ κοιμητηρίῳ σοφὲ Καλλίνικε, ὁ τάφος σου ὑπάρχει, πηγὴ τῶν ἰαμάτων, καὶ στενόντων ἀντίληψις· διὸ μὴ παύσῃ ποτέ, ἡμᾶς ἐπιστηρίζων.


Διὰ βίου ἠράσθης, ἐντολῶν τοῦ Κυρίου τὰ ἐπιτάγματα, ποιῶν ὁμοῦ καὶ λέγων, ἐν ἀκριβείᾳ Πάτερ, ταῦτα πάντα τοῖς μέροψι, ἐξ οὗ βοῶμεν πρὸς σέ, γενοῦ ἡμῖν διδάχος.


Θεοτοκίον
Εὐεργέτις τοῦ κόσμου, ἀνεφάνης Παρθένε Θεοχαρίτωτε, γεννήσασα ἀσπόρως, τὸν Ποιητὴν τῶν ὅλων, καὶ Δεσπότην τῆς κτίσεως· ὃν ταῖς λιταῖς σου ἀεί, ὑπὲρ ἡμῶν δυσώπει.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡμῶν θεόφρον, γενοῦ προστάτης καὶ φύλαξ, καὶ βοήθεια ἐν λυπηροῖς τοῦ βίου, καὶ ἐν ἀῤῥωστίαις, Καλλίνικε τὸ ἄκος.


Σαῖς ἐνεργείαις, Ἀρχιερεῦ ἐξ Ἑλλάδος, τῆς πατρίδος σου ἐχθρῶν τῶν ἐπιβούλων, σβέσον τὴν μανίαν, καὶ τάραχον Παμμάκαρ.


Ἵνα τὴν μνήμην, τὴν ἱεράν σου κατ’ ἔτος, ἑορτάζω καθηκόντος καὶ ὁσίως, δός μοι τὴν σὴν χάριν, Καλλίνικε θεόφρον.


Θεοτοκίον
Ναὸς ἐδείχθης, τοῦ Βασιλέως τῆς δόξης, ἀκηλίδωτος καὶ ἔμψυχος Παρθένε· διὸ καὶ αἰτοῦμεν, τὴν σὴν ἐπιστασίαν.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱέρευσας ἀξίως, ἐπὶ γῆς καὶ εἶτα, ἐν οὐρανῷ ἠριθμήθης Καλλίνικε, τοῖς ἀσωμάτοις ἀγγέλοις, διὸ μὲ φύλαττε.


Ὡς ἄγγελος Ἐδέσσης, πάντας σὺ προφθάνεις, τοὺς προσκυνοῦντας τὸν τάφον σου Ἅγιε, καὶ ταπεινῶς ἐκζητοῦντας, ψυχῆς τὰ πρόσφορα.


Ἡδέως τὴν σὴν κλῆσιν, οἱ σὲ ἀνυμνοῦντες, ἀναβοῶσι Καλλίνικε πάντιμε, ἵνα σκεδάσωσι πάντα, τοῦ βίου σκάνδαλα.


Θεοτοκίον
Λελαμπρυσμένη οὖσα, φωτὶ τῷ τοῦ Υἱοῦ σου, τὴν σκοτισθεῖσαν καρδίαν μου φώτισον, ἵνα Χριστοῦ τὴν εὐθεῖαν, ὁδὸν πορεύσομαι.


Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ἐπισκόπων ὁ θησαυρός, Ἐδέσσης ἡ δόξα, καὶ ποιμένων ὁ ὁδηγός· χαίροις Αἰτωλίας, Καλλίνικε τὸ δένδρον, τὸ ἐκβλαστῆσαν Πάτερ,
καρποὺς τῆς χάριτος.


Τῶν Σιταραλώνων γόνος λαμπρός, καὶ Μεσολογγίου, ἀνεδείχθης ἱερουργός, ὁ ταῖς νουθεσίαις, λαὸν καθοδηγήσας, πρὸς τὰς νομὰς Κυρίου, πάτερ Καλλίνικε.


Ὄλβος τῆς Ἐδέσσης ὁ ἱερός, ὁ τάφος σου ὤφθη, ἀναβλύζων διηνεκῶς, χάριν ἰαμάτων, τοῖς προσκυνοῦσι τοῦτον, ἐν πίστει ἀκραδάντῳ, σεμνὲ Καλλίνικε.


Φύλαττε πρεσβείαις σου ἱεραῖς, τὴν Μητρόπολίν σου, ἀπὸ πάσης ἐπιβουλῆς, τοῦ ἀντικειμένου, Καλλίνικε ποιμάνωρ, Χριστοῦ ὁ ἀρχιθύτης, ὁ ἀεισέβαστος.


Ῥείθροις κηρυγμάτων σου ἱεροῖς, τὸν λαὸν Ἐδέσσης, ὡς καὶ Πέλλης τῆς παλαιᾶς, καὶ τῆς Ἀλμωπίας, Καλλίνικε ἀρδεύεις, εἰς ἑκατὸν τοὺς στάχυς, Πάτερ δρεψάμενος.


Κλῆρον καὶ λαόν τε τὸν εὐαγῆ, τῆς σῆς Ἐπαρχίας, ἀρχιθύτα ταῖς σαῖς λίταις, πρὸς τὸν σὸν Δεσπότην, μὴ παύσῃ προστατεύων, ἐκ πάντων τῶν σκανδάλων, τοῦ πολεμήτορος.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.


Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπολυτίκιον.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ παρὸν Προσόμοιον.


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὤφθης ἐπ’ ἐσχάτων τῷ λαῷ, ἄριστος ποιμὴν Ἱεράρχα, πάτερ Καλλίνικε, πράξεσι καὶ ῥήμασι, καθοδηγῶν ἀσφαλῶς, πρὸς ὁδὸν τὴν σωτήριον, καὶ τῆς μετανοίας, τοὺς καλοὺς ἀκούοντας, σὲ θεοκίνητε, ὅθεν καὶ ἡμᾶς τοὺς τιμῶντας, τὴν ἁγίαν μνήμην σου ὕμνοις, πρὸς τὰ κρείττω τάχος ποφηγέτησον.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.


Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible