ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΙΝΑ
Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφοὺς Λόγος τρίτος, ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν Ψυχῶν
(ἐκ τοῦ Ἑλληνικοῦ Τυπογραφείου, ἐν Βενετίᾳ 1865)
Δεύτερο Μέρος
. Εὐλογητὸς ὁ μόνος ἀθάνατος
καὶ αἰώνιος Βασιλεύς. Τί ἐστι πρὸς ταῦτα τὰ Βασίλεια, ἐπίγειος Βασιλεία;
τί ἐστιν ἐξουσία τῶν ἀνθρώπων ἡ ματαία καὶ ἀπάνθρωπος; ἰδοὺ ἀληθῶς
Στρατιαὶ αἱ Οὐράνιαι˙ ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μόνου φοβεροῦ˙ ἰδοὺ
ὑπηρέται δυνατοὶ τοῦ μόνου δυνατοῦ Θεοῦ. Καὶ ταῦτα ὁ τότε φερόμενος
βλέπων μόνον, πρὸς ἡμᾶς πλέον δὲν κυττάζει, ἀλλὰ πρὸς τὰς δυνάμεις, ὁποῦ
τὸν κράζουσι βλέπει, καὶ ἐξίσταται˙ ἴσως δὲ καί τινας δεήσεις
ὑποψιθυρίζων, καθὼς ἡ γλῶσσα δύναται, παρακαλεῖ αὐτούς˙ ἀπὸ τῶν ὁποίων
λογίων καὶ σχημάτων πολλάκις οἱ παραστεκόμενοι νοοῦμεν, ὅτι τὰς
δεσποτικὰς Δυνάμεις ὁρᾷ, καὶ ὅλοι σύντρομοι γενέμενοι φρίττομεν, καὶ
πρὸς ἀλλήλους διανεύοντες, λέγομεν˙ ἡσυχάσατε δή, ἡσυχάσατε, καὶ τὸν
κατακείμενον μὴ συγχύσετε˙ εἰρηνεύσατε καὶ σκοπήσατε, καὶ τὸν
κατακείμενον μὴν ἐνοχλήσετε˙ σιωπήσατε καὶ μὴ λαλεῖτε, ἵνα μὴ αὐτὸν
θορυβήσετε˙ μὴ θρηνήσετε, ἵνα μὴ αὐτὸν ταράξετε. Προσεύξασθε, ἵνα μετὰ
εἰρήνης ἡ ψυχὴ αὐτοῦ ἐξέλθῃ˙ δεήθητε, ἵνα τόπον ἀνέσεως λάβῃ˙
προσεύξασθε, ἵνα φιλανθρώπους Ἀγγέλους ἔχῃ˙ προσπέσατε, ἵνα ἐν ἡμερότητι
τὸν Δεσπότην εὕρῃ˙ εὐωδίαν θυμιάσατε, ὅτι τὴν Ἀγγελικὴν παρουσίαν εἶδε˙
παρακαλέσατε, ὅτι εἰς μεγάλον κόπον τώρα παραστέκεται˙ σκοπήσατε, ὅτι
καὶ ἐσεῖς τοῦτο παθεῖν ἔχετε˙ ἐμβλέψατε καὶ τοῦ Μυστηρίου τούτου μὴ
ἀστοχήσετε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ ἐστιν ἄνθρωπος;
Οὐδέν˙ σκώληξ, τέφρα, σκιά, καὶ ὄνειρον.
Ἰδέ, διέβη, καὶ ἀπῆλθεν, ἔπαυσε καὶ κατεσίγησεν ἐκεῖνος ὁ πολύς, ὁ
ἀνδρειωμένος, ὁ Τύραννος, ὁ Δυνάστης, ὁ ὑψηλός, ὁ εἰς πάντας φοβερὸς
κεῖται ὡς πρόβατον. Ἰδέ, ἀπῆλθε, καὶ παρῆλθεν, ὁ φανείς, ὡς μὴ φανείς˙ ὁ
γεννηθείς, ὡς μὴ γεννηθείς˙ ὁ πολὺς ὑπὲρ πολλούς, ἔγεινεν ὡς οὐδεὶς ὁ
δένων, ἐδέθη, καὶ ἰδοὺ τὸν ὑπάγουσιν˙ «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ».
. Τότε παραλαβόντες οἱ Ἄγγελοι τὴν ψυχήν, διὰ τοῦ ἀέρος
ἀπέρχονται, ἐν ᾧ ἵστανται Ἀρχαὶ καὶ Ἐξουσίαι, καὶ οἱ Κοσμοκράτορες τῶν
ἐναντίων δυνάμεων˙ οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ σκληροὶ τελῶναι καὶ
λογοθέται, καὶ φορολόγοι ἐν τῷ ἀέρι συναπαντῶντες, λογοθετοῦντες, καὶ
ἐξετάζοντες˙ προσφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ
ἐν νεότητι καὶ ἐν τῷ γήρει, τὰ ἑκούσια, καὶ ἀκούσια, τὰ δι’ ἔργων καὶ
λόγων καὶ ἐνθυμήσεων. Πολὺς ὁ φόβος ἐκεῖ καὶ ὁ τρόμος τῆς ἀθλίας ψυχῆς˙
ἀδιήγητος ἡ ἀνάγκη, ἣν ἔχει τότε ὑπὸ τοῦ πλήθους τῶν μυριάδων ἐχθρῶν
αὐτῆς, κρατουμένη, συκοφαντουμένη, ἐμποδιζομένη, ἵνα μὴ πρὸς οὐρανοὺς
ἀνέλθῃ, ἵνα μὴ ἐν φωτὶ καὶ ἐν χώρᾳ ζώντων κατοικήσῃ. Καὶ ἡ μὲν ψυχὴ
ἀποφέρεται ὑπὸ τῶν ἁγίων Ἀγγέλων, ἡμεῖς δὲ τὸ θνητὸν σῶμα κηδεύσαντες,
καὶ ὡς ξένον ἐκ τοῦ οἴκου αὐτοῦ εὐγάνοντες, πρὸς τὸν τάφον σπουδαίως τὸ
φέρνομεν τότε. Καὶ ἐκεῖ βλέπομεν ἄλλο μέγα καὶ φοβερώτατον Μυστήριον,
κατανοοῦντες τοὺς νεκρούς, τοὺς Βασιλεῖς καὶ ἰδιώτας, τοὺς Τυράννους καὶ
δούλους ὅλους ὡς χῶμα γενομένους, ὡς κονιορτὸς καὶ δυσωδία, ὡς μία
σαπρία καὶ σκώληξ˙ ὡς ὁ μαῦρος Ἀράπης, οὕτω καὶ ὁ εὔμορφος˙ ὡς ὁ νέος,
οὕτω καὶ ὁ γέρων˙ ὡς ὁ παράλυτος, οὕτω καὶ ὁ δυνατός˙ καὶ ὅλοι ἕνας
κονιορτὸς γενόμενοι, ὅτι γῆ εἶναι, καὶ εἰς γῆν ὑπάγουν˙ οὓς πολλάκις,
βλέπομεν κατακειμένους εἰς τοὺς τάφους, καὶ ὑποδείχνομεν ἀλλήλοις με τὸν
δάκτυλον, λεγοντες˙ ἰδὲ ὁ δεῖνας, καὶ ὁ δεῖνας. Οὗτος εἶναι ὁ δεῖνας
Βασιλεύς, καὶ οὗτος ὁ δεῖνας Τύραννος, καὶ οὗτος ὁ δεῖνας Στρατηγός.
Οὗτος ὁ τοῦ δεῖνος ἔγκονος, καὶ αὕτη τοῦ δεῖνος ἡ θυγάτηρ˙ αὕτη ποτὲ
στολισμένος νεώτερος. Ταῦτα πολλάκις μετὰ στεναγμοῦ λέγομεν εἰς τοὺς
τάφους, καὶ δακρύομεν, καὶ βλέπομεν
τὸ μέγα Μυστήριον, ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη˙ πᾶς ὀφθαλμὸς ἐκεῖ
ἐσβέσθη, πᾶν καλόφωνον στόμα ἐκεῖ ἐφράγη˙ πᾶσα γλῶσσα γοργή, ἐκεῖ
ἐσίγησε˙ πᾶσα εὔμορφη ἡλικία, ἐκεῖ συνετρίβη˙ πᾶσα ἀρχὴ τῶν Ἀρχόντων,
ἐκεῖ ἔπαυσεν˙ ἐκεῖ κατέπαυσε πᾶς ὁ μάταιος κόπος καὶ μόχθος τῶν
ἀνθρώπων. Λαλοῦμεν, καὶ οὐδεὶς ὁ προσέχων˙
ἐξ ὀνόματος κράζομεν τοὺς κεκοιμημένους λέγοντες˙ ποῦ ἀπήλθετε, Ἀδελφοὶ
ἡμῶν, καὶ πῶς εὑρίσκεσθε; δότε ἡμῖν φωνήν, καθὼς ἐλαλεῖτε ποτέ, ἐσεῖς
οἱ ἐξ ἡμῶν τὸν κόσμον ἀφήσαντες˙ ἐκάθισεν ἡ ψυχὴ εἰς τὸν τόπον, καθὼς
τῆς ἔπρεπε κατὰ τὴν τάξιν καὶ ἀξίαν αὐτῆς; αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν
ἡμῶν ἐν τῷ τάφῳ κειμένη κόνις, αὕτη ἡ δυσωδία καὶ τὰ κόκκαλα καὶ τὰ
σώματα εἶναι ἐκείνων τῶν νέων καὶ νεανίδων, ὁποῦ ἠγαπᾶτε ποτέ; αὕτη
ἐστὶν ἡ σὰρξ ὁποῦ ἀγκαλιάζετε, καὶ ἀκολάστως ἐφιλεῖτε; οὗτος ὁ βρῶμος,
ἐκεῖνο τὸ πρόσωπον ἐστίν, ὅπερ νυκτὸς καὶ ἡμέρας ἀχορτάστως κατεφιλεῖτε;
αὕτη ἡ ὕλη ἡ ῥυπαρὰ ἡ σάρκα ἐκείνη ἐστίν, ὁποῦ ἀγκαλιάζεσθε, καὶ
ἁμαρτάνετε; Διὸ βλέπετε ἀκριβῶς, καὶ πιστεύσατε οἱ ἐν σαρκὶ ὄντες καὶ ἐν
βίῳ τῷ ματαίῳ˙ γνωρίσατε, ὅταν εἰς ταῖς κλίναις σας ἀφίνετε ταῖς
συμβίαις σας, καὶ μὲ ταῖς πόρναις συμπλέκεσθε˙ ὅταν εἰς τὸν βόρβορον
ἐγκυλίεσθε, γνωρίσατε, ὅτι ὅλα τὰ μέλη ὁποῦ ἐκατασπάζεσθε, δυσωδίαν καὶ
κοπρίαν ἐφιλεῖτε˙ μάθετε, ὅτι ὁπόταν τὴν ἐπιθυμίαν εἰς αὐτὰ ἐξανάπτετε,
σκώληκα καὶ σαπρίαν ἐπιθυμεῖτε. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες
ἄγνωστοι, εἰς τὸ μάταιον κάλλος τῆς νεότητος˙ ὅτι καὶ ἡμεῖς καθὼς αὐτοὺς
τοὺς σαπημένους νεκρούς, ὁποῦ βλέπετε ἐν τῷ κόσμῳ, ποτὲ ἐφαντάσθημεν,
καὶ ἐστολίσθημεν, καὶ ἐμερίσθημεν, καὶ ἠγαπήσαμεν, καὶ ἀπολαύσαμεν, καὶ
ἐχαρήκαμεν, καὶ τώρα, ὡς βλέπετε, εἰς πηλὸν καὶ δυσωδίαν ὅλα κατήντησαν.
Λοιπὸν μὴ πλανηθῆτε, ἀλλὰ παρ’ ἡμῶν τῶν προλαβόντων, καὶ ἐν τῷ τάφῳ
κειμένων, διδάχθητε, καὶ σωφρονισθῆτε, καὶ πιστεύσατε, ὅτι εἶναι ἐν τῷ
ᾍδῃ κρίσις, καὶ κόλασις ἀτελεύτητος˙ εἶναι σκότος ἀφώτιστον, καὶ γέεννα,
καὶ σκώληξ ἀκοίμητος, εἶναι κλαυθμὸς ἀσίγητος, καὶ βρυγμὸς ὀδόντων
ἀκατάπαυστος˙ εἶναι θλίψις ἀνιάτρευτος καὶ κρίσις ἀπροσωπόληπτος, καὶ
εἶναι ὑπηρέται ἀσυγχώρητοι, καὶ πένθος πικρὸν καὶ αἰώνιον. Ταῦτα εἰ καὶ
μὴ διὰ λόγων, ἀλλὰ διὰ πραγμάτων πρὸς ἡμᾶς, Ἀδελφοί, οἱ ἐκεῖ προλαβόντες
διδάσκουσιν ὥσπερ ἡμεῖς ἐνθυμούμενοι, ἐδιψῶμεν ὡς ὕδωρ πικρόν τι
μαθεῖν, ἢ ἀκοῦσαι, ἢ γνῶναι, τὸ ποῦ ἆρα εἰσὶν αἱ τούτων ψυχαί, ἢ ἄνω, ἢ
κάτω, ἢ ἆρα νῦν βλέπουσιν ἡμᾶς, ἢ χαιρετῶμεν αὐτοὺς ἐκεῖ, ἢ τοὺς
γνωρίζομεν.
συνεχίζεται
https://christianvivliografia.wordpress.com/2011/02/25/%CE%BB%CF%8C%CE%B3%CE%BF%CF%82-%CE%B5%E1%BC%B0%CF%82-%CE%BA%CE%BF%CE%B9%CE%BC%CE%B7%CE%B8%CE%AD%CE%BD%CF%84%CE%B1%CF%82-%E1%BC%90%CE%BD-%CF%87%CF%81%CE%B9%CF%83%CF%84%E1%BF%B7-%E1%BC%80%CE%B4%CE%B5/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου