Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Σάββατο 29 Ιουλίου 2017

Ἡ ὑμνολογία τῆς Ἐκκλησίας μας, ὡς μέγας καί ἀπλανής διδάσκαλος τῆς Οἰκουμένης.

      
ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΣΤΙ­ΧΗ­ΡΆ ΤΩ͂Ν ΠΑ­ΤΈ­ΡΩΝ

Ἦ­ΧΟΣ ΠΛ. Β´. Ὅ­ΛΗΝ Ἀ­ΠΟ­ΘΈ­ΜΕ­ΝΟΙ.

Στίχ. ζ´. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.
Σὲ τὸν ἀ­πε­ρί­γρα­πτον, καὶ ἀ­νερ­μή­νευ­τον Λό­γον, σάρ­κα χρη­μα­τί­σαν­τα, δι᾿ ἡ­μᾶς φι­λάν­θρω­πε ἀ­νε­κή­ρυ­ξε, τὸ σε­πτὸν σύ­στη­μα, τῶν σο­φῶν Πα­τέ­ρων, Θε­ὸν τέ­λει­ον καὶ ἄν­θρω­πον, δι­πλοῦν ταῖς φύ­σε­σι, καὶ ταῖς ἐ­νερ­γεί­αις ὑ­πάρ­χον­τα, δι­πλοῦν καὶ ταῖς θε­λή­σε­σιν, ἕ­να τὸν αὐ­τὸν καθ᾿ ὑ­πό­στα­σιν· ὅ­θεν σὺν Πα­τρί τε, καὶ Πνεύ­μα­τι γι­νώ­σκον­τες Θε­όν, ἕ­να πι­στῶς προ­σκυ­νοῦ­μέν σε, τού­τους μα­κα­ρί­ζον­τες.
 
 
Στίχ. η´. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.
Πύῤ­ῥον τε καὶ Σέρ­γι­ον, καὶ τὸν Ὀ­νώ­ρι­ον ἅ­μα, Εὐ­τυ­χῆ Δι­ό­σκο­ρον, καὶ δει­νὸν Νε­στό­ρι­ον κα­τε­στρέ­ψα­τε, τῶν κρη­μνῶν ἔν­δο­ξοι, τὸ Χρι­στοῦ ποί­μνι­ον, ἑ­κα­τέ­ρων δι­α­σώ­σαν­τες, δι­πλοῦν ταῖς φύ­σε­σιν, ἕ­να τὸν Χρι­στὸν καθ᾿ ὑ­πό­στα­σιν, λαμ­πρῶς ἀ­να­κη­ρύ­ξαν­τες, μό­ναις ἐ­νερ­γεί­αις δει­κνύ­με­νον· ὃν καὶ προ­σκυ­νοῦν­τες, ὡς ἄν­θρω­πον, καὶ τέ­λει­ον Θε­όν, σὺν τῷ Πα­τρὶ καὶ τῷ Πνεύ­μα­τι, νῦν ὑ­μᾶς δο­ξά­ζο­μεν.
 
Στίχ. θ´. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη, ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.
­κτι­στον ἐ­κή­ρυ­ξαν, οἱ θε­ο­φό­ροι συμ­φώ­νως, τὴν θεί­αν ἐ­νέρ­γει­αν, καὶ τὴν θεί­αν θέ­λη­σιν τοῦ πτω­χεύ­σαν­τος, τὸν ἐ­μὸν ἄν­θρω­πον, τῇ σαρ­κὶ νεί­μαν­τες, τὸ κτι­στὸν τῆς ἐ­νερ­γεί­ας τε, καὶ τῆς θε­λή­σε­ως, φύ­σε­ως φυ­γόν­τες τὴν σύγ­χυ­σιν, ἐμ­φρό­νως οἱ μα­κά­ρι­οι, ὑ­πο­στα­τι­κήν τε δι­αί­ρε­σιν· οὓς ἐν ἐ­τη­σί­οις, τι­μῶν­τες οἱ πι­στοὶ ταῖς ἑ­ορ­ταῖς, Χρι­στὸν συμ­φώ­νως δο­ξά­ζο­μεν, τὸν αὐ­τοὺς δο­ξά­σαν­τα.
Στίχ. ι´. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς, καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.
Τρι­ά­δα τὴν ἄ­κτι­στον, οἱ θε­ο­φό­ροι Πα­τέ­ρες, Θε­ὸν ἕ­να Κύ­ρι­ον, ὁ­μο­φρό­νως σή­με­ρον ἀ­νε­κή­ρυ­ξαν, τὸ ἁ­πλοῦν ἅ­πα­σι, τῆς μι­ᾶς φύ­σε­ως, κα­ταλ­λή­λως ὑ­πο­δεί­ξαν­τες, κοι­νῷ θε­λή­μα­τι, καὶ τῆς ἐ­νερ­γεί­ας ἁ­πλό­τη­τι, ἄ­ναρ­χον ἀ­τε­λεύ­τη­τον, τοῦ­τον δι­ὰ πάν­των γνω­ρί­σαν­τες· ὅ­θεν ἀ­νυ­μνοῦ­μεν, αὐ­τοὺς ὡς Ἀ­πο­στό­λων μι­μη­τάς, καὶ τὸ ἐ­κεί­νων δι­δά­ξαν­τας, πάν­τας Εὐ­αγ­γέ­λι­ον.

ΔΌ­ΞΑ. Ἦ­ΧΟΣ ΠΛ. Β´.

Τὰς μυ­στι­κὰς σή­με­ρον τοῦ Πνεύ­μα­τος σάλ­πιγ­γας, τοὺς θε­ο­φό­ρους Πα­τέ­ρας ἀ­νευ­φη­μή­σω­μεν, τοὺς με­λῳ­δή­σαν­τας ἐν μέ­σῳ τῆς Ἐ­κλη­σί­ας, μέ­λος ἐ­ναρ­μό­νι­ον θε­ο­λο­γί­ας, Τρι­ά­δα μί­αν ἀ­πα­ράλ­λα­κτον, οὐ­σί­αν τε καὶ Θε­ό­τη­τα· τοὺς κα­θαι­ρέ­τας τῆς πλά­νης, καὶ ὀρ­θο­δό­ξων προ­μά­χους, τοὺς πρε­σβεύ­ον­τας πάν­το­τε Κυ­ρί­ῳ, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

ΑΙΝΟΙ

ΤΩ͂Ν ΠΑ­ΤΈ­ΡΩΝ ΠΡΟ­ΣΌ­ΜΟΙ­Α Γ´ ΕἸΣ Δ´

Ἦ­ΧΟΣ ΠΛ. Β´. Ὅ­ΛΗΝ Ἀ­ΠΟ­ΘΈ­ΜΕ­ΝΟΙ.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.
Ὅ­λην συγ­κρο­τή­σαν­τες, τὴν τῆς ψυ­χῆς ἐ­πι­στή­μην, καὶ τῷ θεί­ῳ Πνεύ­μα­τι, συν­δι­α­σκε­ψά­με­νοι τὸ μα­κά­ρι­ον, καὶ σε­πτὸν σύμ­βο­λον, οἱ σε­πτοὶ Πα­τέ­ρες, θε­ο­γρά­φως δι­ε­χά­ρα­ξαν, ἐν ᾧ σα­φέ­στα­τα, τῷ Γε­γεν­νη­κό­τι συ­νά­ναρ­χον, τὸν Λό­γον ἐκ­δι­δά­σκου­σι, καὶ πα­να­λη­θῶς ὁ­μο­ού­σι­ον, ταῖς τῶν Ἀ­πο­στό­λων, ἑ­πό­με­νοι προ­δή­λως δι­δα­χαῖς, οἱ εὐ­κλε­εῖς καὶ πα­νόλ­βι­οι, ὄν­τως καὶ θε­ό­φρο­νες.
 
Στίχ. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.
Ὅ­λην εἰσ­δε­ξά­με­νοι, τὴν νο­η­τὴν λαμ­πη­δό­να, τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, τὸ ὑ­περ­φυ­έ­στα­τον χρη­σμο­λό­γη­μα, τῷ βρα­χεῖ ῥή­μα­τι, καὶ πο­λὺ συ­νέ­σει, θε­ο­πνεύ­στως ἀ­πε­φθέγ­ξαν­το, ὡς χρι­στο­κή­ρυ­κες, εὐ­αγ­γε­λι­κῶν προ­ϊ­στά­με­νοι, δογ­μά­των οἱ μα­κά­ρι­οι, καὶ τῶν εὐ­σε­βῶν πα­ρα­δό­σε­ων, ἄ­νω­θεν λα­βόν­τες, τὴν τού­των ἀ­πο­κά­λυ­ψιν σα­φῶς, καὶ φω­τι­σθέν­τες ἐ­ξέ­θεν­το, ὅ­ρον θε­ο­δί­δα­κτον.
 
Στίχ. Συ­να­γά­γε­τε αὐ­τῷ τοὺς Ὁ­σί­ους αὐ­τοῦ, τοὺς δι­α­τι­θε­μέ­νους τὴν δι­α­θή­κην αὐ­τοῦ.
Ὅ­λην συλ­λε­ξά­με­νοι, ποι­μαν­τι­κὴν ἐ­πι­στή­μην, καὶ θυ­μὸν κι­νή­σαν­τες, νῦν τὸν δι­και­ό­τα­τον ἐν­δι­κώ­τα­τα, τοὺς βα­ρεῖς ἤ­λα­σαν, καὶ λοι­μώ­δεις λύ­κους, τῇ σφεν­δό­νῃ τῇ τοῦ Πνεύ­μα­τος, ἐκ­σφεν­δο­νή­σαν­τες, τοῦ τῆς Ἐκ­κλη­σί­ας πλη­ρώ­μα­τος, πε­σόν­τας ὡς πρὸς θά­να­τον, καὶ ὡς ἀ­νι­ά­τως νο­σή­σαν­τας, οἱ θεῖ­οι ποι­μέ­νες, ὡς δοῦ­λοι γνη­σι­ώ­τα­τοι Χρι­στοῦ, καὶ τοῦ ἐν­θέ­ου κη­ρύγ­μα­τος, μύ­σται ἱ­ε­ρώ­τα­τοι.

 

ΔΌ­ΞΑ. Ἦ­ΧΟΣ ΠΛ. Δ´.

ΓΕ­ΩΡ­ΓΊ­ΟΥ ΝΙ­ΚΟ­ΜΗ­ΔΕΊ­ΑΣ.

Τῶν Ἁ­γί­ων Πα­τέ­ρων ὁ χο­ρός, ἐκ τῶν τῆς οἰ­κου­μέ­νης πε­ρά­των συν­δρα­μών, Πα­τρὸς καὶ Υἱ­οῦ καὶ Πνεύ­μα­τος Ἁ­γί­ου, μί­αν οὐ­σί­αν, ἐ­δογ­μά­τι­σε καὶ φύ­σιν, καὶ τὸ μυ­στή­ρι­ον τῆς θε­ο­λο­γί­ας, τρα­νῶς πα­ρέ­δω­κε τῇ Ἐκ­κλη­σί­ᾳ· οὓς εὐ­φη­μοῦν­τες ἐν πί­στει, μα­κα­ρί­σω­μεν λέ­γον­τες· Ὦ θεί­α πα­ρεμ­βο­λή, θε­η­γό­ροι ὁ­πλῖ­ται, πα­ρα­τά­ξε­ως Κυ­ρί­ου· ἀ­στέ­ρες πο­λύ­φω­τοι τοῦ νο­η­τοῦ στε­ρε­ώ­μα­τος· τῆς μυ­στι­κῆς Σι­ὼν οἱ ἀ­κα­θαί­ρε­τοι πύρ­γοι· τὰ μυ­ρί­πνο­α ἄν­θη τοῦ Πα­ρα­δεί­σου· τὰ πάγ­χρυ­σα στό­μα­τα τοῦ Λό­γου· Ἐκ­κλη­σί­ας τὸ καύ­χη­μα· οἰ­κου­μέ­νης ἀ­γλά­ϊ­σμα· ἐ­κτε­νῶς πρε­σβεύ­σα­τε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible