ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΚΤΗ ΏΡΑ
ΕΚΤΗ ΩΡΑ
Αρξάμενος λέγειν τὴν ἔκ τὴν ὥραν, λέγε πρῶτον· τὸ Τρισάγιον, τὸ Κύριε ἐλέησον
(457). Δόξα. Καὶ νῦν.
Εἶτα τὴν Εὐχὴν ταύτην·
Τράνωσόν μου τὴν γλῶτταν καὶ πλάτυνόν μου τὸ στόμα τῆς καρδίας· καὶ πλήρωσον αὐτὸ τῆς χάριτός σου
ὑπεράγαθε παντοκράτορ Κύριε, ὅπως εἰ καὶ ἁμαρτωλὸςβεἰμὶ καὶ ἀνάξιος, ἀλλὰ τῷ πλήθει τῶν οἰκτιρμῶν σου
θαρρῶν - Δεσπότην γάρ σε οἶδα φιλανθρωπότατον- τολμηρῶς καὶ αὐτὸς ἐν πηλίνῃ γλώσσῃ δοξάσω καὶ αἰνέσω τὴν
ἀκατάληπτόν σου μεγαλειότητα· ὃν ἀκαταπαύστῳ φωνῇ
μετὰ δέους καὶ φρίκης ἀνυμνοῦσι τὰ φοβερὰ Χερουβὶμ καὶ τὰ φρικτὰ Σεραφίμ καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν.
Προοίμιον
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ Πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρι μου.
Μεγαλυνθήτω ὁ Κύριος.
Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα· καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.
Μέγας ὁ Κύριος καὶ θαυμαστὸς σφόδρα· καὶ τῶν θαυμασίων αὐτοῦ οὐκ ἔστιν κατάληψις.
Μέγας ὁ Κύριος καὶ μεγάλη ἡ δύναμις αὐτοῦ· καὶ τῆς αἰνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
https://apantaortodoxias.blogspot.com/2022/08/457.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου