Ὅσιε Πάτερ θεοφόρε Ἰουστῖνε χριστοκάρδιες
ἐκ Θεολόγου ἀπανθίσας τὸ ἐν πᾶσι μυστικόν,
ἐκ Παύλου τὸ φλογερὸν τῆς πρὸς Χριστὸν ἀγάπης,
ἐκ Βασιλείου τῶν λόγων καὶ ἔργων τὸ σαφές,
ἐκ Γρηγορίου τῆς Θεολογίας
τὸ εὔχαρι καὶ ποιητικόν,
ἐκ Χρυσοστόμου τὴν ἀκοίμητον μέριμναν
τῆς Ἐκκλησίας,
ἐκ Μαξίμου τὴν φιλόσοφον ὁμολογίαν,
ἐκ Δαμασκηνοῦ τῶν δογμάτων τὸ ἀναλυτικόν,
ἐκ Σάββα τὸ φιλόλαον τοῦ ποιμένος,
ἐκ Παλαμᾶ τὸ βάθος τῆς ἐν εὐχαῖς
θαβωρείου ἡσυχίας,
ἐκ Σεραφεὶμ τὴν ἀδιάλειπτον ἐκζήτησιν
τοῦ Παρακλήτου,
ἐδείχθης ἐν τοῖς ἐσχάτοις χρόνοις στύλος
καὶ τοῦ κατὰ σάρκα εὐσεβοῦς Σερβικοῦ λαοῦ σου,
τῶν δὲ κατὰ πνεῦμα ἠγαπημένων τέκνων σου
ἀπλανὴς καὶ φιλοστοργότατος πατὴρ καὶ ὁδηγός,
οὓς καὶ ἐν σώματι ἐν λόγοις ἐστήριξας
καὶ ἐξ οὐρανοῦ τὰ νῦν ἀοράτως ἐνισχύεις.
Πρέσβευε δεόμεθα σὺν τῷ ὁμοψύχῳ σου
ἱεράρχη Νικολάῳ
ὑπὲρ ἡμῶν τῷ Θεανθρώπῳ Χριστῷ,
ὅπως γενώμεθα μιμηταί σου οἱ ἐκ πόθου
τιμῶντες τὴν μνήμην σου.
https://apantaortodoxias.blogspot.com/2024/03/blog-post_366.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου