Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Τρίτη 29 Νοεμβρίου 2011

Νουθεσίαι πνευματικαὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου


Καιρός σε λοιπὸν ἀνανῆψαι καὶ πάντα ἀποσείσασθαι.
Μνήσθητι ὅτι σήμερον ἢ αὔριον ἰδεῖν ἔχεις τοὺς οὐρανοὺς,
καὶ τοὺς ἀγγέλους θεάσασθαι,
καὶ παραστῆναι τῷ φοβερῷ βήματι,
καὶ ἐλθεῖν ἐνώπιον τοῦ Θεοῦ ἐν τῷ κριτηρίῳ αὐτοῦ,
ἐν τῷ τῆς σωφροσύνης καὶ δικαιοσύνης καὶ ἀληθείας δικαστηρίῳ,
καὶ λόγον δοῦναι παντὸς τοῦ βίου σου.
Εἰ θέλεις ἰδεῖν τὸν ἅγιον,
ἁγίασον σεαυτόν·
εἰ θέλεις ἰδεῖν τὸν ἅγιον καὶ ἀμίαντον,
ἅγνισον σεαυτὸν πρότερον.
Ἀφ' οὗ τις ἔλθῃ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅλον ἑαυτὸν ἀνέθηκε τῷ Θεῷ,
καὶ οὐκέτι ἔχει ἑαυτοῦ ἐξουσίαν·
τῷ γὰρ νόμῳ τοῦ Θεοῦ κατέγραψεν ἑαυτόν.
Ἀρνησάσθω οὖν ἑαυτὸν καὶ τὰ θελήματα ἑαυτοῦ, καὶ ἀκολουθησάτω τῷ Θεῷ.
Πόσην ἤγειρε θάλασσαν ἐν τῷ βίῳ ἡ πολιτεία τῆς σαρκὸς ταύτης;
ὅσα κύματα εἰργάσατο;

ὅσας ταραχάς;
ὅσους ἀνέμους;
ὅσα ναυάγια;
ὅσας ἀνομίας καὶ ἁμαρτίας;
ὅσας συμφορὰς καὶ τραγῳδίας;
ὅσα κακὰ ἐν πάσαις ταῖς πόλεσιν;
ὅσα κατ' οἴκους;
ὅσα κατ' ἀγοράν;
τίς ἡ δύναμις αὐτῆς;
ἢ τίς ἡ ἰσχὺς αὐτῆς;
ὅλα φόβου μεστὰ ἔχει.
Ἡ γέννησις αὐτῆς φόβος,
ὁ θάνατος φόβος,
ἡ ζωὴ αὐτῆς φόβος,
τὰ μετὰ θάνατον ἄῤῥητα καὶ ἀδιήγητα.
Ῥοπὴ ζυγοῦ ἐστιν ἐν τῇ καρδίᾳ ἡμῶν·
ἐκεῖ ῥέπει ζυγός.
Κροῦσον, σπούδασον, ἵνα ἀνοιγῇ σοι ταχέως·
μνήσθητι ὅτι μετ' οὐ πολὺ πάντα καταλιμπάνεις τὰ ὁρώμενα,
τὸν οὐρανὸν καὶ τὴν γῆν,
τοὺς ἀνθρώπους,
τὰ πράγματα·
μνήσθητι ὅτι οὐδὲν εἶ,
οὐ σώματι,
οὐ ψυχῇ.
Μικρὰ φροντὶς ἐτάραξέ σε,
μικρὰ ἀγωνία κατέπληξέ σε,
μικρὰ θλῖψις κατέβαλέ σε,
μικρὸς πόνος ἐθορύβησέ σε,
λόγος ψιλὸς κατεκτύπησέ σε.
Καὶ διὰ τί μὴ μισήσῃς τὸν βίον τοῦτον;
Ἐγὼ δέ σοι λέγω,
ὅτι μετοικῆσαι ὀφείλεις,
καὶ ἄνω ἐν ταῖς πύλαις τοῦ οὐρανοῦ πῆξαι σεαυτῷ σκηνὴν,
καὶ ἐκεῖ καταμόνας διᾶξαι,
καὶ δέεσθαι τοῦ Θεοῦ μέχρι θανάτου,
ἵνα εὐμενῶς προσδέξηταί σε,
καὶ ἀνοίξῃ σοι ἐν καιρῷ ταχέως.
Κάτω ἐπὶ γῆς τὸ σῶμα κλινάτω γόνυ τῷ Θεῷ·
καὶ ἄνω ἡ ψυχὴ παρακαλείτω διαπαντὸς,
ἐπὶ πρόσωπον ἑαυτὴν ῥίπτουσα·
φιλονεικήσωσι,
τίς πλέον καμεῖ ἐν τῇ δεήσει.
Κατὰ σὲ οὖν ὁ κόσμος ἀπέθανε,
κατὰ σὲ ἦλθεν ἡ κρίσις ἡ μέλλουσα·
ὅσον δύνασαι ταύτην ἄπωσαι,
κἀκείνης μνημόνευε.

Βέλτιον τὰ κακὰ τῆς μελλούσης,
ἢ τὰ ἀγαθὰ τῆς παρούσης λογίζεσθαι·
ἐκεῖνά σοι φόβον Θεοῦ προξενεῖ,
ταῦτα δὲ καὶ τὸν ὄντα συλᾷ.
Ἐν τοῖς πνευματικοῖς πράγμασιν ὀρφανοί ἐσμεν ἅπαντες·
οὐδένα ἔχομεν, εἰ μὴ τὸν Θεὸν, βοηθὸν,
καὶ τὴν σπουδὴν ἑαυτῶν.
Οὐκοῦν πάντων διαπτύσαντες, φροντίσωμεν ἑαυτῶν.
Μνήσθητι σεαυτοῦ καὶ τῶν κακῶν τῶν περιεχόντων σε·
μνήσθητι τῶν ἁμαρτιῶν σου λοιπὸν, καὶ τῆς κρίσεώς σου·
μνήσθητι, ὅτι ἄνθρωπος εἶ θνητὸς καὶ ἀσθενὴς καὶ ταλαίπωρος, ῥυπαρὸς καὶ ἀκάθαρτος·
μνήσθητι, ὅτι ἄνθρωπος εἶ ἐν βίῳ θλιβερῷ διάγων καὶ κινδύνων μεστῷ,
πολλοὺς ἀποκτείναντι καὶ καλοὺς καὶ κακοὺς,
σοφοὺς καὶ ἀσόφους,
πλουσίους καὶ πένητας.
Ἄγε,
φέρε, ἵνα φάγῃς καὶ πίῃς,
καὶ ἑνὸς ψωμοῦ οὐκ ἔχεις τὸ ἀσφαλές.
Μνήσθητι,
ὅτι ἄνθρωπος εἶ,
ὀστέα τεταπεινωμένα ἀπὸ κεφαλῆς ἕως ποδῶν,
μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν κόπον,
ἢ μιᾶς νυκτὸς ἀγρυπνίαν·
μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι·
μνήσθητι, ὅτι λέοντι καὶ δράκοντι παλαίεις ἡμέρας καὶ νυκτός·
λόγισαι πόσαι εἰσὶν ἐν ᾅδου ψυχαὶ,
ὅτι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ,
μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν,
καὶ μὴ τυγχάνουσαι,
ἀλλ' εἰς τὰ κατώτατα τῆς γῆς θρηνοῦσαι τὰς πορνείας ἑαυτῶν καὶ τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς,
τὰς πονηρίας αὐτῶν καὶ τὰς λογομαχίας.
Μνήσθητι, ὅτι οὐκ εἰς μακράν σε δεῖ ἀποθανεῖν καὶ κριθῆναι,
καὶ τοῦτο μὴ παύσῃ καταλέγων τῇ ἑαυτοῦ ψυχῇ.
Γράψον τὸ μικρὸν τοῦτο λογάριον ἐν τῇ καρδίᾳ σου·
δῆσον αὐτὸ περὶ τῷ σῷ τραχήλῳ.
Κρεῖττόν ἐστι διαδήματος βασιλικοῦ·
τοῦτο εἰς κόλασιν ἄγει,
ἐκεῖνο ζωὴν αἰώνιον προξενεῖ.
Ταῦτα μελέτα·
ἐν τούτοις ἴσθι διαπαντός.
Ἐὰν ἐν τούτοις ᾖς,
ἐν τοῖς ἐναντίοις οὐχ εὑρίσκῃ ποτέ·
εἰ δὲ ἐν τούτοις οὐ κατανύσσῃ,
ἐν τίνι ἁλισθήσεται ἡ καρδία σου;
Ὅτι κἂν ἐγγὺς ᾖ ἡμέρα Κυρίου, φοβηθῶμεν καὶ ἡσυχάσωμεν.
Ὁ θέλων ἄμωμος εἶναι ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι,
τί ἄλλο πράττειν ὀφείλει,
εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς;
Ὁ γὰρ τοῦτο θέλων κατορθῶσαι,
θεὸν ἑαυτὸν ποιεῖ ἐπὶ τῆς γῆς,
κατὰ τὸν εἰπόντα,
Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ.
Ἴδε ἐτεκνοποιήθημεν ὑπὸ τοῦ Θεοῦ·
τί δικαιότερον,
ἢ υἱὸν μιμήσασθαι πατέρα;
Εἰ τέκνον γνήσιον εἶ,
ἀκολούθησον προστάγμασι πατρικοῖς,
καὶ μάλιστα δικαίοις οὖσι καὶ ὠφελίμοις.
Ὁ ἔχων πρὸς δαίμονας μάχην,
τί ὀφείλει ποιεῖν,
ἢ ἀδιαλείπτως προσεύχεσθαι;
ὁ καθ' ἡμέραν κινδυνεύων ψυχῇ καὶ σώματι,
τί ἄλλο πράττειν ὀφείλει,
ἢ ἀγωνιᾷν καὶ δέεσθαι τοῦ Θεοῦ;
Ἀλλὰ λέγεις,
τὰ πάθη τυραννοῦσί με,
καὶ ὁ φόβος τύραννός ἐστι.
Τύραννος τυράννῳ ἀντιπίπτει.
Σείει μόνον τὴν γῆν,
καὶ ἅπαντες τρέμουσι.
Τίς οὐ φοβεῖται τὸν ποταμὸν τοῦ πυρός;
Μία ἡμέρα τοῦ σκότους ὑπὲρ ὅλα τὰ ἐν βίῳ κακά·
καταφρόνει οὖν τῶν ἐνταῦθα ὡς ἀπαραμυθήτων.
Ὕβρισέ τις, ἢ ἐτύπτησεν;
ἔλπισον ἐπὶ Κύριον,
ὅτι πολύν σοι παρέξει τῆς ὑπομονῆς τὸν μισθόν.
Ἀπὸ τῆς ἐλπίδος ἡ πίστις,
ἀπὸ τούτων ἡ ἀγάπη·
ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομονῆς ὁ ∆εσπότης παράδεισόν σοι χαρίζεται,
ὡς ἀθλητήν σε στέφει διὰ πόμα ψυχρόν·
ἡ γὰρ πίστις σου πολλοῦ ἀξία ἐστί.
Τὴν ἀρετὴν ποίησον σεαυτῷ νύμφην,
καὶ ἐγκράτειαν καὶ σωφροσύνην,
παῖδάς σου ζῶντας καὶ προάγοντας εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον,
καὶ ἑσπέρας ἀναχωροῦσα,
ἀναπαυέσθω ἐπὶ κλίνης πνευματικῆς,
ἐπὶ λογισμοῖς εὐσεβέσιν,
ἐπὶ ἐλπίδι τοῦ Θεοῦ,
ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ·
διότι τὰ προστάγματα τοῦ Θεοῦ φῶς εἰσι καὶ ζωὴ καὶ ἀνάπαυσις,
εὐλογία καὶ δικαιοσύνη·
τὰ δὲ ἐντάλματα τοῦ Σατανᾶ σκότος καὶ θάνατος,
κόλασις καὶ ἁμαρτία καὶ κατάρα.
Ἐν σοί ἐστιν ἢ τούτοις ἢ ἐκείνοις ἀκολουθῆσαι.
Ἐὰν ταῖς τοῦ Κυρίου ἐντολαῖς ἀκολουθήσῃς,
ὅλα σοι τὰ καλὰ πάντα,
τὸ φῶς, ἡ ζωὴ,
ἡ ἀνάπαυσις,
ἡ εὐλογία,
τῆς δικαιοσύνης ὁ στέφανος·
ἐὰν δὲ ταῖς τοῦ Σατανᾶ πεισθῇς,
τὰ ἐναντία τούτων ἀπαντᾷ σοι.
Τίς οὖν ἄφρων αἱρεῖται αἰσχύνην καὶ ὄνειδος μετὰ κολάσεων αἰωνίων,
ἀντὶ δόξης καὶ ἐπαίνων καὶ ἀθανάτου τρυφῆς;
Ἀνάστα, σπεῦσον, δράμε, ἐπείχθητι·
ὁ γάμος ηὐτρέπισται,
οἱ ταῦροι τεθυμένοι εἰσὶ,
τὰ σιτιστὰ ἕτοιμά σε περιμένουσιν,
οἱ ἀριστηταὶ, καθὼς γέγραπται,
Ἐμὲ ὑπομενοῦσι δίκαιοι,
ἕως οὗ ἀνταποδῷς μοι.
Σπούδασον,
ἵνα καταλάβῃς.
Ἰδοὺ ἡ χαρὰ,
ἰδοὺ ἡ ἀνάπαυσις,
ἰδοὺ τὸ φῶς,
ἰδοὺ ἡ ζωὴ,
ἰδοὺ ἡ δόξα, ἰδοὺ ἡ τρυφὴ,
ἰδοὺ τὰ ἀληθῆ καὶ αἰώνια,
ἰδοὺ τὰ μεγάλα καὶ θαυμαστὰ,
ἰδοὺ πάντα ὡς θέλεις,
μᾶλλον δὲ καὶ ὑπὲρ ὃ θέλεις.
Γνῶθι μόνον ὅτι ἐθαυμάστωσε τοὺς ὁσίους αὐτοῦ ὁ Θεὸς,
ἐδόξασε τοὺς ἁγίους αὐτοῦ,
ἐκαύχησε τοὺς φοβουμένους αὐτὸν, ὕψωσε τοὺς ἀγαπῶντας αὐτόν.
Μὴ φθονήσωμεν ἑαυτοῖς τοσούτων ἀγαθῶν προκειμένων,
τοιαύτης ἐλπίδος.
Ἄλλοι μικροῦ κέρδους χάριν ἀθλοῦσι,
πολεμοῦσι, θαλαττεύουσι,
κινδυνεύουσιν·
ἡμεῖς καινοὺς οὐρανοὺς,
καὶ καινὴν γῆν μέλλοντες κληρονομεῖν,
τί ἀθυμοῦμεν.
τί διστάζομεν,
τί φθειρόμεθα ἐν τῇ ὕλῃ ταύτῃ;
Ὅλα τὰ πράγματα παθοποιὰ,
παροξυντικὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πράττομεν·
ἡ τρυφὴ ἡμῶν εἰρήνην οὐκ ἔχει·
ὁ ὕπνος,
τὸ βάδισμα,
ὅλα σκανδαλώδη.
Τίς ὡς ἠθέλησεν ἔζησε;
τί τοῦ βίου τούτου οὐκ ἔστιν ἐπαχθές;
Αὕτη ἡ σὰρξ ἡμῶν οὐ σπένδεται ἡμῖν·
ὑγιαίνουσα πολεμεῖ,
ἀῤῥωστοῦσα θλίβει.
Τίς ἄλυπος ἐξῆλθεν ἐκ τοῦ βίου τούτου;
τίς οὐκ ἐγεύσατο τῶν ἁλμυρῶν ὑδάτων τῆς πικρᾶς ταύτης θαλάσσης,
τῶν ἐπαλλήλων κυμάτων;
τίς οὐκ ἐστέναξεν ἐπ' αὐτοῖς;
πόσους μεγάλους ἐπτέρνισεν ἡ παροῦσα ζωὴ,
καὶ τρέχοντας καλῶς ἐπαγίδευσε;
Καὶ οὐδὲν θαυμαστόν·
δαίμονες γάρ εἰσιν οἱ ἐνεργοῦντες,
διάβολος ὁ ἐνεδρεύων.
Ταῦτα οὖν εἰδότες μετανοήσωμεν ἐν ὅλῃ καρδίᾳ,
μὴ αἱ ἡδοναὶ ἡμῶν στραφῶσιν εἰς θρήνους καὶ δάκρυα·
βοηθήσωμεν ἑαυτοῖς,
ἀποσπάσωμεν τὴν ψυχὴν ἑαυτῶν ἐκ τοῦ κόσμου τούτου,
ἔτι δὲ καὶ τῆς ἰδίας σαρκός·
εὕροιτο ἑαυτῇ κελλίον εἰς τὰ πέρατα τῆς γῆς,
ὅπως ἂν βοήσῃ καὶ αὐτὴ πρὸς τὸν Κύριον·
ἐλέησόν με τὴν μόνην·
ἰδοὺ πάντα ἀφῆκα,
καὶ ἠκολούθησά σοι·
ἰδοὺ πάντα ἤρνημαι διὰ τὸν σὸν φόβον.
Ἡ κατάνυξις ἡμῶν ἕως τῶν νεφελῶν φθασάτω,
οἱ στεναγμοὶ ἡμῶν τοῖς οὐρανοῖς ἐγγισάτωσαν,
αἱ προσευχαὶ ἡμῶν καὶ αἱ ἐλεημοσύναι ἐλθέτωσαν ἐνώπιον τοῦ Θεοῦ.
Λειτουργήσωμεν αὐτῷ μετὰ πάσης ἀληθείας,
μετὰ εὐλαβείας καὶ δέους·
πάντα ποιήσωμεν,
ἵνα ἐκεῖ μὴ μεταγνῶμεν·
πάντα ὑπομείνωμεν,
ἵνα καὶ τῶν ἀγαθῶν ἀπολαύσωμεν τοῦ Θεοῦ,
ἵνα τὴν μείζονα παῤῥησίαν κτησώμεθα,
ἵνα τιμιωτέρων ἀξιωθῶμεν δωρεῶν,
ἵνα μηδενὸς τῶν ἁγίων ὀφθῶμεν δεύτεροι.
Μέγας πειρασμὸς ὁ βίος ἡμῶν,
καὶ οὐδεὶς οἶδε·
μέγας χειμὼν,
καὶ οὐδεὶς κατανοεῖ.
∆ῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν παθῶν,
καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπόστολον·
δῶμεν τόπον τοῖς παροργισμοῖς τῶν ἀνθρώπων.
δῶμεν τόπον τῇ σαρκὶ ταύτῃ καὶ ταῖς ἐπιθυμίαις αὐτῆς,
δῶμεν τόπον τῷ κόσμῳ τούτῳ καὶ ταῖς δυσχερείαις αὐτοῦ,
δῶμεν τόπον ὅλοις τοῖς πειρασμοῖς,
ὅλαις ταῖς θλίψεσι·
κρυβῶμεν ἀπ' αὐτῶν·
διωκόμεθα γὰρ ἀπ' αὐτῶν,
καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι ὑπὸ δαιμόνων,
ὑπὸ πραγμάτων,
ὑπὸ ἀνθρώπων ἐρεθιζομένων ὑπὸ τοῦ Σατανᾶ.
Ἑαυτοῖς μόνοις προσέχωμεν καὶ τῷ Θεῷ,
ἑαυτῶν ἐκδόντες τὸ σῶμα τοῦτο τοῖς θέλουσι τύπτειν·
πολλῶν γὰρ πληγῶν καθέστηκεν ἄξιον.
Ἄνω τὴν καρδίαν τείνωμεν ἑαυτῶν,
ἐκχέοντες ὅλην ἑαυτῶν τὴν ψυχὴν ἐνώπιον τοῦ Θεοῦ,
ἵνα σωθῶμεν καὶ ἐλεηθῶμεν καὶ ζήσωμεν,
σκιρτῶντες καὶ τρυφῶντες καὶ χαίροντες, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.


orthodoxfathers.com  

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible