Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Τρίτη, 24 Δεκεμβρίου 2013

ΨΑΛΜΟΣ ΞΗ΄ (ΞΘ΄). 68


1. Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
2. ἐνεπάγην εἰς ἰλύν βυθοῦ, καί οὐκ ἔστιν ὑπόστασις·  
ἦλθον εἰς τά βάθη τῆς θαλάσσης καί καταιγίς κατεπόντισέ με.
4. ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,
ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπό τοῦ ἐλπίζειν με ἐπί τόν Θεόν μου.




5. ἐπληθύνθησαν ὑπέρ τάς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές
με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·
ἅ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.
6. ὁ Θεός, σύ ἔγνως τήν ἀφροσύνην μου, καί αἱ πλημμέλειαί μου
ἀπό σοῦ οὐκ ἀπεκρύβησαν.
7. μή αἰσχυνθείησαν ἐπ᾿ ἐμέ οἱ ὑπομένοντές σε, Κύριε,
Κύριε τῶν δυνάμεων, μηδέ ἐντραπείησαν ἐπ᾿ ἐμέ οἱ ζητοῦντές σε,
ὁ Θεός τοῦ Ἰσραήλ·


8. ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν,
ἐκάλυψεν ἐντροπή τό πρόσωπόν μου.

9. ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου,
καί ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
10. ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καί οἱ ὀνειδισμοί τῶν
ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.

11. καί συνεκάλυψα ἐν νηστείᾳ τήν ψυχήν μου,
καί ἐγενήθη εἰς ὀνειδισμούς ἐμοί·

12. καί ἐθέμην τό ἔνδυμά μου σάκκον,
καί ἐγενόμην αὐτοῖς εἰς παραβολήν.

13 κατ᾿ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις,
καί εἰς ἐμέ ἔψαλλον οἱ πίνοντες οἵνον.



14. ἐγώ δέ τῇ προσευχῇ μου πρός σέ, Κύριε·
καιρός εὐδοκίας, ὁ Θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου·
ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.

15. σῶσόν με ἀπό πηλοῦ, ἵνα μή ἐμπαγῶ·
ρυσθείην ἐκ τῶν μισούντων με καί ἐκ τῶν βαθέων τῶν ὑδάτων.

16. μή με καταποντισάτω καταιγίς ὕδατος, μηδέ καταπιέτω με βυθός,
μηδέ συσχέτω ἐπ᾿ ἐμέ φρέαρ τό στόμα αὐτοῦ.



17. είσάκουσόν μου, Κύριε, ὅτι χρηστόν τό ἔλεός σου·
κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψόν ἐπ᾿ ἐμέ.

18. μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπό τοῦ παιδός σου,
ὅτι θλίβομαι, ταχύ ἐπάκουσόν μου.

19. πρόσχες τῇ ψυχῇ μου καί λύτρωσαι αὐτήν,
ἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με.



20. σύ γάρ γινώσκεις τόν ὀνειδισμόν μου
καί τήν αἰσχύνην μου καί τήν ἐντροπήν μου·
ἐναντίον σου πάντες οἱ θλίβοντές με.

21. ὀνειδισμόν προσεδόκησεν ἡ ψυχή μου καί ταλαιπωρίαν,
καί ὑπέμεινα συλλυπούμενον, καί οὐχ ὑπῆρξε, καί
παρακαλοῦντας, καί οὐχ εὕρον.

22. καί ἔδωκαν εἰς τό βρῶμά μου χολήν καί
εἰς τήν δίψαν μου ἐπότισάν με ὄξος.



23. γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα
καί εἰς ἀνταπόδοσιν καί εἰς σκάνδαλον.

24. σκοτισθήτωσαν οἱ ὀφθαλμοί αὐτῶν τοῦ μή βλέπειν, καί
τόν νῶτον αὐτῶν διά παντός σύγκαμψον.

25. ἔκχεον ἐπ᾿ αὐτούς τήν ὀργήν σου, καί ὁ θυμός τῆς ὀργῆς σου
καταλάβοι αὐτούς.


26. γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καί
ἐν τοῖς σκηνώμασιν αὐτῶν μή ἔστω ὁ κατοικῶν·

27. ὅτι ὅν σύ ἐπάταξας, αὐτοί κατεδίωξαν,
καί ἐπί τό ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.

28. πρόσθες ἀνομίαν ἐπί τῇ ἀνομίᾳ αὐτῶν,
καί μή εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·



29. ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων
καί μετά δικαίων μή γραφήτωσαν.

30. πτωχός καί ἀλγων εἰμι ἐγώ· ἡ σωτηρία σου,
ὁ Θεός, ἀντιλάβοιτό μου.

31. αἰνέσω τό ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς,
μεγαλυνῶ αὐτόν ἐν αἰνέσει,



32. καί ἀρέσει τῷ Θεῷ ὑπέρ μόσχον νέον
κέρατα ἐκφέροντα καί ὁπλάς.

33. ἰδέτωσαν πτωχοί καί εὐφρανθήτωσαν·
ἐκζητήσατε τόν Θεόν, καί ζήσεται ἡ ψυχή ὑμῶν,

34. ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καί τούς πεπεδημένους
αὐτοῦ οὐκ ἐξουδένωσεν.



35. αἰνεσάτωσαν αὐτόν οἱ οὐρανοί καί ἡ γῆ,
θάλασσα καί πάντα τά ἕρποντα ἐν αὐτῇ.

36. ὅτι ὁ Θεός σώσει τήν Σιών,
καί οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας,
καί κατοικήσουσιν ἐκεῖ καί κληρονομήσουσιν αὐτήν·

37. καί τό σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν,
καί οἱ ἀγαπῶντες τό ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.


 Τέλος καί τῷ Θεῷ δόξα!!!


Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ