Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Παρασκευή, 29 Οκτωβρίου 2010

Ἁγίου Νικοδήμου Ἁγιορείτου: Ὅτι οἱ μέλλοντες γενέσθαι ἀρχιερεῖς ἐξελέγοντο ὑπό τῶν μοναχῶν, καί ἐγίνοντο πρῶτον μοναχοί

ΣΥΜΒΟΥΛΕΥΤΙΚΟΝ ΕΓΧΕΙΡΙΔΙΟΝ
Ἁγ. Νικοδήμου

ΠΡΟΟΙΜΙΟΝ

Ὅτι οἱ μέλλοντες γενέσθαι ἀρχιερεῖς ἐξελέγοντο ὑπό τῶν
μοναχῶν, καί ἐγίνοντο πρῶτον μοναχοί
Ὦ πόσον εὐτυχεῖς καί χρυσοί αἰῶνες ὑπῆρξαν ἐκεῖνοι, καθ’ οὕς ἐπολιτεύετο εἰς τήν ἁγίαν τοῦ Χριστοῦ Ἐκκλησίαν μία ἐξαίρετος καί καλλίστη συνήθεια, τό νά ἐκλέγωνται δηλαδή ἀπό τοῦ σεμνοῦ τάγματος τῶν Μοναχῶν, ὅλοι ἐκεῖνοι, (ἐκτός ὀλίγων τινῶν, οἵτινες διά τό ὑπερβάλλον τῆς ἀρετῆς, ἐκ λαϊκῶν ἀμέσως ἀνέβησαν εἰς προεδρίαν λαῶν)· ὅσοι ἔμελλον νά ἀναβῶσιν εἰς τούς Ὑπεροχικούς θρόνους τῆς ἀρχιερωσύνης, καί νά ἐγχειρισθῶσι προστασίαν ψυχῶν. Καθώς  τοιάυτην τινά συνήθειαν ἐκκλησιαστικήν, ἀναφέρουσι μέν καί τά πρακτικά τῆς ἐν τῆς ἁγίᾳ Σοφίᾳ συνόδου· ὅπου ὁ Καισαρείας, καί ὁ Χαλκηδόνος εἶπον πρός τόν τοποτηρητήν τοῦ πάπα Ἰωάννου ταῦτα· «Ἐν τῇ Ἀνατολῇ εἴτις μή μοναχός ἐγένετο, οὐ γίνεται ἐπίσκοπος, ἤ πατριάρχης.  Καί πάλιν· «Ἐν τῷ καιρῷ τῆς τούτου (τοῦ Φωτίου δηλ.) ἀρχιερωσύνης, πολλοί συνεψηφίσθησαν, καί κληρικοί, καί μοναχοί». Ἀναφέρει δέ ταύτην καί ὁ ἱστορικός Γεώργιος ὁ Κεδρηνός, καί μάλιστα ὁ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας ἄριστος ἐξηγητής, ὁ Θεσσαλονίκης, λέγω, ἱερός Συμεών, λέγων· «Ἡ Ἐκκλησία τούς περισσοτέρους τῶν μελλόντων γίνεσθαι ἐπισκόπων, μοναχούς ποιοῦσα πρότερον, οὕτως ἐπισκόπους καθιστᾷ» (Κεφ. σξστ΄).
Συνήθεια βεβαίως ἦτον αὕτη, ἤ μᾶλλον εἰπεῖν, νόμος ἁγιώτατος, νόμος δικαιώτατος, καί νόμος κοινωφελής. Ἁγιώτατος· διότι ἐκεῖνοι διά τῶν ἀσκητικῶν ἀγώνων, καί τοῦ μοναδικοῦ πολιτεύματος, πρῶτον ἐκαθαρίζοντο, καί τότε ἤρχιζον νά καθαρίζωσι τούς ἄλλους· πρῶτον ἐφωτίζοντο, καί ὕστερον ἐφώτιζον· πρῶτον ἐτελειοῦντο, καί ὕστερον ἐτελείουν· καί συντόμως εἰπεῖν, πρῶτον ἡγιάζοντο, καί ὕστερον ἡγίαζον. Δικαιώτατος· διότι ἐνδυσάμενοι τούς νικηφόρους φοίνικας κατά τῶν παθῶν, διά μέσου τῶν ἀσκητικῶν ἀγώνων, τότε εἰς βραβεῖον τῆς νίκης, ἐλάμβανον τό μέγα τῆς ἀρχιερωσύνης ἀξίωμα καθυποτάξαντες τό χεῖρον εἰς τό κρεῖττον, ἤτοι τό σῶμα εἰς τό πνεῦμα, καί ἄρξαντες ἑαυτῶν διά τῆς ἀκροτάτης φιλοσοφίας, τότε τῷ νόμῳ τῆς δικαιοσύνης, ὑπέττατον ἄλλους, καί ἐγίνοντο ἄρχοντες τῶν λαῶν. Κοινωφελής· διότι πεπληρωμένοι, τρόπον τινά, ἀπό τοῦ πλούτου τῶν ἀρετῶν, ἐκ τῶν διαυγῶν μαργαριτῶν τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος, ἀπό τῶν διαφανεστάτων λίθων τῶν τῆς θείας χάριτος πολυφώτων ἐλλάμψεων, ὁμοιωθέντες τῷ Θεῷ καί Πατρί, ὅστις καλεῖται Ἐπίσκοπος παρά Ἰώβ. «Καί κτῆμα ὑπαρχόντων αὐτῷ παρά τοῦ Ἐπισκόπου (Ἰώβ κ΄29).[1] Καί σύμμορφοι γεγονότες τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ» (Ρωμ. η΄ 29) κατά Παῦλον εἰπεῖν, τοῦ καί αὐτοῦ καλουμένου Ἐπισκόπου· «Ἐπεστράφητε γάρ φησι νῦν ἐπί τόν ποιμένα καί ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν» (Α΄Πέτρ. β΄25). Καί ἀναπλησθέντες αὐτοί πρῶτον, ὡς ἔφη ὁ ἀρεοπαγίτης Διονύσιος, τοῦ τῆς θεώσεως δώρου, ἤ μάλλον εἰπεῖν, προετοιμασθέντες πρότερον, καί τοιοῦτοι γεγονότες, οἷον ὁ Παῦλος γράφει τόν ἐπίσκοπον λέγων· «Δεῖ οὖν τόν ἐπίσκοπον, ἀνεπίληπτον εἶναι, νηφάλιον σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, μή πάροινον, μή πλήκτην, μή αἰσχροκερδῆ, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον». (Α΄ Τιμ. γ΄ 2).  Καί ἵνα συντόμως εἴπω, αὐτοί πρῶτον Θεοί καί χάριν γεγονότες, καί ὡς ἀρχιερεῖς, εἰς τά ἅγια τῶν ἁγίων ἱεραρχικῶς τε, καί τριαδικῶς, κατά τόν Σιναῒτην Γρηγόριον, τῷ ἐν τριάδι Θεῷ λειτουργήσαντες, διά τῆς μυστικῆς, καί ὑπερφυοῦς θεολογίας· τότε δή τότε τήν προστασίαν ἀναδεχόμενοι τῶν λαῶν, μετέδιδον εἰς αὐτούς ἀπό τοῦ πλούτου τῶν ἑαυτῶν χαρισμάτων, καί πάντα ἐγίνοντο εἰς αὐτούς, ἰατροί· φωστῆρες· ὁδηγοί· σωτῆρες· θεραπεύοντες τούς κατά ψυχήν ἀρρωστοῦντας· φωτίζοντες τούς ἐσκοτισμένους· ὁδηγοῦντες τούς πεπλανημένους καί σώζοντες, ἤ πάντας, ἤ τούς πλείους, διά τοῦ λόγου τῆς διδασκαλίας, καί διά τοῦ παραδείγματος τῆς ἐναρέτου ζωῆς αὐτῶν.



[1] Τοῦτο τό ρητόν ἑρμηνεύων ὀ σοφός Ὀλυμπιόδωρος, λέγει· «Ἀκούοντες δέ οἱ ἐπίσκοποι, ὡς ὁ Θεός ταύτῃ κέκληται τῇ προσηγορίᾳ παρά τῇ Γραφῇ, τηρείτωσαν τῆς προσηγορίας τό ἀξίωμα, ἐπαγρύπνως τά κατά τήν ποίμνην ἐπισκοποῦντες, καί πίστει, καί βίῳ ἀνεπιλήπτῳ καί διδασκαλίᾳ σεμνυνόμενοι μαθέτωσαν τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη, καί ἐκείνου τήν εἰκόνα παντί τρόπῳ φιλοτιμείσθωσαν φορεῖν. Ὥσπερ γάρ ὁ μιμησάμενος εἰκόνα βασιλικήν τιμᾶται, ἐπί τῷ καλῶς αὐτήν μιμήσασθαι, τιμᾶται δέ καί τῷ αὐτήν κεκοσμηκέναι· οὔτῳ μακάριος ἐπίσκοπος ὁ νοήσας τόν ἀληθινόν Ἐπίσκοπον, ζηλῶν αὐτόν, καί γινόμενος ὡς ἐν ἀνθρώποις Θεός, καί ἔχων Ἐπίσκοπον τόν ποιοῦντα αὐτόν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ Ἐπίσκοπον». Τούτου χάριν καί ὁ θεῖος Ἰσίδωρος ὁ Πηλουσιώτης γράφων τῷ Ἐπισκόπῳ Τριβουνιανῷ, λέγει· «Ἐπίσκοπος ἐξ αὐτοῦ τοῦ ὀνόματος τήν οἰκείαν ὠφείλει οἰκονομίαν ἐπίστασθαι· καί ταῦτα, ποιεῖν» (Ἐπιστολ. ρμθ΄).

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ