Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Παρασκευή, 11 Οκτωβρίου 2013

Ψαλμός ΚΔ΄(ΚΕ΄) 24


1. Πρός σέ, Κύριε, ἦρα τήν ψυχήν μου, ὁ Θεός μου. 
2. ἐπί σοί πέποθα· μή καταισχυνθείην εἰς τόν αἰῶνα,
μηδέ καταγελασάτωσάν με οἱ ἐχθροί μου.


3. καί γάρ πάντες οἱ ὑπομένοντές σε οὐ μή καταισχυνθῶσιν·
αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.


4. τάς ὁδούς σου, Κύριε, γνώρισόν μοι,
καί τάς τρίβους σου δίδαξόν με.


5. ὁδήγησόν με ἐπί τήν ἀλήθειάν σου
καί δίδαξόν με, ὅτι σύ εἶ ὁ Θεός ὁ σωτήρ μου,
καί σέ ὑπέμεινα ὅλην τήν ἡμέραν.


6. μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καί
τά ἐλέη σου, ὅτι ἀπό τοῦ αἰῶνός εἰσιν.
7. ἁμαρτίας νεότητός μου καί ἀγνοίας μου μή μνησθῇς·
κατά τό ἔλεος σου μνήσθητί μου σύ
ἔνεκεν τῆς χρηστότητός σου, Κύριε.


8. χρηστός καί εὐθύς ὁ Κύριος· διά τοῦτο
νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.


9. ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδούς αὐτοῦ.


10. πᾶσαι αἱ ὁδοί Κυρίου ἔλεος
καί ἀλήθεια τοῖς ἐκζητοῦσι τήν διαθήκην
αὐτοῦ καί τά μαρτύρια αὐτοῦ.


11. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε,
καί ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλή γάρ ἐστι.


12. τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τόν Κύριον;
νομοθετήσει αὐτῷ ἐν ὁδῷ
ᾗ ᾑρετίσατο.


13. ἡ ψυχή αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
καί τό σπέρμα αὐτοῦ κληρονομήσει γῆν.


14. κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν,
καί ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.


15. οἱ ὀφθαλμοί μου διαπαντός πρός τόν Κύριον,
ὅτι αὐτός ἐκσπάσει ἐκ παγίδος τούς πόδας μου.


16. ἐπίβλεψον ἐπ᾿ ἐμέ καί ἐλέησόν με,
ὅτι μονογενής καί πτωχός εἰμι ἐγώ.


17. αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν·
ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.

18. ἴδε τήν ταπείνωσίν μου καί τόν κόπον μου
καί ἄφες πάσας τάς ἁμαρτίας μου.


19. ἴδε τούς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν
καί μῖσος ἄδικον ἐμίσησάν με.


20 φύλαξον τήν ψυχήν μου καί ρῦσαί με·
μή καταισχυνθείην, ὅτι ἤλπισα ἐπί σέ.
21. ἄκακοι καί εὐθεῖς ἐκολλῶντό μοι,
ὅτι ὑπέμεινά σε, Κύριε.
 
22. λύτρωσαι, ὁ Θεός, τόν Ἰσραήλ ἐκ πασῶν
τῶν θλίψεων αὐτοῦ.

Τῷ Θεῷ δόξα τώρα καί πάντα καί στούς αἰῶνες τῶν αἰώνων! Ἀμήν!

" Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου. "

Κύριε, ἐλέησον·
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.







Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ