Μικρό Απόδειπνο
Τὸ Μικρὸ Ἀπόδειπνο τελεῖται πάντα βράδυ πρὶν τὸν ὕπνο καὶ κλείνει μὲ αὐτὸ ἡ περίοδος τῶν καθ’ ἡμέραν ἀκολουθιῶν.Στὰ μοναστήρια τελεῖται στὸ ναό.
Ἀπὸ τοὺς πιστοὺς τελεῖται κατ’ οἶκον πρὶν τὸν ὕπνο.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·
Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα
τῆς ἀληθείας, ὁ πανταχοῦ
παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς
χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς
ἡμῶν. Ἀμήν.
Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς
ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς
ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ
μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Κύριε, ἐλέησον (ιβ´).
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν
Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς Ν´ (50).
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον
πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ
ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ
νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς
μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν
ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ
ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿
ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ
τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ
καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς ΞΘ´ (69).
Ὁ Θεός, εἰς
τὴν βοήθειάν μου πρόσχες· Κύριε,
εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ
ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι
οἱ λέγοντές μοι· εὖγε, εὖγε.
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές
σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός· Μεγαλυνθήτω
ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ
σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς ΡΜΒ´ (142).
Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ
ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿
ἐμὲ τὸ πνεῦμά μου, ἐν
ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ
πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς
ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Δοξολογία μικρά.
Σοὶ δόξα πρέπει, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. Δόξα ἐν
ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν
σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν
σοι διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ,
Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ
ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός,
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων
τὰς ἁμαρτίας τοῦ
κόσμου. Πρόσδεξαι τὴν δέησιν
ἡμῶν, ὁ καθήμενος ἐν
δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι
σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω
σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς
τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγεννήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν
με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρός σε
κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοί πηγὴ ζωῆς, ἐν τῷ φωτί σου
ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς
γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ
ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι
ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων
ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς
τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν
ἐπὶ σέ. Εὐλογητὸς εἶ,
Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου. Εὐλογητὸς εἶ, Δέσποτα,
συνέτισόν με τὰ δικαιώματά
σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς
τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν
σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα
πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Τὸ Σύμβολον τῆς Πίστεως.
Πιστεύω
εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε
πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον
Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ,
τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν
ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα
οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν
δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου
καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα, καὶ
ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ
δόξης κρῖναι ζῶντας καὶ νεκρούς,
οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον,
τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον,
τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ
ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ
ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
Εἰ βούλει λέγε τοὺς Χαιρετισμοὺς
εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς, μακαρίζειν
σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν
τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μετὰ
δὲ ταῦτα· Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον
(γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ
ἐστιν.
Εἶτα τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας, ἢ τὰ παρόντα τροπάρια.
Τροπάριον. Ἦχος δ´.
Ὁ Θεὸς τῶν
πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ
ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις,
ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι᾿ αὐτῶν βοᾷ σοι, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς
οἰκτιρμοὺς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.
Μετὰ
τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων
σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ
λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νῦν.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς
ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς
μόνος οἰκτίρμων.
Εἶτα
τὸ Κύριε, ἐλέησον (μ´), καὶ τὴν εὐχὴν ταύτην.
Ὁ ἐν
παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ
ἐπὶ γῆς προσκυνούμενος, καὶ
δοξαζόμενος Χριστὸς ὁ Θεός,
ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν
καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ
πάντας καλῶν πρὸς σωτηρίαν
διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι
καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις,
καὶ ἴθυνον τὴν ζωὴν
ἡμῶν πρὸς τὰς ἐντολάς σου·
τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς
λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς
ἁγίοις σου Ἀγγέλοις,
ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι,
καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως
καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι
εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Ἱερεύς·
Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον
αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.
Καὶ τὰς ἑπομένας Εὐχάς·
Ὁ Ἀναγνώστης·
Ἀμήν. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Καὶ πρέσβευε ὑπὲρ ἡμῶν Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν
Θεοτόκον.
(Ποίημα Παύλου Μοναχοῦ
Μονῆς τῆς Εὐεργέτιδος)
Ἄσπιλε,
ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε,
Θεόνυμφε Δέσποινα, ἡ Θεὸν
Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν
τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων
βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων,
καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν
ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν
ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως
σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι
μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν,
καὶ ἡμῶν Δεσπότην καὶ
Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ
χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ
κἀμοὶ τὰ φιλάνθρωπα
σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς
μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ
πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ
συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι
βίῳ, θερμὴ προστάτις καὶ βοηθός,
τὰς τῶν ἐναντίων ἐφόδους
ἀποτειχίζουσα, καὶ
πρὸς σωτηρίαν καθοδηγοῦσά
με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς
ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς
ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς
αἰωνίου με ῥυομένη κολάσεως,
καὶ τῆς ἀποῤῥήτου δόξης
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ
ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας
καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ
μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου
καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ
πρέπει πᾶσα δόξα, τιμὴ καὶ
προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ
τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ
αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Ποίημα Ἀντιόχου μοναχοῦ τοῦ Πανδέκτου)
Καὶ δὸς ἡμῖν, Δέσποτα,
πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν
σώματος καὶ ψυχῆς·
καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καὶ
ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν,
σβέσον τὰ πεπυρωμένα βέλη
τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως
κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον. Καὶ δώρησαι ἡμῖν,
ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν
νήφουσαν, ὕπνον ἐλαφρόν,
καὶ πάσης σατανικῆς φαντασίας
ἀπηλλαγμένον. Διανάστησον
δὲ ἡμᾶς ἐν τῷ καιρῷ
τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου, καὶ
τὴν μνήμην τῶν σῶν κριμάτων ἐν
ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.
Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ
δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε,
ἀειπάρθενε, εὐλογημένη
Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,
καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς
μου ὁ Πατήρ, καταφυγή
μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς
ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς
σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα
καὶ ἀνθρώπων τὸ γένος·
ἡγιασμένε Ναὲ καὶ Παράδεισε λογικέ, Παρθενικὸν
καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ
παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.
Τὴν γὰρ Σὴν μήτραν
θρόνον ἐποίησε καὶ τὴν Σὴν γαστέρα
πλατυτέραν οὐρανῶν ἀπειργάσατο.
Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα Σοι.
Εὐχὴ εἰς τὸν Ἄγγελον φύλακα τοῦ ἀνθρώπου.
Ἅγιε
Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου
ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς,
μὴ ἐγκαταλίπῃς με τὸν
ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ
δώῃς χώραν τῷ πονηρῷ δαίμονι
κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ
τοῦ θνητοῦ τούτου σώματος·
κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με
εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε
Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς
ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας
τὰς ἡμέρας τῆς ζωῆς
μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον
ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ
διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα
μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε
ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ
ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ
ἄξιον ἀναδεῖξαί με δοῦλον
τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Θεοτόκε
Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ·
εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι
Σωτῆρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν (γ´).
Δόξα.
Καὶ
νῦν. Κύριε, ἐλέησον (γ´). [Εὐλόγησον].
Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.
Εἶτα
ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς).
Εὐξώμεθα
ὑπὲρ εἰρήνης τοῦ κόσμου. Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους,
πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ. Ὑπὲρ εὐοδώσεως
καὶ ἐνισχύσεως τοῦ
φιλοχρίστου στρατοῦ. Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων
καὶ ἀδελφῶν ἡμῶν. Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς
ἀναξίοις, εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. Ὑπὲρ τῶν ἐν θαλάσσῃ
καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας
τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάντων
τῶν προαναπαυσαμένων πατέρων
καὶ ἀδελφῶν ἡμῶν, τῶν
ἐνθάδε εὐσεβῶς κειμένων,
καὶ ἁπανταχοῦ Ὀρθοδόξων. Καὶ ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν ὀρθοδόξων. Μακαρίσωμεν
τοὺς εὐσεβεῖς Βασιλεῖς. Τοὺς ὀρθοδόξους Ἀρχιερεῖς. [Τοὺς κτίτορας τῆς
ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης], τοὺς γονεῖς ἡμῶν καὶ διδασκάλους
καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν, τοὺς
ἐνθάδε εὐσεβῶς κειμένους
καὶ τοὺς ἁπανταχοῦ ὀρθοδόξους.
Εἴπωμεν καὶ ὑπὲρ αὐτῶν,
τό· Κύριε, ἐλέησον· Κύριε,
ἐλέησον· Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς
ποιῶν τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ μεθ᾿ ὑποκλίσεως, ἐπιλέγει· Δι᾿
εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον
ἡμᾶς.
Ὁ Ἀναγνώστης· Ἀμήν.
ΠΡΟΣΕΥΧΕΣ
Ὁδηγίες Προσευχῆς
Προσευχές γιά τήν κατάθλιψη.Ψαλμοί πού χρησιμοποιοῦσε ὁ Ἅγιος Ἀρσένιος ὁ Καππαδόκης- 1)Πρωϊνή προσευχή, 2)Προσευχή τῶν πατέρων τῆς Ὄπτινα, 3)Προσευχή τοῦ Γέροντος Σωφρονίου
Προσευχές γιά τό τραπέζι (γιά τό γεύμα καί τό δεῖπνο)
Προσευχὲς κατὰ τὴν διάρκεια τῆς ἡμέρας
Εὐχή πρό τοῦ ὑπνῶσαι (Ὁσίου Ἐφραίμ τοῦ Σύρου)
Εὐχή εἰς τόν φύλακαν Ἄγγελον
Προσευχές τῆς Θείας Κοινωνίας (Παιδικό ἐγκόλπιο)
- Προσευχή κατά την χαραυγή
- Eἰς τάς ἀπαρχάς τῆς ἡμέρας. π.Σαράντης Σαράντος
- “Προετοιμασία για την εξομολόγηση”
- Προσευχή-εὐχαριστία μετά τήν Θεία Λειτουργία καί τήν Θεία Κοινωνία.
- Κατάθλιψη, ψυχικές αρρώστειες, λύπη: Προσευχές
- Το τυπικό της προσευχής του Γέροντα Παϊσίου Αγιορείτου
- Προσευχή αἰτήσεως δακρύων
- Προσευχή τῶν συζύγων καί τῆς οἰκογένειας
- Προσευχή ενός ηλικιωμένου
- Ἡ χρήση τῶν ψαλμῶν τοῦ Δαυΐδ ἀπό τόν Ἅγιο Ἀρσένιο τόν Καππαδόκη καί τόν π. Παΐσιο
- Τί είναι και τί περιέχει η ευχή «Κύριε Ιησού Χριστέ Υιέ του Θεού ελέησόν με» ;
- Σύντομη ἑρμηνεία τοῦ «Πάτερ ἡμῶν».
- Ἡ προσευχή τοῦ γέροντα Παϊσίου
Παρακλητική καί ἐξομολογητική προσευχή τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ στόν Ἅγιο Ἰωάννη τόν Πρόδρομο
Ἐπίκλησις βοηθείας παρὰ Θεοῦ
Τυρινῆς:Εὐλόγησε Κύριε τούς ἐχθρούς μου (Ἁγ. Νικολάου Ἀχρίδος).
Προσευχή μέσω ψαλμῶν πρός Θεία βοήθεια
Σχέδιο Ἁπλῆς καὶ Ἐγκαρδίου Προσευχῆς
Πατήρ Ἰωάννης τῆς μονῆς τῶν σπηλαίων Πσκώφ "Προσευχή γιά τή δωρεά τῆς ευχῆς τοῦ Ἰησοῦ
Δώρησέ μου μετάνοια, Κύριε...
Ἁγίου Φιλαρέτου Μητροπολίτου Μόσχας-Προσευχή ἐμπιστοσύνης πρός τόν Κύριο
Προσευχή περί τῶν συγγνωστῶν καί μικρῶν ἁμαρτημάτων. Γέρων Μάρκελλος Καρακαλληνός
Προσευχή στόν Κύριον ἡμῶν Ἰησοῦν Χριστό, κατανυκτική καί ἱκετήριος (Αγίου Συμεών του Θαυμαστορείτου - για τους αισχρούς λογισμούς)
Εὐχή πρίν ἀπό τήν ἀνάγνωση ἱερῶν κειμένων
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου