Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Σάββατο 21 Σεπτεμβρίου 2013

Ἱστορικὸν ἐγκώμιον περὶ τῆς εὑρέσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ

Ὕψωσις Τιμίου Σταυροῦ

Κατ' ἐκεῖνον τὸν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοπος Μακάριος ὁ φερώνυμος ἦν Ἑρμονᾶν διαδεξάμενος.
Ὁ δὲ Μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος πᾶσαν τὴν φροντίδα εἰς τὰ θεῖα μετήνεγκεν.
Ἀνοικοδομῶν τὰς ἐκκλησίας, ἐπεὶ φιλοτίμως πλουτῶν ἦν ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι, καὶ παντοίοις κειμηλίοις.
Καὶ πρῶτον νόμον ἔγραψεν ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς τοῖς τῷ Χριστῷ ἀφιερωμένοις, καὶ τοὺς ἕτι εἰδωλολατροῦν τας, κεφαλικαῖς ἐπιτιμᾶσθαι τιμωρίαις.
∆εύτερον νόμον ἔγραψεν, Χριστιανοὺς μόνους ὀρθοδοξοῦντας στρατεύεσθαι, ἐθνῶν τε καὶ στρατοπέδων τούτους ἄρχειν.
Τρίτον νόμον ἔγραψεν, ἀπράκτους εἶναι τὰς πασχαλίας ἑβδομάδας δύο, μίαν πρὸ, καὶ μίαν μετά.
Καὶ ἦν λοιπὸν εἰρήνη βαθεῖα, καὶ χαρὰ ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρεχόντων τῇ πίστει, καὶ βαπτιζομένων, καὶ ἰδίαις χερσὶ τοὺς πατρῴους θεοὺς συντριβόντων.
Ἀλλὰ ταῦτα οὐκ ἦν φορητὰ τῷ ἀλάστορι δαίμονι, ἀλλὰ πάλιν εἰς ἑαυτὸν ἐδραματούργει, πῶς ἂν ἐκκόψει τὴν τοσαύτην τῶν ἀνθρώπων χαρμονήν.
Καὶ πεῖσαι μὲν τοὺς ἀνθρώπους θεοποιεῖσθαι τὴν κτίσιν οὐκέτι οἷός τε ἦν·
ἐφωράθη γὰρ ἡ ἀπάτη αὐτοῦ.

Τὸν δὲ Κτίστην συντάξαι τοῖς κτίσμασι παραπεῖσαι ἐπειράθη τοὺς ἀστηρίκτους.
Καὶ ἦν πάλιν τάραχος οὐκ ὀλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινὸς Ἀλεξανδρέως ἄνω καὶ κάτω κυκλοῦντος, καὶ τὴν οἰκουμένην ταράττοντος.
Συναπήχθησαν δὲ αὐτῷ ἐπίσκοποί τινες ὀλίγοι τὸν ἀριθμὸν, ὧν πρῶτος Εὐσέβιος ὁ Νικομηδείας, καὶ Εὐσέβιος ὁ Παμφίλου, καὶ ἕτεροι σὺν αὐτοῖς.
Θεωρῶν δὲ τὴν μεγάλην φιλονεικίαν ὁ Μέγας Κωνσταντῖνος, ἠνιᾶτο τὴν ψυχήν·
καὶ πρῶτον μὲν ἐπειρᾶτο διὰ παραινετικῶν γραμμάτων τῶν ἑκατέρων μερῶν κατασβέσαι τὴν ἔριν.

Ὡς δὲ ἴδεν ἀνήκεστον γινόμενον τὸ κακὸν, προσέταξε γενέσθαι οἰκουμενικὴν σύνοδον ἐν τῇ Νικαέων πόλει, καὶ συνῆλθον ἐπίσκοποι τὸν ἀριθμὸν τριακόσιοι δέκα καὶ ὀκτώ.
Ὧν οἱ πλεῖστοι ἦσαν ὁμολογηταὶ, τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι βαστάζοντες.
Ἦν δὲ σὺν αὐτοῖς καὶ ὁ πανεύφημος Κωνσταντῖνος, καὶ δὴ τῆς ὑποθέσεως κινηθείσης, ἔκθεσιν πίστεως ἔγγραφον ἐξήνεγκαν, τὴν κατὰ πᾶσαν Ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην.
Τοὺς δὲ περὶ Ἄρειον καὶ Εὐσέβιον τὸν Νικομηδέα ἐπιμένοντας τῇ κακοδοξίᾳ ἀνεκήρυξαν, καὶ ἐξωρίσθησαν, καὶ ἐχειροτονήθησαν ἕτεροι ἀντ' αὐτῶν.
Φιλοτιμησάμενος δὲ ὁ βασιλεὺς τοὺς ἐπισκόπους, καὶ ἀσπασάμενος ἀπέλυσε μετ' εἰρήνης εἰς τὰς ἰδίας παροικίας, χαίρων ἐπὶ τῇ συμφωνίᾳ τῶν Ἐκκλησιῶν.
Παρεκελεύσατο δὲ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι τὸν ζωοποιὸν σταυρόν, καὶ τὸ θεοδόχον μνῆμα, καὶ πάντας τοὺς ἁγίους τόπους, καὶ τοὺς ἄλλους δὲ ἐπισκόπους ὁμοίως προετρέψατο, αἰτήσασθαι, εἴ τι συνορᾷ εἰς ἀπαρτισμὸν ἔκαστος τῆς ἰδίας Ἐκκλησίας.
Ἦν δὲ ἐννεακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγένετο κατὰ Νίκαιαν σύνοδος.

Μετὰ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ μητέρα Ἑλένην, τὴν ἀξιέπαινον καὶ θεοφιλῆ, εἰς Ἱεροσόλυμα, μετὰ γραμμάτων καὶ χρημάτων ἀφθονίας, πρὸς τὸν φερώνυμον Μακάριον τῆς Αἰλίας ἐπίσκοπον ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου σταυροῦ καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων·
αὐτῆς τοῦτο αἰτησάσης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινὰ θείαν ἑωρακέναι κελεύουσαν αὐτῇ τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας ἐπὶ τοσούτους χρόνους.
Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς δεούσης τιμῆς ἀπήντησεν αὐτῇ.
Εὐθέως δὲ παρεκέλευσε τοὺς ἐπισκόπους τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσασθαι.
Ἀπορούντων δὲ πάντων ἐπὶ τοῦ τόπου, καὶ ἄλλου ἄλλο ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καὶ σπουδαιοτέραν εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσφέρειν.
Τούτου δὲ γενομένου, εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τοῦ ἀκαθάρτου δαίμονος ὁ ναὸς καὶ τὸ ἄγαλμα.

Τότε ἡ βασίλισσα, τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολὺ τεχνιτῶν καὶ ἐργατῶν, ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸ μυσαρὸν οἰκοδόμημα, καὶ τὸν χοῦν πόῤῥω που ἀποῤῥιφῆναι.
Τούτου δὲ γενομένου, ἀνεφάνη τὸ θεῖον μνῆμα, καὶ ὁ τόπος τοῦ Κρανίου, καὶ οὐ μήκοθεν τρεῖς σταυροὶ κεχωρισμένοι·
ἐπιμελῶς δὲ ἐρευνήσαντες εὗρον καὶ τοὺς ἥλους.
Ἐκεῖθεν λοιπὸν ἀμηχανία καὶ θλίψις κατέλαβε τὴν βασίλισσαν, ἐπιζητοῦσαν, ποῖος ἄρα εἴη ὁ ∆εσποτικὸς σταυρός.
Ὁ δὲ ἐπίσκοπος διὰ πίστεως τὴν διάκρισιν ἔλυσεν.
Γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐμφανῶν, καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα πνεούσῃ, προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν, τὸν ζητούμενον ηὗρεν·
μόνον γὰρ ἤγγισεν ἡ σκιὰ τοῦ σωτηρίου σταυροῦ τῇ ἀσθενούσῃ, εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησεν καὶ μεγάλῃ τῇ φωνῇ βοῶσα, καὶ δοξάζουσα τὸν Θεόν.
Ἡ δὲ βασίλισσα Ἑλένη τῇ φωνῇ βοῶσα καὶ δοξάζουσα τὸν Θεὸν, μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀνελομένη τὸν ζωοποιὸν σταυρὸν, μέρος μέν τι σὺν τοῖς ἥλοις ἀνεκόμισε πρὸς τὸν παῖδα.
Τῷ δὲ λοιπῷ γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως, εἰς μνημόσυνον πάσαις γενεαῖς, καὶ θεσπίσασα ἐκκλησίαν γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καὶ τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε, καὶ ἐν ὄρει τῶν Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τοὺς μαθητὰς ἀνελήφθη.
Καὶ ἄλλα πολλὰ ποιήσασα ἐν Ἱεροσολύμοις, ἀνέστρεψε πρὸς τὸν παῖδα.
Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος, τὴν μὲν τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμενος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυσίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ τιμίου σταυροῦ προστάξας.
Τῶν δὲ ἤλων τοὺς μὲν εἰς τὴν ἰδίαν περι κεφαλαίαν ἐχάλκευσεν, τοὺς δὲ ἀνέμιξε τῷ συμβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἴνα πληρωθῇ τὸ ῥηθὲν τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος·
«Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου, ἅγιον Κυρίῳ παντοκράτορι.»
Ὁ δὲ βασιλεὺς ἔγραψε ἐπισκόπῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομὴν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοιαύτην καλλονὴν ἐν πάσῃ τῇ γῇ.
Ἔγραψε δὲ καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας παντοίως συνελθεῖν τῷ ἔργῳ ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι καὶ ὕλαις.
Ἦν δὲ ὁ βασιλεὺς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τὴν ἑορτὴν, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ.
Συνάγονται δὲ τὰ ἔτη ἀπὸ μὲν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ, τριακόσια πεντήκοντα δύο ἔτη.
Ἀπὸ δὲ Ἀδὰμ ἕως παρουσίας Χριστοῦ, ἔτη πεντακισχίλια πεντακόσια.
Καθ' ἑτέρους δὲ πεντακισχίλια τετρακόσια ἐβδομήκοντα πέντε.
Ἐν δὲ Αἰλίᾳ τὸν φερώνυμον Μακάριον διεδέξατο Μαξιμωνᾶς.
Οὗτος δὲ πρᾶος ἀνὴρ καὶ ἐπίσημος λίαν.
Ἐν γὰρ τῷ διωγμῷ πολλὰς βασάνους ὑπέμεινε διὰ τὸν Θεὸν, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἀπολέσας ἀπελύθη ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως.

Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἡ μακαρία Ἑλένη ἡ βασίλισσα τέλος τοῦ βίου ἐχρήσατο, ἐτῶν οὖσα ὀγδοήκοντα, πολλὰ ἐντειλαμένη τῷ παιδὶ περὶ τῆς εἰς Χριστὸν εὐσεβείας.
Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω.
Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων παραξένων παρεισάγων τῇ ὑποθέσει.
Οὐδὲ γὰρ ἐπίσκοπος ἕτερος Ἱεροσολύμων γέγονε πώποτε παρὰ τοὺς προγεγραμμένους, οὐδὲ βασιλεὺς ἕτερος Ῥωμαίων, οὐδὲ μὴν ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυρὸς εὑρέθη.
Ἀπὸ γὰρ Αὐγούστου τοῦ βασιλέως, ἐφ' οὗ ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ κατὰ σάρκα, ἔως τοῦ εὐσεβοῦς βασιλέως Κωνστατίνου, τριάκοντα καὶ πέντε γεγόνασι βασιλεῖς.
Ὁμοίως δὲ καὶ ἀπὸ Ἰακώβου τοῦ ἀποστόλου καὶ πρώτου τῶν ἐπισκόπων ἕως τῆς αὐτῆς βασιλείας, τριάκοντα καὶ πέντε Ἱεροσολύμων ἐπίσκοποι γεγόνασι.

Τὴν δὲ σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων τῶν ἁγίων τόπων, καὶ τῆς ὑψώσεως τοῦ προσκυνητοῦ σταυροῦ, ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προστάγματος γίνεσθαι ἀνὰ ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, ἤτις ἐστὶν ἡ πρὸ δεκαοκτὼ Καλανδῶν.
Ὀκτωβρίων, εἰς δόξαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
Ἐπειδὴ δὲ χάριτι τοῦ Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν, ἥτις ἐστὶν ἡ ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθὼς οἷόν τέ ἐστι μικρὰ χαιρετήσαντες τοῦτον καταπαύσωμεν τὸν λόγον.
Χαίροις τοίνυν, σταυρὲ τίμιε, χαίροις, ὅτι ἐν σοὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑψώθη οἰκονομικῶς, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς χαρᾶς καὶ τῆς χάριτος.
Χαῖρε, σταυρὲ τίμιε·
διὰ σοῦ γὰρ ἀένναος χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύεται.
Χαῖρε, σταυρὲ τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ ∆ημιουργὸς ἐν πάσῃ κτίσει τὴν εἰκόνα σου ἐζωγράφησεν.
Χαῖρε, σταυρὲ ἔνδοξε, ὅτι πᾶσαι αἱ κατ' οὐρανὸν δυνάμεις ἴσως τῇ διὰ σοῦ σωτηρίᾳ φρικωδεστάτους ὕμνους ἀναπέμπουσι τῷ ∆εσπότῃ.
Χαῖρε, σταυρὲ ἔνδοξε·
διὰ σοῦ γὰρ καὶ ἐν πόλεσι, καὶ ἐν νήσοις, καὶ ἐν παντὶ ἔθνει Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται.
Χαῖρε, σταυρὲ ἔνδοξε·
διὰ σοῦ γὰρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἠνέῳκται.
Χαῖρε, σταυρὲ μακάριε·
διὰ σοῦ γὰρ ἄγγελοι οὐράνιοι σὺν ἀνθρώποις ἐπὶ γῆς Χριστὸν ὑμνοῦσι.
Χαῖρε, σταυρὲ μακάριε·
διὰ σοῦ γὰρ ἐν οὐρανοῖς ἐπίγειοι ἄνθρωποι ὁμοίως παρίστανται τῷ Θεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς τὸν Ποιητὴν δοξάζοντες.
Χαῖρε, σταυρὲ μακάριε·
διὰ τοῦ γὰρ ὁ Ἀδὰμ τῆς κατάρας ἐλευθερωθεὶς, σκιρτῶν καὶ ἀγαλλιώμε νος εἰς τὸν παράδεισον εἰσελήλυθεν ἀπολαβὼν τὸ ἀρχαῖον ἀξίωμα.
Χαῖρε, σταυρὲ ἅγιε·
διὰ σοῦ γὰρ πᾶσα διαβολικὴ δύναμις καταβέβληται, καὶ πᾶσα δαιμονικὴ ἐνέργεια κατελύθη.
Χαῖρε, σταυρὲ ἅγιε·
διὰ σοῦ γὰρ ἡ τρισαγία καὶ ὁμοούσιος Τριὰς παντὶ τόπῳ γνωρίζεται καὶ πιστεύεται καὶ δοξολογεῖται.
Χαῖρε, σταυρὲ ἅγιε·
διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται.
Καὶ τί εἴπωμεν καὶ τί παραλείψωμεν;
πῶς ἀνυμνήσωμεν τὴν δύναμιν τοῦ ∆εσποτικοῦ σταυροῦ;
Ὦ ὄνομα σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν μυστηρίων τοῦ Θεοῦ ἐγκέκρυπται, ἀγγέλοις αἰδέσιμον, καὶ ἀνθρώποις σεβάσμιον!
Τί γὰρ ἐρασμιώτερον ὀνόματος σταυροῦ, ἢ ἡδύτερον Χριστιανοῖς;
Τί δὲ τούτου ἐνεργέστερον εἰς θαυματουργίαν;
Σταυρὸς, θείας δυναστείας ἐνεργέστατον σημεῖον.
Σταυρὸς, ἀγγέλων χαρὰ καὶ δαιμόνων πένθος.
Σταυρὸς, Ἐκκλησίας θεμέλιος.
Σταυρὸς, τοῦ παντὸς κόσμου φωστὴρ ἀειφανὴς καὶ παντοφανής.
Σταυρὸς, τεῖχος ἀκράδαντον καὶ ἀῤῥαγὲς καὶ ἀκαταπολέμητον πάσης τῆς οἰκουμένης.
Σταυρὸς, ἱερέων δόξα ἱεροπρεπὴς καὶ ἀνεπηρέαστος.
Σταυρὸς, βασιλέων κράτος καὶ δυναστεία, καὶ νικητικὸν ὅπλον κατὰ τῶν πολεμίων.
Σταυρὸς, στρατοπέδων παντευχία παναλκεστάτη, καὶ ἀκατάπληκτος τοῖς ἐναντίοις.
Σταυρὸς, πόλεων φυλακτήριον ἀνεπιβούλευτον καὶ ἀσκύλευτον.
Σταυρὸς, λαῶν εὐφροσύνη διηνεκὴς καὶ ἀκατάληκτος.
Σταυρὸς, διαβόλων πανολεθρία διηνεκὴς καὶ ἀκατάπαυστος.
Σταυρὸς, δαιμόνων κατάπτωμα αἰώνιόν τε καὶ ἐξαίσιον.
Σταυρὸς, Χριστιανῶν ἐλπὶς βεβαία τε καὶ ἀνεπαίσχυντος καὶ ἀμείωτος.
Σταυρὸς, ἀσθενούντων ἴασις εὐπρεπεστάτη ψυχῶν τε καὶ σωμάτων.
Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια.
Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος.
Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστασίαστος.
Σταυρὸς, ὀρθοδόξων καύχημα καυχημάτων, καὶ αἱρετικῶν κατάκριμα ἀκατάπαυστον.
Σταυρὸς, εἰδωλολατρείας κατάλυσις καὶ εὐσεβείας ἀνόρθωσις.
Σταυρὸς, παρθενίας διδάσκαλος καὶ σωφροσύνης φύλαξ.
Σταυρὸς, δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια.
Σταυρὸς, μοναζόντων ἐγκαλλώπισμα καὶ σεμνῶς βιούντων εὐκοσμία.
Σταυρὸς, νηπίων φύλαξ, καὶ νέων σωφρονισμὸς, καὶ γερόντων στηριγμοῦ βακτηρία.
Σταυρὸς, πτωχῶν ἀδαπάνητος θησαυρὸς, καὶ πλουσίων αὐταρκείας διδάσκαλος.
Σταυρὸς, πεπλανημένων ὁδὸς, καὶ ἀπολλυμένων ἀπλανὴς ὁδηγός.
Σταυρὸς, ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς, καὶ βοήθεια ἐν φόβοις νυκτερινοῖς.
Σταυρὸς, ἐθνῶν εὐταξία, καὶ παντὸς τοῦ κόσμου βαθυτάτη γαλήνη.
Καὶ τί εἴπωμεν, ἢ τί παραλείψωμεν, ἢ πῶς σε ἀνυμνήσωμεν, πανένδοξε σταυρέ; ὅτι σὲ μόνον ἀπὸ πάσης τῆς κτίσεως ὁ Βασιλεὺς τῆς δόξης ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου.
∆ιὸ μακάριοί ἐσμεν πάντες οἱ καταξιωθέντες τὴν ἁγίαν ἰδεῖν ἡμέραν τῆς σῆς ἀναδείξεως.
Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα·
περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεόν·
«Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.»
Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων.
Ἀδιαλείπτως γὰρ βοῶσιν ἐν Ἐκκλησίᾳ ἁγίᾳ δι' ἑνὸς αὐτῶν ἱεροκήρυκος·
«Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
«Σὺ εἶ καὶ τῶν μαρτύρων στέφανος·
ἐπειδὴ καὶ αὐτοὶ τὸν σταυρὸν ἄραντες ἠκολούθησαν τῷ Κυρίῳ.
Σὺ εἶ τὸ καύχημα καὶ τὸ ἀγαλλίαμα τῶν ἐν ὅρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικούντων διὰ τὸ ὄνομα τοῦ Κυρίου·
ὅτι καὶ αὐτοὶ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
Σὺ τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις.
Ὢ τῆς ἀνεκλαλήτου χάριτος τοῦ ∆εσποτικοῦ σταυροῦ! Ὢ τῶν ἐν αὐτῷ ἀνεκλαλήτων καὶ ἀκαταλήπτων μυστηρίων!Καὶ ἵν' εἴπω κἀγὼ ἐκστατικόν τι μετὰ τῆς ἱερᾶς σάλπιγγος·
«Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ!»
Παρὰ γὰρ τῷ ξύλῳ τῆς ζωῆς νεκρωθέντες, παρὰ τῷ ξύλῳ τῆς κατακρίσεως ἐζωοποιήθημεν.
∆ιὰ τὴν ἄμετρον χάριν τοῦ σεσωκότος ∆εσπότου δέον ἡμᾶς τὴν πανέορτον ταύτην συστήσασθαι «ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.»
Πυκάζοντα δέ εἰσιν, ὥς φασιν οἱ περὶ ταῦτα δεινοὶ, τὰ ἐξ ἀμελείας ἢ παλαιότητος ῥυπωθέντα, εἶτα ἐξ ἐπιμελείας καὶ σπουδῆς πάλιν ἐπὶ τὸ τιμαλφέστερον μετακοσμούμενα εἰς εὐφροσύνην καὶ τέρψιν τῶν εὐωχηθησομένων ἐν γάμοις ἐν ἑτέρᾳ τινὶ φαιδρᾷ θυμηδίᾳ.
∆ιατεθῶμεν τοίνυν ὡς προτετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῶν ἐκ ῥᾳθυμίας τῷ συνειδότι ἀπεκδυσάμενοι ἀειδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέσωμεν, ἐλεημοσύναις τε καὶ πίστει, καθώς φησιν ἡ θεία Γραφὴ, παῤῥησίαν ἐν εὐλαβείᾳ κεκοσμημένην ἀναλαβόντες, καὶ ἄραντες ἐπὶ τῶν ὤμων τὸ νικητικὸν ὅπλον τοῦ ζωοποιοῦ σταυροῦ, τὸν δωρηθέντα ἡμῖν οὐρανόθεν εἰς παῦσιν πάσης ὀργῆς ἀγγελικὸν ὕμνον συνήθως πρὸς τὸν Θεὸν βοήσωμεν·
«Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς·» ἁγία Τριὰς, ἀκατάληπτε, ἀπεριόριστε, ἀνεκφοίτητε, ὁμοούσιε, καὶ ὁμόθρονε, καὶ ὁμόχρονε, καὶ ὁμόδοξε, ἐλέησον ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἁγίου, καὶ δὸς ἡμῖν εὑρεῖν ἔλεος καὶ οἰκτιρμοὺς ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.
Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ Πνεύματι δόξα, μεγαλοσύνη, κράτος καὶ ἐξουσία πρὸ παντὸς αἰῶνος, καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 http://www.orthodoxfathers.com/logos/Istorikon-egkomion-peri-tis-eureseos-tou-Timiou-Zoopoiou-Staurou

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible