Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δὲ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί ἀποστρέφων, τήν δέ ψυχήν εἰς ἑαυτόν προσκαλούμενος· Αὐτός ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου Κύριε, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων· καί εἴτι ἐπλημμέλησεν εἰς Σέ, ἐν πράξει ἤ λόγῳ ἤ κατά διάνοιαν, Αὐτός ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ τε καί ἡμῶν τά ἀνομήματα· ἡμῶν δέ τά τέλη τῆς ζωῆς ἀνώδυνα καί ἀκαταίσχυντα καταξίωσον, ὅτε θέλεις καί ὅτε βούλῃ, μόνον ἄνευ αἰσχύνης καί παραπτωμάτων.
Σύ γάρ εἶ ἡ ἀνάστασις τοῦ Σοῦ δούλου καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12. Εὐχή εἰς κεκοιμημένους
Δέσποτα Κύριε ὁ Θεός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας αὐτόν καί θέμενος ἐν αὐτῷ πνοήν ζωῆς, καί εἰσαγαγών εἰς τόν κόσμον τοῦτον πολιτεύεσθαι ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἁμαρτήσαντα δέ αὐτόν, θανάτου ἐπαγαγών καί διαλύσας, καί τόν μέν ἐκ γῆς εἰς γῆν ἀναλύων, τήν δέ ψυχήν πρός ἑαυτόν προσκαλούμενος· Αὐτός Δέσποτα φιλάνθρωπε πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου (τοῦδε), καί προσαγόμενον πρός τόν ἅγιον θρόνον Σου, πάσης τιμῆς καί ἀνέσεως ἀξίωσον, φυλάσσων εἰς ἀνάστασιν, καί εἴτι ὡς ἄνθρωπος σαρκί ζῶν, λόγῳ ἤ ἔργῳ ἤ ἐν διανοίᾳ ἥμαρτεν, Αὐτός ὡς ἀγαθός καί ἐλεήμων Θεός, ἄνες, ἄφες, συγχώρησον, παριδών αὐτοῦ καί ἡμῶν τά παραπτώματα.
Σύ γάρ εἶ ὁ Θεός οἰκτιρμῶν καί σοί πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13. Εὐχή εἰς κεκοιμημένους
Ὁ Θεὸς τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ποιητής, ὁ κατά τήν ἀπόρρητόν Σου βουλήν ἑνώσας ψυχήν καί σῶμα, καί πάλιν κατά τό θέλημα τῆς Σῆς ἀγαθότητος διαλύων τό πλάσμα Σου, ὅ ἐποίησας, καί τόν μέν χοῦν, τῷ χοΐ ἀναλύων, τό δέ πνεῦμα πρός Αὐτόν προσκαλούμενος, καί κατατάσσων μοναῖς μέχρι τῆς ἀναστάσεως καί ἀποκαλύψεως τοῦ μονογενοῦς Σου Υἱοῦ· Αὐτός, Δέσποτα, ἀντιλαβοῦ τῆς ψυχῆς τοῦ δούλου Σου καί ἀναγαγών αὐτήν ἐκ τοῦ κοσμικοῦ σκότους καί τῆς ἐξουσίας τῶν ἀντικειμένων δυνάμεων ρυσάμενος· κατάταξον ἐν χώρῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· συγχώρησαι αὐτῷ τά ἁμαρτήματα, συγγνώμην παρασχών τοῖς ἀνθρωπίνοις πλημμελήμασιν, ἐν δέ τῇ χάριτί Σου διαφυλάξας· μνήσθητι καί τῶν συνεληλυθότων τιμῆσαι τό ὁμοιοπαθές, καί λογῆσαι αὐτοῖς τόν κόπον καί τήν σπουδήν εἰς ἔργον δικαιοσύνης καί τῶν πενθούντων καί ἀδημονούντων μνήσθητι Κύριε, καί παρεκάλεσον αὐτῶν τήν καρδίαν, καί παραμυθησάμενος, ἐλέησον αὐτούς καί ἡμᾶς καί σῶσον ἐν τῇ ἐνδόξῳ Σου βασιλείᾳ.
Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί κράτος καί μεγαλοπρέπεια, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14. Εὐχή εἰς κεκοιμημένους
Ὁ Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ Κύριος τῶν κυριευόντων, ὁ Θεός τῆς παρακλήσεως, ὁ τόν θάνατον καταργήσας, ὁ τόν διάβολον καταπατήσας καί ζωήν χαρισάμενος τῷ γένει τῶν ἀνθρώπων, ὁ Θεός τῶν πνευμάτων ἡμῶν, ὁ Θεός τῶν ἁγίων, ἡ ἀνάπαυσις τῶν θλιβομένων, ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ ἀναψύξεως, ὅθεν ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· καί παράσχου αὐτῷ εἰς κόλπους Ἀβραάμ καί πάντων τῶν Ἁγίων καταζῆναι· καί τοῖς πενθοῦσιν χάρισαι παραμύθιον, τῶν θλιβομένων ὁ Σωτήρ, τῶν ὀλιγοψύχων ἡ παραμυθία· φύλαξον δέ ἡμᾶς, ἐν τῷ αἰῶνι τούτῳ καί ἐν τῷ μέλλοντι.
Οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
15. Εὐχή ἑτέρα εἰς κεκοιμημένους
Θεέ Παντοκράτορ, Παντέφορε, Πανδερκέστατε· οὗ ἐν χειρί πᾶσα ἐξουσία, καί πᾶσα πνοή· ἀνάπαυσον τόν δοῦλόν Σου (δεῖνα), ἐν τόπῳ φωτεινῷ, ἔνθα ἐπισκοπεῖ τό φῶς τοῦ προσώπου Σου· καί ἐν τῇ κοινῇ ἀναστάσει ἐν νεφέλαις ἀέρων καταξίωσον ἀπαντῆσαί Σοι μετά πάντων τῶν Ἁγίων Σου· ᾄδοντα χαρμόσυνα καί μεγαλύνοντα τήν Σήν ἄφατον ἀγαθότητα.
Ὅτι πρέπει Σοί πᾶσα δόξα, τιμή καί προσκύνησις, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
16. Εὐχή ἄλλη εἰς κεκοιμημένους
Ὁ Θεός ὁ δυνατός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας τόν ἄνθρωπον, ὁ ἐκ διαφόρων καί ἐναντίων οὐσιῶν ἕν ζῶον λογικόν ὑποδείξας· ὁ συνάψας καί ἑνώσας τόν νοῦν τῷ χοΐ, τήν ἀόρατον ψυχήν τῇ ὁρωμένῃ σαρκί, διαστήσας δέ αὐτήν καί διακρίνας καί μετά τήν παράβασιν τῇ ἀνυπερβλήτῳ Σου περί ἡμᾶς ἀγάπῃ, ἵνα μή ἀθάνατον Δέσποτα, προσέταξας τόν χοῦν τοῦτον ἐπιστρέψαι εἰς τήν γῆν, καί τήν νοεράν ψυχήν ἀναλῦσαι πρός Σέ· μνήσθητι τοῦ δούλου Σου (τοῦδε)· καί εἴτι ἐν λόγῳ ἤ ἔργῳ ἥμαρτεν, εἴτε ἄκων ἤ ἑκών παρέβη, συγχώρησον αὐτοῦ, καί μέ ἐκζητήσῃς καί μηδέ εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου. Τίς γάρ ἐστίν, ὅς ζήσεται καί οὐχ ἁμαρτήσει; Ἵλεως γενοῦ, ὡς ἀγαθός, καί ἀνάπαυσον τό πνεῦμα αὐτοῦ εἰς κόλπους Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, ὅθεν ἀπέδρα πᾶσα ὀδύνη καί λύπη καί στεναγμός, θησαυρίζων καί αὐτῷ τήν ἀγαθήν ἐλπίδα τῆς μετά τῶν Ἁγίων ἀναστάσεως. Παρακάλεσον δέ καί παραμύθησαι ὡς φιλάνθρωπος τούς πενθοῦντας, καί τό βαρύ τῆς ἀθυμίας φορτίον ἀπό τῆς διανοίας αὐτῶν ἀνακούφισον, ἵνα εὐχαριστοῦντες δοξάσωσιν τόν μόνον ζῶντα καί αἰώνιον Θεόν.
Ὅτι Αὐτός εἶ ἡ ζωή καί ἡ ἀνάπαυσις τῶν κεκοιμημένων καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
17. Εὐχή ἄλλη εἰς κεκοιμημένους
Ὁ Θεός ἡμῶν, ὁ Θεός τοῦ σώζειν, ὁ δημιουργός ζώντων καί νεκρῶν· ὁ ἐκ μή ὄντων εἰς τό εἶναι παραγαγών, ὁ ἐκ γῆς πλάσας τόν ἄνθρωπον καί εἰς γῆν ἁμαρτίας ἕνεκα ἐπιστρέψας· διά δέ τήν Σήν φιλανθρωπίαν ἀνακαλούμενος εἰς ζωήν, ἀνάπαυσον τήν ψυχήν τοῦ δούλου Σου (δεῖνα), Δέσποτα, ἐν ἐλέει καί οἰκτιρμοῖς, ἐν χώρᾳ φωτός, ἐν τόπῳ ἀναπαύσεως, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, μετά πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων.
Ὅτι Σύ εἶ ἡ ἀνάστασις τῶν κεκοιμημένων, καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18. Εὐχή ἄλλη εἰς κεκοιμημένους
Ὁ Θεός ὁ διδούς πάσῃ σαρκί, καί πάλιν ἀναλαμβάνων τάς ψυχάς τάς ἐπιστρεφούσας ἐπί Σέ, καί κατοικίζων ἐν μοναῖς, αἷς ἡτοίμασας· πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου, κατατάσσων ἐν ἀνέσει, καί κατασκηνῶν εἰς τόπον χλόης καί ἀναπαύσεως, διδούς ἁμαρτημάτων συγχώρησιν πάσης τῆς ἐν τῷ βίῳ κακίας συγγνώμην, ὅτι φιλάνθρωπος εἶ καί ἀγαθός, εἰδώς συγχωρεῖν πλημμελήματα, καί ὑπερβαίνων τά ἁμαρτήματα· τήν ψυχήν αὐτοῦ ἐκεῖ ἀνάπαυσον, ἡμᾶς δέ ἐνταῦθα εἰρήνευσον καί διαφύλαξον, καί τοῖς συνελθοῦσιν λόγησαι τόν κάματον εἰς δικαιοσύνην.
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19. Εὐχή ἄλλη εἰς κεκοιμημένους
Ὁ ὤν καί προών καί διαμένων εἰς τούς αἰῶνας Κύριε, ὁ ὑπό πάσης κτίσεως νοητῆς δοξαζόμενος, ὁ εὐδοκήσας παρά τῆς ἀνθρωπίνης εὐτελείας εὐχάς καί θυμιάματα προσφέρεσθαί σου τῷ παναγίῳ ὀνόματι· μνήσθητι ὁ Θεός ἡμῶν, καί λύτρωσαι αὐτόν τῆς δυσώσους ἁμαρτίας, εὐωδίᾳ τῆς σῆς ἀγαθότητος, καί ἐλέους καί φιλανθρωπίας ἐν ἡμέρᾳ κρίσεως καταξιώσας.
Σόν γάρ ἐστί τό κράτος, καί ἡ Βασιλεία ἡ ἀτελεύτητος, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
20. Εὐχή ἄλλη ἐπί τελευτήσαντος
Ὁ Θεός ὁ διδούς πάσῃ σαρκί καί πάλιν ἀναλαμβάνων ἀπό κόσμου τάς ψυχάς τάς ἐπιστρεφούσας ἐπί Σέ καί κατοικίζων ἐν μοναῖς αἷς ἡτοίμασας· πρόσδεξαι τό πνεῦμα τοῦ δούλου Σου, κατατάσσων ἐν ἀνέσει, καί κατασκηνῶν εἰς τόπον χλόης καί ἀναπαύσεως, διδούς ἁμαρτημάτων συγχώρησιν, πλημμελημάτων ἄφεσιν, πάσης τῆς ἐν τῷ βίῳ κακίας συγγνώμην, ὅτι φιλάνθρωπος εἶ καί ἀγαθός, εἰδώς συγχωρεῖν πλημμελήματα, καί ὑπερβαίνοντα ἁμαρτήματα τήν ψυχήν αὐτοῦ ἐκεῖ ἀνάπαυσον, ἡμᾶς δέ ἐνταῦθα εἰρήνευσον καί διαφύλαξον, καί τοῖς συνελθοῦσιν τόν κάματον εἰς δικαιοσύνην δώρησαι.
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σύ τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀρχιμ. Παῦλος Κ. Ντανᾶς, Εὐχὲς ὑπέρ ἀναπαύσεως κεκοιμημένων
Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένωνἘκδόσεις «Ἄθως Ἀθήνα 2005
http://talantoblog.blogspot.gr/2015/02/blog-post_56.html
http://proskynitis.blogspot.gr/2015/02/blog-post_90.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου