Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Παρασκευή 9 Φεβρουαρίου 2018

Προσευχή -ἀκολουθία γιά τήν Μακεδονία μας. Π.Διονύσιος Ταμπάκης




Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Απολυτίκιον Αγίου  Ῥωμανού(*)  Ἐπισκόπου Μακεδονίας.

Ἦχος δ’

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Ρωμανέ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Ψαλμος 19
ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.  ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.  μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.  δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.  ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.  νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.  οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.  αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.  Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.


Ψαλμός 20
ΚΥΡΙΕ, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.  τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.  ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.  ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.  μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·  ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.  ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.  εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.  θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.  τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,  ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.  ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.  ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

-ΕΥΧΗ-

ΚΥΡΙΕ , ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ τῇ σοφίᾳ διοικῶν τὰ πάντα, ὁ δεσμεύων καὶ πάλιν ἐξάγων, ὁ ταπεινῶν καὶ αὖθις ἀνυψῶν, ὁ τοῖς μὲν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν, οὗ τὸ κράτει συνέχεται πᾶσα κτίσις, ὅση τε νοητή, καὶ αἰσθητή. Οὗ τὰ κρίματα ἄβυσσος πολλή, καὶ αἱ ὁδοὶ ἀνεξιχνίαστοι, οὗ τὸ πνεύματι πάντα ἄγεται. Οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ζώντων, ᾧ ὑπείκει τὰ ἄστρα, ᾧ πάντα ὑποτέτακται, ω πᾶσα δουλεύει κτίσις, Ὃν αἱ νοεραὶ πᾶσαι δυνάμεις τρέμουσι καὶ ἀλήκτοις δοξολογίαις γεραίρουσι. Ὃν τὰ σύμπαντα φωναῖς ἀλαλήτοις ὑμνεῖ.

Σὺ τοίνυν νοητὲ δικαιοσύνης ἥλιε, Θεὲ ἀληθινέ, Ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, εὐμενεῖ καὶ ἱλεῳ ὄμματι ἔπιδε ἐπὶ τὸν λαόν Σου τὸν ἡμαρτηκότα καὶ ἀπεγνωσμένον καὶ κατάπεμψον ἐπ’ αὐτοὺς τὰ ἐλέη Σου τα πλούσια. Φεῖσαι τῆς κληρονομίας Σου, φεῖσαι τοῦ λαοῦ Σου, φεῖσαι τοῦ ἀμπελώνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου. Τὴν ἔμφυτον ἀγαθότητα καὶ τὴν Σὴν ὑπὲρ ἡμῶν ἔχων ἱκετεύουσαν. Μνήσθητι τοῦ αἵματος τῶν δούλων Σου τοῦ ἐκκεχυμένου, μνήσθητι τῶν ἁγίων Σου θυσιαστηρίων, ἃ βεβήλοις ποσὶν ἐπατήθησαν, καίγε πυρὶ παρεδόθησαν.

Μνήσθητι τῆς ἐλεεινῆς ἡλικίας, τῆς αἰχμαλωσίαν ἀσεβέσι παραδοθείσης, καὶ τὴν μὲν πατρῶαν εὐσέβειαν ἀνοήτῳ γνώμῃ ἐξομωσαμένης, τῷ διαβόλῳ ἐπιγραψαμένης, καὶ στῆσον ἤδη ῥάβδον ἁμαρτωλῶν κατὰ κλήρου δικαίων ἀφιεμένην.

Μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ διὰ ἄφατον ἔλεον τὸν ὑπερεκχυνόμενον ἐκ τῆς Σῆς ἀγαθότητος. Καὶ δὸς δὴ τῷ φιλοχρίστῳ γένει ἡμῶν ἄνεσιν τῶν κατεχόντων Ἐνίσχυσον ημών τὸν βραχίονα καὶ τοὺς ἐπανισταμένους ημίν ὑπόταξον καὶ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτῶν ἐχθρῶν ἀνώτερους  ημάς διατήρησον. Ἄγγελον ημίν ἐξ ἁγίου κατοικητηρίου Σου κατάπεμψον φύλακα, σαφῶς προπολεμοῦντα τοῦ Σοῦ Ελληνορθοδόξου γένους  ἀστασίαστον, ὡς ἄν τὸ Σὸν ἅγιον ἔθνος ἐν τῇ γαλήνῃ αυτου ἥρεμον καὶ ἡσύχιον βίον διάγῃ, καὶ πᾶσαν ἄλλην ἐπεγειρομένην κατ’ αὐτοῦ ταραχήν, καὶ ἐπιβουλὴν τῇ ἀμάχῳ δεξιᾷ διασκέδασον, καὶ ἀνεπιβούλευτον καὶ μακρὰν ημίν τὴν ζωὴν χάρισαι. Πρεσβείαις τῆς πανυπερενδόξου ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἀΰλων λειτουργῶν καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων. Ἀμήν.



_________________________
(*)ρώμη < αρχαία ελληνική ῥώμη (< ρώομαι - ορμώ) :δύναμη, ευρωστία,  ψυχική δύναμη, θάρρος.
Επίσης  Ρωμανοί  ονομάζονταν πολλοί αυτοκράτορες του Ελληνορθοδόξου Βυζαντίου.



Επιμέλεια π.Διονύσιος Ταμπάκης

http://apantaortodoxias.blogspot.gr/2018/02/blog-post_63.html

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible