Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Παρασκευή 5 Ιουλίου 2024

ΜΗΝΟΛΟΓΙΟ ΙΟΥΛΙΟΥ


ΜΗΝ ΙΟΥΛΙΟΣ

Ἔ­χων ἡ­μέ­ρας 31.

Ἡ ἡ­μέρα ἔ­χει ὥ­ρας 14 κ΄ ἡ νὺξ ὥ­ρας 10.




1. Τῶν Ἁ­γίων καὶ Θαυ­μα­τουρ­γῶν Ἀ­ναρ­γύ­ρων Κο­σμᾶ καὶ Δα­μι­α­νοῦ, τῶν ἐν Ῥώμῃ.

Κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος πλ. δ´.

Ἅ­γιοι Ἀ­νάρ­γυ­ροι καὶ θαυ­μα­τουρ­γοί, ἐ­πι­σκέ­ψα­σθε τὰς ἀ­σθε­νείας ἡ­μῶν· δω­ρεὰν ἐ­λά­βετε, δω­ρεὰν δότε ἡ­μῖν.

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς θεῖοι θε­ρά­πον­τες καὶ ἰ­α­τῆ­ρες βρο­τῶν, ἀ­νάρ­γυ­ρον βλύ­ζετε, τὴν θε­ρα­πείαν ἡ­μῖν, Ἀ­νάρ­γυ­ροι ἔν­δο­ξοι· ὅ­θεν τοὺς προ­σ­ιόν­τας, τῇ σε­πτῇ ὑ­μῶν σκέπῃ, ῥύ­σα­σθε νο­ση­μά­των, καὶ πα­θῶν ἀ­νι­ά­των, Κο­σμᾶ καὶ Δα­μι­ανέ, τῆς Ῥώ­μης βλα­στή­ματα.


Κον­τά­κιον. Ἦ­χος β´.

Οἱ τὴν χά­ριν λα­βόν­τες τῶν ἰ­α­μά­των, ἐ­φα­πλοῦτε τὴν ῥῶ­σιν τοῖς ἐν ἀ­νάγ­καις, ἰ­α­τροὶ θαυ­μα­τουρ­γοὶ ἔν­δο­ξοι. Ἀλλὰ τῇ ἡ­μῶν ἐ­πι­σκέ­ψει, καὶ τῶν πο­λε­μίων τὰ θράση κα­τα­βάλ­λετε, τὸν κό­σμον ἰ­ώ­με­νοι ἐν τοῖς θαύ­μασι.




Με­γα­λυ­νά­ριον.

Ἴ­α­σιν σω­μά­των ῥῶ­σιν ψυ­χῶν, Κο­σμᾶ θε­ο­φόρε, σὺν τῷ θείῳ Δα­μι­ανῷ, νεί­ματε ὑ­ψό­θεν, ἀ­ΰλῳ χει­ρουρ­γίᾳ, τοῖς κα­τα­τρυ­χο­μέ­νοις ποι­κί­λοις πά­θεσι.



2. Μνήμη τῆς ἐν Βλα­χέρ­ναις Κα­τα­θέ­σεως τῆς τι­μίας Ἐ­σθῆ­τος τῆς Ὑ­πε­ρα­γίας Θε­ο­τό­κου.


Κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.


Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος πλ. δ´.

Θε­ο­τόκε ἀ­ει­πάρ­θενε, τῶν ἀν­θρώ­πων ἡ σκέπη, Ἐ­σθῆτα καὶ Ζώ­νην τοῦ ἀ­χράν­του σου σώ­μα­τος, κρα­ταιὰν τῇ πό­λει σου πε­ρι­βο­λὴν ἐ­δω­ρήσω, τῷ ἀ­σπόρῳ τόκῳ σου ἄ­φθαρτα δι­α­μεί­ναντα· ἐπὶ σοὶ γὰρ καὶ φύ­σις και­νο­το­μεῖ­ται καὶ χρό­νος· διὸ δυ­σω­ποῦ­μέν σε, εἰ­ρή­νην τῇ οἰ­κου­μένῃ δω­ρή­σα­σθαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέγα ἔ­λεος.




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Θεῖον ἔν­δυμα, τῶν οἰ­κτιρ­μῶν σου, καὶ ἱ­μά­τιον, ἀ­θα­να­σίας, τὴν ἁ­γίαν σου Ἐ­σθῆτα καὶ ἄ­φθαρ­τον, τῇ κλη­ρου­χίᾳ σου Κόρη δε­δώ­ρη­σαι, εἰς πε­ρι­ποί­η­σιν πάν­των καὶ σύ­να­ψιν. Ὅ­θεν Ἄ­χραντε, τὴν θείαν αὐ­τῆς κα­τά­θε­σιν, τι­μῶν­τες εὐ­σε­βῶς σε με­γα­λύ­νο­μεν.

Κον­τά­κιον.


Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Πε­ρι­βο­λὴν πᾶσι πι­στοῖς ἀ­φθαρ­σίας, θε­ο­χα­ρί­τωτε Ἁ­γνὴ ἐ­δω­ρήσω, τὴν ἱ­ε­ρὰν Ἐ­σθῆτά σου, μεθ᾿ ἧς τὸ ἱ­ε­ρόν, σῶμά σου ἐ­σκέ­πα­σας, σκέπη θεία ἀν­θρώ­πων· ἧς περ τὴν κα­τά­θε­σιν, ἑ­ορ­τά­ζο­μεν πόθῳ, καὶ ἐκ­βο­ῶν­τες κρά­ζο­μεν πι­στῶς· Χαῖρε Παρ­θένε, Χρι­στι­α­νῶν τὸ καύ­χημα.


Με­γα­λυ­νά­ριον.

Τῆς ἀ­θα­να­σίας τὸν χο­ρη­γόν, τέ­ξασα Παρ­θένε, ἠ­θα­νά­τι­σας τὸν Ἀ­δάμ· τοῦτο γοῦν δη­λοῦσα, ἡ ἄ­φθαρ­τος Ἐ­σθής σου, φθο­ρᾶς πα­θῶν λυ­τροῦ­ται τοὺς προ­σπε­λά­ζον­τας.
3. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Ὑ­α­κίν­θου.


Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Ὁ μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς λί­θος ὑ­ά­κιν­θος, τῆς Ἐκ­κλη­σίας Χρι­στοῦ, ἀ­στρά­πτεις τοῖς πέ­ρασι, ταῖς τῶν χα­ρί­των αὐ­γαῖς, παμ­μά­καρ Ὑ­ά­κινθε· σὺ γὰρ ὁ­μο­λο­γίᾳ, πυρ­σω­θεὶς εὐ­σε­βείας, ἔ­λαμ­ψας ἐν ἀ­θλή­σει, τῇ τοῦ Λό­γου μι­μή­σει· ἐν­τεῦ­θεν κα­τα­φαι­δρύ­νεις, τοὺς σὲ γε­ραί­ρον­τας.


Κον­τά­κιον.


Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Ὡς τερ­πνὸς ὑ­ά­κιν­θος καὶ πα­νευ­ώ­δης, δι­α­πνέ­εις πάν­τοτε, τῆς ἀ­λη­θείας τὴν ὀ­σμήν, τοῖς ἐκ ψυ­χῆς ἐκ­βο­ῶσί σοι· χαί­ροις Μαρ­τύ­ρων τὸ κλέος Ὑ­ά­κινθε.

Με­γα­λυ­νά­ριον.

Νε­ό­τη­τος ἄν­θει ἀ­θλη­τι­κήν, εὔ­χροιαν ἀν­θή­σας, ὑ­α­κίν­θι­νον καὶ τερ­πνήν, ἄν­θος θυ­μη­δίας, χα­ρί­των δι­α­πνοίᾳ, ὤ­φθης τῇ Ἐκ­κλη­σίᾳ, Μάρ­τυς Ὑ­ά­κινθε.


4. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Ἀν­δρέου, Ἀρ­χι­ε­πι­σκό­που Κρή­της, τοῦ Ἱ­ε­ρο­σο­λυ­μί­του.


Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Κα­νόνα πί­στεως. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τοῦ Δαυΐδ τὴν κι­νύ­ραν Πά­τερ μι­μού­με­νος, ἐν Ἐκ­κλη­σίᾳ Ὁ­σίων προ­σᾴ­δεις ᾆ­σμα και­νόν, ὡς σο­φὸς ὑ­φη­γη­τὴς τοῦ θείου Πνεύ­μα­τος· σὺ γὰρ ἐ­βρόν­τη­σας ἡ­μῖν, τὰς τῆς χά­ρι­τος ᾠ­δάς, καὶ λό­γον δι­και­ο­σύ­νης, Ἀν­δρέα Πα­τέ­ρων κλέος, πρὸς σω­τη­ρίαν τῶν ψυ­χῶν ἡ­μῶν.




Κον­τά­κιον.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Σαλ­πί­σας τρα­νῶς, τὰ θεῖα με­λῳ­δή­ματα, ἐ­δεί­χθης φω­στήρ, τῷ κό­σμῳ τη­λαυ­γέ­στα­τος, τῷ φωτὶ λαμ­πό­με­νος, τῆς Τρι­ά­δος Ἀν­δρέα Ὅ­σιε· ὅ­θεν πάν­τες βο­ῶ­μέν σοι· Μὴ παύσῃ πρε­σβεύων τοῦ σω­θῆ­ναι ἡ­μᾶς.

Με­γα­λυ­νά­ριον.

Χαί­ροις εὐ­σε­βείας θεῖος αὐ­λός, καὶ τῆς Ἐκ­κλη­σίας, τὸ ψαλ­τή­ριον τὸ τερ­πνόν· σὺ γὰρ τὰς ὑ­ψώ­σεις, τὰς θείας με­γα­λύ­νεις, Ἀν­δρέα θε­η­γόρε, λό­γων λαμ­πρό­τητι.




5. Τοῦ Ὁ­σίου καὶ Θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Ἀ­θα­να­σίου τοῦ ἐν τῷ Ἄθῳ καὶ τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Λαμ­πα­δοῦ τοῦ θαυ­μα­τουρ­γοῦ.




Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου Ἀ­θα­να­σίου.

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Τὴν ἐν σαρκὶ ζωήν σου κα­τε­πλά­γη­σαν, Ἀγ­γέ­λων τά­γματα, πῶς μετὰ σώ­μα­τος, πρὸς ἀ­ο­ρά­τους συμ­πλο­κάς, ἐ­χώ­ρη­σας ἀοίδιμε, καὶ κα­τε­τραυ­μά­τι­σας, τῶν δαι­μό­νων τὰς φά­λαγ­γας· ὅ­θεν Ἀ­θα­νά­σιε, ὁ Χρι­στὸς σὲ ἠ­μεί­ψατο, πλου­σί­αις δω­ρε­αῖς· διὸ Πά­τερ πρέ­σβευε, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.




Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου Λαμπαδοῦ. Ἦ­χος πλ. δ´.

Ἐν σοὶ Πά­τερ, ἀ­κρι­βῶς. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου Λαμπαδοῦ.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς βίον ἰ­σάγ­γε­λον, ἀπὸ παι­δὸς ἐ­σχη­κώς, λαμ­πάσι τῶν ἔρ­γων σου, λαμ­πα­δου­χίαν ἠ­θῶν, ἐκ­φαί­νεις τοῖς πέ­ρασι· σὺ γὰρ τῆς ἀ­πα­θείας τὴν αὐ­γὴν κε­κτη­μέ­νος, λύ­εις πα­θῶν τῇ νύ­κτα, Λαμ­παδὲ θε­ο­φόρε, τοῖς πόθῳ προ­σι­οῦσι, Πά­τερ τῇ πρε­σβείᾳ σου.




Κον­τά­κιον τοῦ Ὁ­σίου Ἀ­θα­να­σίου.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Χρι­στοῦ τὸν ζυ­γόν, λα­βὼν Ἀ­θα­νά­σιε, καὶ σοῦ τὸν σταυ­ρὸν ἐπ᾿ ὤ­μων ἀ­ρά­με­νος, μι­μη­τὴς πα­νά­ρι­στος, τῶν αὐ­τοῦ πα­θη­μά­των γέ­γο­νας, κοι­νω­νός τε τῆς δό­ξης αὐ­τοῦ, τῆς θείας με­τέ­χων καὶ ἀ­λή­κτου τρυ­φῆς.


Κον­τά­κιον τοῦ Ὁ­σίου Λαμ­πα­δοῦ.

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Ὡς λαμ­πὰς ἀ­νέ­λαμ­ψας ἐν τῇ ἀ­σκή­σει, Λαμ­παδὲ μα­κά­ριε, λαμ­πα­δου­χῶν διὰ παν­τός, τοὺς ἐν αἰ­νέ­σει βο­ῶν­τάς σοι· χαί­ροις Ὁ­σίων, ἀ­γλά­ϊ­σμα ἔν­θεον.




Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου Ἀ­θα­να­σίου.

Τὸν τῆς ἡ­συ­χίας θεῖον πυρ­σόν, καὶ τῶν ἐν τῷ Ἄθῳ, μο­να­ζόν­των κα­θη­γη­τήν, τὸν τὰς πα­νουρ­γίας, ἐ­χθροῦ νε­νι­κη­κότα, ὑ­μνή­σω­μεν συμ­φώ­νως νῦν Ἀ­θα­νά­σιον.




Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου Λαμ­πα­δοῦ.

Λάμ­πων έν τῷ κό­σμῳ δι᾽ ἀ­ρε­τῶν, λύ­εις ψυ­χο­φθό­ρων, νο­ση­μά­των τὸν σκο­τα­σμόν, καὶ ὡς λαμ­πα­δοῦ­χος, τῆς ἄνω φω­ταυ­γείας, ὦ Λαμ­παδὲ ἰ­θύ­νεις, πρὸς βίον κρείτ­τονα.




6. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Σι­σώη τοῦ Με­γά­λου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Τῆς ἐ­ρή­μου πο­λί­της. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Ἐκ παι­δὸς γε­ωρ­γή­σας, ζωὴν τὴν κρείτ­τονα, τῶν κατ᾿ αὐ­τὴν ἐ­νε­πλή­σθης θε­ουρ­γι­κῶν ἀ­γα­θῶν, τῶν Ἀγ­γέ­λων μι­μητὰ Σι­σώη ὅ­σιε· ὅ­θεν ὡς ἥ­λιος λαμπρός, ἀ­παυ­γά­ζεις τη­λαυ­γῶς, ἐν ὥρᾳ τῆς σῆς ἐ­ξό­δου, δη­λο­ποιῶν τὴν σὴν δό­ξαν, καὶ κα­τα­λάμ­πων τὰς ψυ­χὰς ἡ­μῶν.




Κον­τά­κιον. Ἦ­χος δ´.Ἐ­πε­φά­νης σή­με­ρον.

Ἐν ἀ­σκή­σει ἄγ­γε­λος, ἐν γῇ ὡ­ρά­θης, κα­ταυ­γά­ζων ὅ­σιε, τὰς δι­α­νοίας τῶν πι­στῶν, θε­ο­ση­μεί­αις ἑ­κά­στοτε· ὅ­θεν σε πί­στει, Σι­σώη γε­ραί­ρο­μεν.




Με­γα­λυ­νά­ριον.

Νέ­κρω­σιν Σι­σώη ζω­ο­ποιόν, πα­θῶν τῇ ἐκ­δύ­σει, ἐν­δυ­σά­με­νος ὁ­λι­κῶς, νε­κροὺς ὡς ἐξ ὕ­πνου, τῷ ἱ­ερῷ σου λόγῳ, ἐ­ξή­γει­ρας νε­κρώ­σας, τὸν πα­να­λά­στορα.




7. Τῆς Ἁ­γίας Με­γα­λο­μάρ­τυ­ρος Κυ­ρι­α­κῆς καὶ τοῦ Ἁ­γίου Θωμᾶ τοῦ ἐν Μα­λεῷ.




Ἀ­πο­λυ­τί­κιον τῆς Ἁγίας.


Ἦ­χος δ΄. Κα­τε­πλάγη Ἰ­ω­σήφ.

Ἡ ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῆς Ἁγίας.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Κυ­ρίων τὸν Κύ­ριον, καὶ βα­σι­λέα Χρι­στόν, ἐξ ὅ­λης ἠ­γά­πη­σας, Κυ­ρι­ακὴ τῆς ψυ­χῆς, καὶ χαί­ρουσα ἤ­θλη­σας· ὅ­θεν Παρ­θε­νο­μάρ­τυς, παρ᾿ αὐ­τοῦ δο­ξα­σθεῖσα, βρύ­εις τοῖς σὲ τι­μῶ­σιν, ἰ­α­μά­των τὴν χά­ριν, τοῖς πᾶ­σιν αἰ­του­μένη, πται­σμά­των συγ­χώ­ρη­σιν.

Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου. Ἦ­χος πλ. δ´.

Ἐν σοὶ Πά­τερ, ἀ­κρι­βῶς. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου.


Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Τὴν δι­αῤ­ῥέ­ου­σαν δό­ξαν ἀ­πέῤ­ῥι­ψας, καὶ τὸν τοῦ Κτί­σαν­τος, ζυ­γὸν ἠ­γά­πη­σας, ἀγ­γε­λι­κὴν ἐπὶ τῆς γῆς, ἑ­λό­με­νος πο­λι­τείαν· ὅ­θεν χα­ρι­σμά­των σε, δω­ρε­αῖς κα­τε­πλού­τισε, Χρι­στὸς ὁ φι­λάν­θρω­πος, ὁ δο­ξά­σας τὸν βίον σου· ᾧ πρέ­σβευε Θωμᾶ θε­ο­φόρε, ῥῦ­σαι ἡ­μᾶς πά­σης ἀ­νάγ­κης.




Κον­τά­κιον τῆς Ἁγίας.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Ἡ Μάρ­τυς Χρι­στοῦ, ἡ­μᾶς συ­νε­κα­λέ­σατο, τοὺς ἄ­θλους αὐ­τῆς, τοὺς θεί­ους καὶ πα­λαί­σματα, ἐγ­κω­μί­οις ᾆ­σαι νῦν· φε­ρω­νύ­μως αὕτη γὰρ πέ­φη­νεν, ὡς ἀν­δρεία τῷ φρο­νή­ματι, κυ­ρία νοός τε, καὶ πα­θῶν ἀ­πρε­πῶν.

Κον­τά­κιον τοῦ Ὁ­σίου.


Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

Ὡς τοῦ Σω­τῆ­ρος ὀ­πα­δὸν καὶ φί­λον γνή­σιον, καὶ τῶν Ὁ­σίων μι­μη­τὴν καὶ ἀ­κρο­θί­νιον, ἀ­νυ­μνοῦ­μέν σε ἀ­ξίως Θωμᾶ θε­ό­φρον· σὺ γὰρ ὤ­φθης ἀ­πα­θείας ἐν­δι­αί­τημα, καὶ θαυ­μά­των αὐ­τουρ­γὸς ἐκ θείας χά­ρι­τος, τοῖς βο­ῶσί σοι, χαί­ροις Πά­τερ τρι­σόλ­βιε.




Με­γα­λυ­νά­ριον τῆς Ἁγίας.

Κύ­ριον πο­θοῦσα Κυ­ρι­ακή, τὸν ὡ­ραῖον κάλ­λει, παρὰ πάν­τας τοὺς γη­γε­νεῖς, τούτῳ ἐ­νυμ­φεύ­φθης, ἀ­θλη­τι­κοῖς ἀ­γῶ­σιν, ὡς Μάρ­τυς ἀ­θλη­φό­ρος καὶ καλ­λι­πάρ­θε­νος.




Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Κό­σμου ἀ­πω­σά­με­νος τὰ τερ­πνά, πόθῳ ᾠ­κει­ώσω, ὑ­περ­κό­σμια ἀ­γαθά, δι᾽ ἐν­θέου βίου, Θωμᾶ θαυ­μα­το­φόρε, δι᾽ οὗ θαυ­μά­των ὤ­φθης, Πά­τερ ἀ­νά­πλεως.




8. Τοῦ Ἁ­γίου καὶ ἐν­δό­ξου Με­γα­λο­μάρ­τυ­ρος Προ­κο­πίου.




Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὁ Μάρ­τυς σου, Κύ­ριε. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Ἀ­γρευ­θεὶς οὐ­ρα­νό­θεν πρὸς τὴν εὐ­σέ­βειαν, κα­τη­κο­λού­θη­σας χαί­ρων ὥ­σπερ ὁ Παῦ­λος Χρι­στῷ, τῶν Μαρ­τύ­ρων καλ­λονὴ μάρ­τυς Προ­κό­πιε, ὅ­θεν δυ­νά­μει τοῦ Σταυ­ροῦ, ἀ­ρι­στεύ­σας εὐ­κλεῶς, κα­τῄ­σχυ­νας τὸν Βε­λίαρ· οὗ τῆς κα­κίας ἀ­τρώ­τους, σῷζε τοὺς πόθῳ σὲ γε­ραί­ρον­τας.




Κον­τά­κιον.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Τῷ ζήλῳ Χρι­στοῦ, τῷ θείῳ πυρ­πο­λού­με­νος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τι­μίῳ φρου­ρού­με­νος, τῶν ἐ­χθρῶν τὸ φρύ­α­γμα, καὶ τὰ θράση κα­θεῖ­λες Προ­κό­πιε, καὶ τὴν σε­πτὴν Ἐκ­κλη­σίαν ὕ­ψω­σας, τῇ πί­στει προ­κό­πτων, καὶ φω­τί­ζων ἡ­μᾶς.




Με­γα­λυ­νά­ριον.

Κλή­σει οὐ­ρα­νίῳ ἀ­κο­λου­θῶν, φε­ρω­νύ­μως Μάρ­τυς καὶ προ­κό­πτων ἀ­θλη­τι­κῶς, σύμ­μορ­φος ἐ­δεί­χθης, τοῦ σοὶ κα­θο­ρα­θέν­τος, Προ­κό­πιε θε­ό­φρον, ἀ­θλή­σας ἄ­ρι­στα.




9. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Παγ­κρα­τίου Ἐ­πι­σκό­που Ταυ­ρο­με­νίας.




Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Κρά­τος ἔν­θεον, ἠμ­φι­ε­σμέ­νος, ἐκ τῆς χά­ρι­τος, τοῦ κο­ρυ­φαίου, Ἀ­πο­στό­λων ζη­λω­τὴς ἐ­χρη­μά­τι­σας· καὶ ταῖς ῥο­αῖς τῶν αἱ­μά­των Παγ­κρά­τιε, τὴν ἱ­ε­ρὰν δι­πλο­ΐδα ἐ­φοί­νι­ξας. Πά­τερ ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον.


Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Εἰ­λη­φὼς Παγ­κρά­τιε, ὡς Ἀ­πο­στό­λων ὁ­μό­πνους, τοῦ Ἁ­γίου Πνεύ­μα­τος, τὰς μυ­στι­κὰς ἐ­νερ­γείας, ἔ­λαμ­ψας, θε­ο­γνω­σίαν τοῖς ἐν τῇ Δύ­σει· ἤ­λα­σας, τῆς ἀ­θε­ΐας τὴν σκο­το­μή­νην, καὶ νο­μί­μως ἐ­να­θλή­σας, πρὸς φέγ­γος ἤρ­θης, τῆς ἀ­νε­σπέ­ρου ζωῆς.


Με­γα­λυ­νά­ριον.

Κρά­τει Παν­το­κρά­το­ρος κρα­ταιῷ, δαι­μό­νων τὸ κρά­τος ἐ­ξ­ενεύ­ρι­σας ἰ­σχυ­ρῶς, καὶ θαυ­μά­των κρά­τει, κρα­τή­σας τῶν ἐν πλάνῃ, Παγ­κρά­τιε ἐν κρά­τει, Μαρ­τύ­ρων ἔ­στε­ψαι.




10. Τῶν Ἁ­γίων τεσ­σα­ρά­κοντα πέντε Μαρ­τύ­ρων τῶν ἐν Νι­κο­πό­λει τῆς Ἀρ­με­νίας.




Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Οἱ Μάρ­τυ­ρές σου, Κύ­ριε. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Στρα­τὸς θε­ο­σύλ­λε­κτος, πα­ρεμ­βολὴ ἱ­ερά, νο­μί­μως ἀ­θλή­σαν­τες ὑ­πὲρ τῆς δό­ξης Χρι­στοῦ, ἐν Πνεύ­ματι ὤ­φθητε, Μάρ­τυ­ρες τοῦ Κυ­ρίου, Τεσ­σα­ρά­κοντα πέντε, λύ­σαν­τες δι᾿ ἀ­γώ­νων, τὴν πο­λύ­θεον πλά­νην, διὸ ὑ­μῶν τοὺς ἀ­γῶ­νας, πάν­τες δο­ξά­ζο­μεν.

Κον­τά­κιον.


Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.

Ὡς εὐ­σε­βείας θε­μέ­λιοι ἄῤ­ῥη­κτοι, οἱ Τεσ­σα­ρά­κοντα πέντε ἠ­ρί­στευ­σαν, ψυ­χῆς συμ­φω­νίᾳ συ­νδο­ύ­με­νοι, καὶ ἐν στα­δίῳ βο­ῶν­τες γη­θό­με­νοι· Χρι­στός, τῶν Μαρ­τύ­ρων ὁ στέ­φα­νος.



Με­γα­λυ­νά­ριον.

Συγ­κε­κρο­τη­μέ­νοι πα­νευ­σε­βῶς, ὥ­σπερ συ­ναυ­λίᾳ, ἧς ὁ Κύ­ριος ὁ­δη­γός, ἐν τῇ Νι­κο­πό­λει, ὀ­φθέν­τες ἀ­θλο­φό­ροι, πρὸς πό­λιν οὐ­ρα­νίαν κα­τε­σκη­νώ­σατε.




11. Ἀ­νά­μνη­σις τοῦ θαύ­μα­τος τῆς Ἁ­γίας Με­γα­λο­μάρ­τυ­ρος καὶ πα­νευ­φή­μου Εὐ­φη­μίας. Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Λίαν εὔ­φρα­νας τοὺς ὀρ­θο­δό­ξους, καὶ κα­τῄ­σχυ­νας τοὺς κα­κο­δό­ξους, Εὐ­φη­μία Χρι­στοῦ καλ­λι­πάρ­θενε· τῆς γὰρ τε­τάρ­της Συ­νό­δου ἐ­κύ­ρω­σας, ἃ οἱ Πα­τέ­ρες κα­λῶς ἐ­δο­γμά­τι­σαν. Μάρ­τυς ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον.


Ἦ­χος πλ. β´.

Ἀ­γῶ­νας ἐν ἀ­θλή­σει, ἀ­γῶ­νας ἐν τῇ πί­στει, κα­τε­βά­λου θερ­μῶς, ὑ­πὲρ Χρι­στοῦ τοῦ Νυμ­φίου σου. Ἀλλὰ καὶ νῦν ὡς τὰς αἱ­ρέ­σεις, καὶ τῶν ἐ­χθρῶν τὸ φρύ­α­γμα, ἐν τοῖς ποσὶ τῶν βα­σι­λέων ἡ­μῶν, ὑ­πο­τα­γῆ­ναι πρέ­σβευε, διὰ τῆς Θε­ο­τό­κου, ἡ ὑπὸ ἑ­ξα­κο­σίων τρι­ά­κοντα θε­ο­φό­ρων Πα­τέ­ρων, τὸν Ὅ­ρον λα­βοῦσα, καὶ φυ­λάτ­τουσα πα­νεύ­φημε.


Με­γα­λυ­νά­ριον.

Πί­στιν βε­βαι­οῦσα τὴν ἀ­ληθῆ, δι᾿ ἣν Εὐ­φη­μία, σφα­γι­ά­ζει ἀ­θλη­τι­κῶς, ἐν ἀγ­κά­λαις φέ­ρεις, τὸν τό­μον τῶν Πα­τέ­ρων, ποσὶ δὲ ἀ­ποῤ­ῥί­πτεις τὸν τῆς αἱ­ρέ­σεως.


12. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων Πρό­κλου καὶ Ἱ­λα­ρίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἑ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Σταυ­ροῦ τὴν πα­νο­πλίαν ἱ­ε­ρῶς ἐν­δυ­σα­μέ­νοι, Ἱ­λά­ριε καὶ Πρό­κλε, ὑ­πὲρ φύ­σιν ἠ­θλή­σατε, καὶ δό­ξης οὐ­ρα­νίου κοι­νω­νοί, ἐ­δεί­χθητε ὡς μέ­το­χοι Χρι­στοῦ· διὰ τοῦτο χα­ρι­σμά­των ταῖς δω­ρε­αῖς, πυρ­σεύ­ετε τοὺς κρά­ζον­τας· δόξα τῷ ἐ­νι­σχύ­σαντι ὑ­μᾶς, δόξα τῷ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι δι᾿ ὑ­μῶν, πᾶ­σιν ἰ­ά­ματα.

Κον­τά­κιον.


Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

Ὡς συγ­γε­νεῖς, καὶ ἐν τοῖς τρό­ποις σύμ­ψυ­χοι, καὶ ἐν παντὶ ὁ­μο­νο­οῦν­τες ὤ­φθητε, Πρό­κλε μάρ­τυς ἀ­ξι­ά­γα­στε, σὺν Ἱ­λα­ρίῳ τῷ θε­ό­φρονι· τὸ πά­θος γὰρ Χρι­στοῦ ἐ­ξει­κο­νί­σαν­τες, τῆς παρ᾿ αὐ­τοῦ εὐ­κλείας ἠ­ξι­ώ­θητε, πα­ρέ­χον­τες πᾶσι θείαν ἄ­φε­σιν.


Με­γα­λυ­νά­ριον.

Βλέ­πων σε Ἱ­λά­ριος ὁ κλει­νός, κα­τη­γλα­ϊ­σμέ­νον, Μάρ­τυς Πρό­κλε ἀ­θλη­τι­κῶς, κοι­νω­νός σοι ὤ­φθη, Χρι­στὸν ὁ­μο­λο­γή­σας· ἔν­θεν τῆς ἄνω δό­ξης, ἄμφω ἐ­τύ­χετε.


13. Ἡ Σύ­να­ξις τοῦ Ἀρ­χαγ­γέ­λου Γα­βριήλ καὶ τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Στε­φά­νου τοῦ Σαβ­βα­ΐ­του.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ἀρ­χαγ­γέ­λου.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐ­ρα­νίων στρα­τιῶν Ἀρ­χι­στρά­τηγε, δυ­σω­ποῦ­μέν σε ἀεὶ ἡ­μεῖς οἱ ἀ­νά­ξιοι, ἵνα ταῖς σαῖς δε­ή­σεσι τει­χί­σῃς ἡ­μᾶς, σκέπῃ τῶν πτε­ρύ­γων τῆς ἀ­ΰ­λου σου δό­ξης, φρου­ρῶν ἡ­μᾶς προ­σπί­πτον­τας, ἐ­κτε­νῶς καὶ βο­ῶν­τας· Ἐκ τῶν κιν­δύ­νων λύ­τρω­σαι ἡ­μᾶς, ὡς τα­ξι­άρ­χης τῶν ἄνω Δυ­νά­μεων.


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ἀρ­χαγ­γέ­λου.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς θεῖος Ἀρ­χάγ­γε­λος, τῶν νο­ε­ρῶν στρα­τιῶν, Τρι­ά­δος τὴν ἔλ­λαμ­ψιν, κα­θυ­πο­δέχῃ λαμ­πρῶς, Γα­βριὴλ Ἀρ­χι­στρά­τηγε· ὅ­θεν ἐκ πά­σης βλά­βης, καὶ παν­τοίας ἀ­νάγ­κης, σῷζε ἀ­πα­ρα­τρώ­τους, τοὺς πι­στῶς σε τι­μῶν­τας, καὶ πόθῳ ἀ­νευ­φη­μοῦν­τας, τὰ σὰ θαυ­μάσια.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου. Ἦ­χος πλ. δ´.

Ἐν σοὶ Πά­τερ, ἀ­κρι­βῶς. (Βλ. σελ. 186).


Ἕτερον Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς θεῖον στε­φά­νωμα, τὴν ἀ­ρε­τὴν ἐ­σχη­κώς, λαμ­πρῶς ἐ­στε­φά­νω­σας, τὴν Ἐκ­κλη­σίαν Χρι­στοῦ, ἐν λό­γοις καὶ πρά­ξεσι· σὺ γὰρ ὡς Ἱ­ε­ράρ­χης, καὶ σο­φὸς θε­η­γό­ρος, θείων ᾀ­σμά­των λύρα, πά­τερ Στέ­φανε ὤ­φθης· διὸ ταῖς σαῖς φαι­δρό­τη­σιν, ἡ­μᾶς στε­φά­νω­σον.


Κον­τά­κιον τοῦ Ἀρ­χαγ­γέ­λου.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Τῶν ἀ­σω­μά­των Λει­τουρ­γῶν ὡς πρω­τεύων, τὸ πρὸ αἰ­ώ­νων ὁ­ρι­σθὲν ὄν­τως μέγα, σὺ Γα­βριὴλ πε­πί­στευ­σαι μυ­στή­ριον, τό­κον τὸν ἀ­πόῤ­ῥη­τον, τῆς Ἁ­γίας Παρ­θέ­νου, Χαῖρε προ­σφω­νῶν αὐτῇ, ἡ κε­χα­ρι­τω­μένη. Χρε­ω­στι­κῶς σε ὅ­θεν οἱ πι­στοί, ἐν εὐ­φρο­σύνῃ ἀεὶ μα­κα­ρί­ζο­μεν.


Κον­τά­κιον τοῦ Ὁ­σίου.


Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Ἀ­σκη­τῶν ὁ­μό­τρο­πος, γε­γε­νη­μέ­νος θε­ό­φρον, Ἱ­ε­ράρ­χης ὅ­σιος, παρὰ Θεοῦ προ­ε­βλή­θης, ἅ­πα­σαν τὴν Ἐκ­κλη­σίαν κα­τα­φαι­δρύ­νων, σύ­ριγγι, τῆς θε­ο­πνεύ­στου σου Πά­τερ γλώσ­σης· διὰ τοῦτό σε τι­μῶ­μεν, ὡς Θεοῦ μύ­στην, Στέ­φανε πάν­σοφε.


Με­γα­λυ­νά­ριον τοῦ Ἀρ­χαγ­γέ­λου.

Τίς ἀ­πα­ρι­θμή­σει τὰς πρὸς ἡ­μᾶς, σοῦ εὐρ­γε­σίας, Ἀρ­χι­στρά­τηγε Γα­βριήλ; σὺ γὰρ καθ᾽ ἑ­κά­στην, ἐ­πι­φοι­τῶν τῷ κό­σμῳ, τὰ κρείττω πᾶσι νέ­μεις· διὸ ὑ­μνοῦ­μέν σε.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Στέ­φα­νος ἀν­θό­πλο­κος καὶ σε­πτός, Στέ­φανε θε­ό­φρον, δι᾽ ἀ­σκή­σεως ἀ­ρε­τῶν, τῇ φω­το­στο­λί­στῳ, ἐ­γέ­νου Ἐκ­κλη­σίᾳ· τῇ σῇ γὰρ στε­φα­νοῦ­ται, ἐν­θέῳ χά­ριτι.

Κυ­ρι­ακὴ τῶν Ἁ­γίων Πα­τέ­ρων.




Τῇ Κυ­ρι­ακῇ τῶν Ἁ­γίων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων τῆς Δ΄ Οἰ­κου­με­νι­κῆς Συ­νό­δου, τῶν ἐν Χαλ­κη­δόνι συ­νελ­θόν­των, καὶ ἐν γέ­νει τῶν εἰς τὰς ἑ­πτὰ Οἰ­κου­με­νι­κὰς Συ­νό­δους συ­νελ­θόν­των Ἁ­γίων καὶ θε­ο­φό­ρων πα­τέ­ρων.




Ὁ Συ­να­ξα­ρι­στὴς ἀ­να­φέ­ρει μό­νον τὴν Δ΄ Οἰ­κου­με­νι­κὴν Σύ­νο­δον, ἡ δὲ ἀ­κο­λου­θία τὴν Δ΄ καὶ τὴν ΣΤ΄.

Ἀ­πο­λυ­τί­κιον Ἀ­να­στά­σι­μον.

Ἀ­πο­λυ­τί­κιον τῶν Πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

Ὑ­περ­δε­δο­ξα­σμέ­νος εἶ, Χρι­στὲ ὁ Θεὸς ἡ­μῶν, ὁ φω­στῆ­ρας ἐπὶ γῆς τοὺς Πα­τέ­ρας ἡ­μῶν θε­με­λι­ώ­σας, καὶ δι᾿ αὐ­τῶν πρὸς τὴν ἀ­λη­θι­νὴν πί­στιν, πάν­τας ἡ­μᾶς ὁ­δη­γή­σας. Πο­λυ­εύ­σπλαγ­χνε δόξα σοι.



Ἀ­πο­λυ­τί­κιον τῶν Ἑ­πτὰ Συ­νό­δων.
Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Τὸν ἑ­πτά­ρι­θμον δῆ­μον τῶν Συ­νό­δων τι­μή­σω­μεν, δι᾿ ὧν τὴν κα­λὴν πα­ρα­θή­κην, ἀ­σινῆ ἐ­πλου­τή­σα­μεν· ὡς στύ­λους γὰρ ὑ­πή­ρει­σεν ἑ­πτὰ, αὐ­τάς τῇ Ἐκ­κλη­σίᾳ ὁ Χρι­στός, ὧν τὰ δό­γματα ὡς ἄγ­κυ­ραν ἀ­σφαλῆ, κρα­τοῦσα μέλ­πει πάν­τοτε· δόξα τῷ κα­ταυ­γά­σαντι ὑ­μᾶς, δόξα τῷ με­γα­λύ­ναντι, δόξα τῷ βε­βαι­οῦντι δι᾿ ὑ­μῶν, πί­στιν τὴν Ὀρ­θό­δο­ξον.


Κον­τά­κιον. Ἦ­χος πλ. δ´. Αὐ­τό­με­λον.

Τῶν Ἀ­πο­στό­λων τὸ κή­ρυ­γμα, καὶ τῶν Πα­τέ­ρων τὰ δό­γματα, τῇ Ἐκ­κλη­σίᾳ μίαν τὴν πί­στιν ἐ­κρά­τυ­νεν· ᾗ καὶ χι­τῶνα φο­ροῦσα τῆς ἀ­λη­θείας, τὸν ὑ­φαν­τὸν ἐκ τῆς ἄνω θε­ο­λο­γίας, ὀρ­θο­το­μεῖ καὶ δο­ξά­ζει, τῆς εὐ­σε­βείας τὸ μέγα Μυ­στή­ριον.




Με­γα­λυ­νά­ριον.

Βά­σεις Ἐκ­κλη­σίας θε­ο­πα­γεῖς, καὶ τῆς εὐ­σε­βείας, ἑ­δραι­ώ­ματα ἀῤ­ῥαγῆ, αἱ τῶν ἑ­πτα­ρί­θμων, Συ­νό­δων συ­νε­λεύ­σεις, ἐ­δεί­­­­χθη­σαν τῷ κό­σμῳ· ἃς με­γα­λύ­νο­μεν.


14. Τοῦ Ἁ­γίου Ἀ­πο­στό­λου Ἀ­κύλα, ἑ­νὸς τῶν Ἑ­βδο­μή­κοντα, καὶ τοῦ Ὁ­σίου Νι­κο­δή­μου τοῦ Ἁ­γι­ο­ρεί­του.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ἀποστόλου. Ἦ­χος γ´.

Ἀ­πό­στολε Ἅ­γιε Ἀ­κύλα. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ἀποστόλου.

Ἦ­χος α´. Χο­ρὸς ἀγ­γε­λι­κός.

Τοῦ Παύ­λου μα­θη­τής, καὶ συ­νέκ­δη­μος ὤ­φθης, δε­χθεὶς ἐν τῇ ψυχῇ, τὸν τῆς χά­ρι­τος λό­γον, Ἀ­κύλα Ἀ­πό­στολε, τοῦ Σω­τῆ­ρος δι­ά­κονε· ὅ­θεν ηὔ­γα­σας τοὺς ἐν νυ­κτὶ τῆς ἀ­πά­της καὶ ἠ­γώ­νι­σαι, ὑ­πὲρ τῆς δό­ξης Κυ­ρίου· διὸ εὐ­φη­μοῦ­μέν σε.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου.

Ἧ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Σο­φίας χά­ριτι, πά­τερ, κο­σμού­με­νος, σάλ­πιγξ θε­ό­φθογ­γος, ὤ­φθης τοῦ Πνεύ­μα­τος, καὶ ἀ­ρε­τῶν ὑ­φη­γη­τής, Νι­κό­δημε θε­η­γόρε· πᾶσι γὰρ πα­ρέ­θη­κας, σω­τη­ρίας δι­δά­γματα, βίου κα­θα­ρό­τη­τος, δι­εκ­φαί­νων τὴν ἔλ­λαμ­ψιν, τῷ πλούτῳ τῶν ἐν­θέων σου λό­γων, δι᾿ ὧν ὡς φῶς τῷ κό­σμῳ ἔ­λαμ­ψας.



Κον­τά­κιον τοῦ Ἀ­πο­στό­λου.


Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Ἀ­πο­στό­λων σύν­θρο­νος, καὶ συ­νο­δί­της, γε­γο­νὼς Ἀ­πό­στολε, τὴν οἰ­κου­μέ­νην δι­δα­χαῖς, καὶ θαυ­μα­σί­οις κα­τηύ­γα­σας, στέ­φα­νον δό­ξης, Ἀ­κύλα δε­ξά­με­νος.

Κον­τά­κιον τοῦ Ὁ­σίου.


Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

Ὡς ἐ­να­ρέ­του πο­λι­τείας μύ­στην ἄ­ρι­στον, καὶ εὐ­σε­βείας θε­ο­φό­ρη­τον δι­δά­σκα­λον, ἡ Ὀρ­θό­δο­ξος γε­ραί­ρει σε Ἐκ­κλη­σία· οὐ­ρα­νό­θεν γὰρ τὸ χά­ρι­σμα δε­ξά­με­νος, κα­ταυ­γά­ζεις τοῖς ἐν­θέ­οις σου συγ­γράμ­μασι, τοὺς βο­ῶν­τάς σοι, χαί­ροις πά­τερ Νι­κό­δημε.


Με­γα­λυ­νά­ριον τοῦ Ἀ­πο­στό­λου.

Χά­ριτι τοῦ Παύ­λου κα­ταυ­γα­σθείς, τῆς θε­ο­γνω­σίας, ἀ­νε­δεί­χθης λαμ­πρὰ ἀ­κτίς· ὅ­θεν καὶ ἀ­θλή­σας, Ἀ­πό­στολε Ἀ­κύλα, τῆς ἄνω θε­αυ­γείας, ὤ­φθης ὁ­μό­σκη­νος.


Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Χαί­ροις Ἐκ­κλη­σίας νέος φω­στήρ, καὶ τῶν Ὀρ­θο­δό­ξων, ἐγ­καλ­λώ­πι­σμα ἱ­ε­ρόν· χαί­ροις μο­να­ζόν­των, ὁ φω­το­φό­ρος λύ­χνος, Νι­κό­δημε παμ­μά­καρ, Ἄ­θω­νος καύ­χημα.




15. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων Κη­ρύ­κου καὶ Ἰ­ου­λίτ­της.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Ἡ καλ­λι­μάρ­τυς τοῦ Χρι­στοῦ Ἰ­ου­λίττα, σὺν τρι­ε­τεῖ ἀ­μνῷ αὐ­τῆς τῷ Κη­ρύκῳ, δι­κα­στικοῦ πρὸ βή­μα­τος πα­ρέ­στη­σαν φαι­δρῶς, εὔ­τολ­μοι κη­ρύτ­τον­τες, τὴν χρι­στώ­νυ­μον κλῆ­σιν, ἄμφω μὴ πτο­ού­με­νοι, ἀ­πει­λὰς τῶν τυῤῥά­νων· καὶ στε­φη­φό­ροι νῦν ἐν οὐ­ρα­νοῖς, ἀ­γαλ­λι­ῶν­ται, Χρι­στῷ πα­ρι­στά­με­νοι.

Κον­τά­κιον.


Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Ἐν ἀγ­κά­λαις φέ­ρουσα, ἡ χρι­στο­μάρ­τυς, Ἰ­ου­λίττα Κή­ρυ­κον, ἐν τῷ στα­δίῳ μη­τρι­κῶς, ἀ­γαλ­λο­μένη ἐ­κραύ­γαζε· Σὺ τῶν Μαρ­τύ­ρων, Χρι­στὲ τὸ κρα­ταί­ωμα.

Με­γα­λυ­νά­ριον.

Φέ­ρουσα ὡς ἄμ­πε­λος νο­ητή, Κή­ρυ­κον τὸν θεῖον, Ἰ­ου­λίττα ἐν ταῖς χερ­σίν, οἶ­νον εὐ­φρο­σύ­νης, λη­νοῖς τοῦ μαρ­τυ­ρίου, βλυ­στά­νετε τῷ κό­σμῳ ἐν θείῳ Πνεύ­ματι.


16. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Ἀ­θη­νο­γέ­νους.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Χρῖ­σμα ἅ­γιον, εἰσ­δε­δε­γμέ­νος, μάρ­τυς ἔν­θεος, τοῦ Λό­γου ὤ­φθης, Ἀ­θη­νό­γε­νες ἀ­θλή­σας στεῤ­ῥό­τατα, καὶ ὡς θυ­σίαν αὐτῷ προ­σε­νή­νο­χας, τῶν φοι­τη­τῶν σου δε­κάδα τὴν πάν­σε­πτον· μεθ᾿ ὧν πρέ­σβευε, δο­θῆ­ναι τοῖς σὲ γε­ραί­ρουσι, πται­σμά­των ἱ­λα­σμὸν καὶ μέγα ἔ­λεος.


Κον­τά­κιον.


Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.

Ἱ­ε­ραρ­χή­σας ἀ­μέμ­πτως τῷ Κτί­στῃ σου, μαρ­τυ­ρι­κὸν ὁ­λο­κάρ­πωμα πέ­φη­νας, σὺν μα­θη­ταῖς ὁ­μοῦ θυ­ό­με­νος, οἷα ποι­μὴν σὺν ἀ­μνοῖς Ἀ­θη­νό­γε­νες· μεθ᾿ ὧν θείας δό­ξης ἐ­πέ­τυ­χες.




Με­γα­λυ­νά­ριον.

Χαί­ροις Ἀ­θη­νό­γε­νες ἱ­ερέ· σὺ γὰρ ἀ­ναι­μά­κτως, τῇ Τρι­άδι ἱ­ε­ρουρ­γῶν, αἵ­ματι ἰ­δίῳ, ἀ­θλη­τι­κῶς ἐ­τύ­θης, σὺν Μα­θη­τῶν δε­κάδι, τῷ σὲ δο­ξά­σαντι.


17. Τῆς Ἁ­γίας Με­γα­λο­μάρ­τυ­ρος Μα­ρί­νης.


Κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.




Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Κα­τε­πλάγη Ἰ­ω­σήφ.

Ἡ ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Μνη­στευ­θεῖσα τῷ Λόγῳ, Μα­ρίνα ἔν­δοξε, τῶν ἐ­πι­γείων τὴν σχέ­σιν πᾶ­σαν κα­τέ­λι­πες, καὶ ἐ­νή­θλη­σας λαμ­πρῶς ὡς καλ­λι­πάρ­θε­νος· τὸν γὰρ ἀ­ό­ρα­τον ἐ­χθρόν, κα­τε­πά­τη­σας στεῤ­ῥῶς ὀ­φθέντα σοι Ἀ­θλο­φόρε. Καὶ νῦν πη­γά­ζεις τῷ κό­σμῳ, τῶν ἰ­α­μά­των τὰ δω­ρή­ματα.




Κον­τά­κιον.


Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Παρ­θε­νίας κάλ­λεσι, πε­ποι­κιλ­μένη παρ­θένε, ἀκηράτοις στέμ­μασιν, ἐστε­φα­νώθης Μα­ρίνα· αἵ­μα­σι, τοῦ μαρτυρίου δὲ φοινι­χθεῖσα, θαύ­μασι, κα­τε­λαμπρύνθης τῶν ἰ­α­μά­των, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρ­τυς, χειρὶ τοῦ Κτίστου σου.


Με­γα­λυ­νά­ριον.

Τὴν λαμ­πάδα πάν­τες τὴν φα­ει­νήν, καὶ τῆς παρ­θε­νίας, τὸν ἀ­σύ­λη­τον θη­σαυ­ρόν, τὴν νύμ­φην Κυ­ρίου, καὶ ἄ­σπι­λον ἀ­μνάδα, Μα­ρίναν τὴν ἁ­γίαν, ὕ­μνοις τι­μή­σω­μεν.


18. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Αἰ­μι­λι­α­νοῦ.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.




Ὁ Μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Ὡς προ­σφορὰ καὶ ὁ­λο­κάρ­πωμα θεῖον, διὰ πυ­ρὸς προ­σε­νε­χθεὶς τῷ Δε­σπότῃ, τοῖς ὄμ­βροις τῶν χα­ρί­των σου εὐ­φραί­νεις νῦν ἡ­μᾶς· πῦρ γὰρ τὸ οὐ­ρά­νιον, τῇ ψυχῇ πε­ρι­φέ­ρων, ὥ­σπερ αὔ­ραν ἔ­φε­ρες, τὴν κα­τά­φλε­ξιν Μάρ­τυς. Ἀλλὰ μὴ παύσῃ πάν­τοτε φρου­ρῶν, τοὺς σὲ τι­μῶν­τας, Αἰ­μι­λι­ανὲ ἔν­δοξε.

Κον­τά­κιον.


Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

Ὡς εὐ­σε­βείας στη­λο­γρά­φημα θε­ό­γλυ­πτον, τῆς ἀ­σε­βείας κα­θαι­ρέ­της ἀ­να­δέ­δει­ξαι, τὰ σε­βά­σματα συν­τρί­ψας τῆς ἀ­πω­λείας. Ἀλλ᾿ ὡς ἔμ­πλεως τῆς θείας ἀ­γα­πή­σεως, ὡς χρυ­σὸς ἐν τῷ πυρὶ εὑ­ρέ­θης δό­κι­μος, ὅ­θεν κρά­ζο­μεν· χαί­ροις Μάρ­τυς ἀ­ήτ­τητε.


Με­γα­λυ­νά­ριον.

Ἴ­αμα ὡς δρό­σος ἑ­ω­θινή, εὐ­σε­βέ­σιν ὤ­φθη, ἡ σὴ ἄ­θλη­σις ἐν πυρί· δι᾿ αὐ­τῆς γὰρ μάρ­τυς, τῷ κό­σμῳ δι­α­πνέ­εις, ὦ Αἰ­μι­λι­ανέ, τὰς θείας χά­ρι­τας.




19. Τῆς Ὁ­σίας Μα­κρί­νης, ἀ­δελ­φῆς τοῦ Με­γά­λου Βα­σι­λείου, καὶ τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Δίου.


Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σίας. Ἦ­χος πλ. δ´.

Ἐν σοὶ Μῆ­τερ ἀ­κρι­βῶς. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σίας.


Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Σο­φίας ἔ­ρωτι, τὸν νοῦν πτε­ρώ­σασα, κό­σμου εὐ­πά­θειαν, ἐμ­φρό­νως ἔ­λι­πες, καὶ ἐν­δι­αί­τημα τερ­πνόν, ἐ­γέ­νου φι­λο­σο­φίας. Σὺ γὰρ δι᾿ ἀ­σκή­σεως καὶ ἠ­θῶν τε­λει­ό­τη­τος, νύμφη ἐ­χρη­μά­τι­σας, τοῦ Σω­τῆ­ρος πε­ρί­δο­ξος, ᾧ πρέ­σβευε ὑ­πὲρ τῶν βο­ών­των· χαί­ροις Μα­κρίνα θε­ο­φόρε.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου. Ἦ­χος πλ. δ´.

Ἐν σοὶ Πά­τερ ἀ­κρι­βῶς. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὁ βίον ἐ­φά­μιλ­λον, τῇ κλή­σει πο­λι­τευ­θείς, τῆς δό­ξης τοῦ Πνεύ­μα­τος, πυ­ξίον ὤ­φθης σε­πτόν, Πα­τὴρ ἡ­μῶν ὅ­σιε· σὺ γὰρ θαυ­μα­τουρ­γί­αις, ἱ­ε­ραῖς δι­α­πρέ­πων, ἔν­δο­ξος ἐν ὁ­σί­οις, φε­ρω­νύ­μως ἐ­δεί­χθης. Διό σε ἀ­νευ­φη­μοῦ­μεν, Δῖε μα­κά­ριε.


Κον­τά­κιον τῆς Ὁ­σίας.


Ἦ­χος δ΄. Ἐ­πε­φά­νης σή­με­ρον.

Ὡς φω­τὸς ἀ­νά­πλεως δι­και­ο­σύ­νης, τύ­πος θείων πρά­ξεων, καὶ ἀ­ρε­τῶν μυ­στα­γω­γός, ὤ­φθης τοῖς πί­στει βο­ῶσί σοι· χαί­ροις Μα­κρίνα παρ­θέ­νων ἀ­γλά­ϊ­σμα.

Κον­τά­κιον τοῦ Ὁ­σίου.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Ἁ­γνείᾳ ψυ­χῆς, ἐν­θέως ὁ­πλι­σά­με­νος, καὶ ἄ­παυ­στον εὐ­χήν, ὡς λόγ­χην χει­ρι­σά­με­νος, κρα­ταιῶς δι­έ­κο­ψας, τῶν δαι­μό­νων Δῖε τὰς φά­λαγ­γας, θαυ­μα­τουργὲ Πα­τὴρ ἡ­μῶν, πρε­σβεύων ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν.


Με­γα­λυ­νά­ριον τῆς Ὁ­σίας.

Ἤν­θη­σας ἐκ ῥί­ζης πε­ρι­κλε­οῦς, κλέος εὐ­σε­βείας, γε­ωρ­γοῦσα ἀπὸ παι­δός· βίῳ γὰρ ἀ­μέμ­πτῳ, καὶ τρό­ποις ἐ­να­ρέ­τοις, Μα­κρίνα δι­α­πρέ­πεις ὡς καλ­λι­πάρ­θε­νος.


Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Ἔν­δο­ξος τῇ κλή­σει ἀ­πο­φα­νείς, ἔν­δο­ξος ἐν βίῳ, ἐ­χρη­μά­τι­σας επὶ γῆς· ὅ­θεν τῆς ἐν­δό­ξου, τοῦ Λό­γου Βα­σι­λείας, ἐν­δό­ξως ἠ­ξι­ώ­θης, Δῖε πα­νέν­δοξε.


20. Τοῦ Ἁ­γίου Ἐν­δό­ξου Προ­φή­του Ἠ­λιοὺ τοῦ Θε­σβί­του.


Ἀργία καὶ κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.



Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὁ ἔν­σαρ­κος ἄγ­γε­λος, τῶν Προ­φη­τῶν ἡ κρη­πίς, ὁ δεύ­τε­ρος Πρό­δρο­μος τῆς πα­ρου­σίας Χρι­στοῦ, Ἠ­λίας ὁ ἔν­δο­ξος, ἄ­νω­θεν κα­τα­πέμ­ψας, Ἐ­λισ­σαίῳ τὴν χά­ριν, νό­σους ἀ­πο­δι­ώ­κει, καὶ λε­προὺς κα­θα­ρί­ζει· διὸ καὶ τοῖς τι­μῶ­σιν αὐ­τόν, βρύει ἰ­ά­ματα.


Κον­τά­κιον.


Ἦ­χος β´. Αὐ­τό­με­λον.

Προ­φῆτα καὶ προ­ό­πτα, τῶν με­γα­λουρ­γιῶν τοῦ Θεοῦ, Ἠ­λία με­γα­λώ­νυμε, ὁ τῷ φθέ­γματί σου στή­σας, τὰ ὑ­δα­τόῤ­ῥυτα νέφη, πρέ­σβευε ὑ­πὲρ ἡ­μῶν, πρὸς τὸν μό­νον φι­λάν­θρω­πον.


Με­γα­λυ­νά­ριον.

Ζήλῳ οὐ­ρα­νίῳ πυρ­πο­λη­θείς, φλέ­γεις τὴν ἀ­πά­την, ὡς πυ­ρί­πνους καὶ ζη­λω­τής· ὅ­θεν ἀ­νυ­ψώ­θης, ἐν ἅρ­ματι πυ­ρίνῳ, ὦ Ἠ­λιοὺ Προ­φῆτα, πρὸς βίον ἄ­φθαρ­τον.


21. Τῶν Ὁ­σίων Πα­τέ­ρων ἡ­μῶν Ἰ­ω­άν­νου καὶ Συ­μεών, τοῦ διὰ Χρι­στὸν Σα­λοῦ.


Ἀ­πο­λυ­τί­κιον τῶν Ὁ­σίων. Ἦ­χος δ´.

Ὁ Θεὸς τῶν Πα­τέ­ρων ἡ­μῶν. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῶν Ὁ­σίων.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ἡ­νω­μέ­νοι δι᾿ ἐν­θέου ἀ­γά­πης, σύμ­ψυ­χοι ὤ­φθητε ἐν πᾶσι τοῖς τρό­ποις, ὦ Ἰ­ω­άννη ὅ­σιε καὶ θεῖε Συ­μεών, ὁ μὲν βίον ἔν­θεον, δι­ελ­θὼν ἐν ἐ­ρήμῳ· ὁ δὲ σο­φοῖς σκώμ­μασι, τὸν Βε­λίαρ μω­ρά­νας· καὶ νῦν τῶν θείων ἄμφω ἀ­μοι­βῶν, κα­τα­τρυ­φῶν­τες ἡ­μᾶς ἐ­πο­πτεύ­οιτε.


Κον­τά­κιον τῶν Ὁ­σίων.


Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

Τὸν ἐν σαρκὶ ἀ­να­φα­νέντα ἄ­σαρ­κον, καὶ ἀ­ρε­ταῖς ὑ­περ­κο­σμίως λάμ­ψαντα, Συ­με­ῶνα τὸν ἰ­σάγ­γε­λον καὶ θε­ο­φό­ρον εὐ­φη­μή­σω­μεν· σὺν τούτῳ Ἰ­ω­άν­νην τὸν ἀ­οί­δι­μον, γεραίροντες ὡς ἄγγε­λον ἐν σώματι· ὁμοῦ γὰρ ὑπὲρ ἡμῶν πρεσβεύουσι.


Με­γα­λυ­νά­ριον τῶν Ὁ­σίων.

Χαί­ροις παμ­μα­κά­ρι­στε Συ­μεών, ὁ ἀ­πο­μω­ρά­νας, τῆς κα­κίας τὸν σο­φι­στήν· χαί­ροις Ἰ­ω­άννη, πο­λῖτα τῆς ἐ­ρή­μου, Πα­τέ­ρες θε­ο­φό­ροι, Ἀγ­γέ­λων σύ­σκη­νοι.


22. Τῆς Ἁ­γίας Μυ­ρο­φό­ρου καὶ Ἰ­σα­πο­στό­λου Μα­ρίας τῆς Μα­γδα­λη­νῆς.


Κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.


Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.

Χρι­στῷ τῷ δι᾿ ἡ­μᾶς, ἐκ Παρ­θέ­νου τε­χθέντι, σε­μνὴ Μα­γδα­ληνή, ἠ­κο­λού­θεις Μα­ρία, αὐ­τοῦ τὰ δι­και­ώ­ματα, καὶ τοὺς νό­μους φυ­λάτ­τουσα· ὅ­θεν σή­με­ρον, τὴν πα­να­γίαν σου μνή­μην, ἑ­ορ­τά­ζον­τες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.


Κον­τά­κιον.


Ἦ­χος δ´. Ὁ ὑ­ψω­θείς.

Ὁ ὑ­πε­ρού­σιος Θεὸς ἐν τῷ κό­σμῳ, μετὰ σαρ­κὸς ἐ­πι­φοι­τῶν Μυ­ρο­φόρε, σὲ ἀ­ληθῆ Μα­θή­τριαν προ­σή­κατο, ὅ­λην σου τὴν ἔ­φε­σιν, πρὸς αὐ­τὸν κε­κτη­μέ­νην· ὅ­θεν καὶ ἰ­ά­ματα, ἀ­πε­τέ­λε­σας πλεῖ­στα· καὶ με­τα­στᾶσα νῦν ἐν οὐ­ρα­νοῖς, ὑ­πὲρ τοῦ κό­σμου πρε­σβεύ­εις ἑ­κά­στοτε.


Με­γα­λυ­νά­ριον.

Τάφῳ προ­σελ­θοῦσα τοῦ Ἰ­η­σοῦ, τοῦ­τον ἐ­θε­άσω, ἀ­να­στάντα ἐκ τῶν νε­κρῶν· ὅ­θεν Ἀ­πο­στό­λοις, Μα­γδα­ληνὴ Μα­ρία, χα­ρᾶς εὐγ­γε­λίσω τὰ εὐ­αγ­γέ­λια.


23. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Φωκᾶ. (Ἀ­να­κο­μιδὴ λει­ψά­νων).


Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Φῶς ἐ­κλάμ­πουσα, τῶν ἰ­α­μά­των, κό­σμῳ δέ­δε­κται, τῶν σῶν λει­ψά­νων, ἱ­ε­ρο­μάρ­τυς ἡ θήκη ἡ ἔν­θεος· ἧς τὴν σε­πτὴν κο­μι­δὴν ἑ­ορ­τά­ζον­τες, ἁ­γι­α­σμὸν ἀ­ληθῆ κο­μι­ζό­μεθα. Φωκᾶ ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον.


Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χὰς τῆς φύ­σεως.

Ὡς θη­σαυ­ρὸν ἀ­νέ­κλει­πτον, τῆς δω­ρεᾶς τοῦ Πνεύ­μα­τος, τῶν ἱ­ε­ρῶν σου λει­ψά­νων τὴν λάρ­νακα, πε­ρι­κυ­κλοῦν­τες ἔν­δοξε, ψυ­χι­κῶν νο­ση­μά­των, καὶ παν­τοίων πα­θῶν ἰ­ά­σεις λαμ­βά­νο­μεν, Φωκᾶ ἀ­νευ­φη­μοῦν­τες τὰ θεῖά σου κα­τορ­θώ­ματα.


Με­γα­λυ­νά­ριον.

Βρύει τοῖς ἐν κό­σμῳ πο­τα­μη­δόν, ἐκ πη­γῶν ἀ­ΰ­λων, σω­τη­ρί­ους ἐ­πιῤ­ῥοάς, ἡ σε­πτή σου θήκη, Φωκᾶ ἱ­ε­ρο­μάρ­τυς, ἐξ ὧν ἀεὶ ἀν­τλοῦν­τες σὲ με­γα­λύ­νο­μεν.




24. Τῆς Ἁ­γίας Με­γα­λο­μάρ­τυ­ρος Χρι­στί­νης.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Κα­τε­πλά­γη­Ἰ­ω­σὴφ.


Ἡ ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τοῦ πα­τρός σου τὴν πλά­νην λι­ποῦσα πάν­σε­μνε, τῆς εὐ­σε­βείας ἐ­δέξω τὴν θείαν ἔλ­λαμ­ψιν, καὶ νε­νύμ­φευ­σαι Χρι­στῷ ὡς καλ­λι­πάρ­θε­νος· ὅ­θεν ἠ­γώ­νι­σαι στεῤ­ῥῶς, καὶ κα­θεῖ­λες τὸν ἐ­χθρόν, Χρι­στίνα Με­γα­λο­μάρ­τυς. Καὶ νῦν ἀ­παύ­στως δυ­σώ­πει, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.


Κον­τά­κιον.


Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Φω­το­ει­δὴς πε­ρι­στερὰ ἐ­γνω­ρί­σθης, ἔ­χουσα πτέ­ρυ­γας χρυ­σᾶς, καὶ πρὸς ὕ­ψος, τῶν οὐ­ρα­νῶν κα­τέ­παυ­σας Χρι­στίνα σε­μνή· ὅ­θεν σου τὴν ἔν­δο­ξον, ἑ­ορ­τὴν ἐ­κτε­λοῦ­μεν, πί­στει προ­σκυ­νοῦν­τές σου, τῶν λει­ψά­νων τὴν θή­κην, ἐξ ἧς πη­γά­ζει πᾶ­σιν ἀ­λη­θῶς, ἴ­αμα θεῖον, ψυ­χῆς τε καὶ σώ­μα­τος.

Με­γα­λυ­νά­ριον.

Κάλ­λει δι­α­πρέ­πουσα τῆς σαρ­κός, τῆς ψυ­χῆς τὸ κάλ­λος, κα­θι­έ­ρω­σας τῷ Χρι­στῷ· σὺ γὰρ ὦ Χρι­στῖνα, τὴν πλά­νην ἐ­βδε­λύξω, καὶ ὑ­πὲρ φύ­σιν ἄ­θλων, ἤ­γει­ρας τρό­παια.


25. Ἡ Κοί­μη­σις τῆς Ἁ­γίας Ἄν­νης, Μη­τρὸς τῆς Ὑ­πε­ρα­γίας Θε­ο­τό­κου.

Ἀργία καὶ κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.


Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ζωὴν τὴν κυ­ή­σα­σαν, ἐ­κυ­ο­φό­ρη­σας, ἁ­γνὴν Θε­ο­μή­τορα, θεό­φρον Ἄννα· διὸ πρὸς λῆ­ξιν οὐ­ρά­νιον, ἔνθα εὐ­φραι­νο­μέ­νων, κα­τοι­κία ἐν δόξῃ, χαί­ρουσα νῦν με­τέ­στης, τοῖς τι­μῶσί σε πόθῳ, πται­σμά­των αἰ­του­μένη, ἱ­λα­σμὸν ἀ­ει­μα­κά­ρι­στε.


Κον­τά­κιον. Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Προ­γό­νων Χρι­στοῦ, τὴν μνή­μην ἑ­ορ­τά­ζο­μεν, τὴν τού­των πι­στῶς, αἰ­τού­με­νοι βο­ή­θειαν, τοῦ ῥυ­σθῆ­ναι ἅ­παν­τας, ἀπὸ πά­σης θλί­ψεως, τοὺς κραυ­γά­ζον­τας· Ὁ Θεὸς γε­νοῦ μεθ᾿ ἡ­μῶν, ὁ τού­τους δο­ξά­σας ὡς ηὐ­δό­κη­σας.


Με­γα­λυ­νά­ριον.

Χαί­ρουσα με­τέ­στης πρὸς τὴν ζωήν, Ἄννα ὥ­σπερ μή­τηρ, τῆς τε­κού­σης τὸν Ποι­η­τήν. Ὅ­θεν τοὺς τι­μῶν­τας, τὴν θείαν κοί­μη­σίν σου, χα­ρᾶς τῆς ἀ­θα­νά­του με­τό­χους ποί­η­σον.


26. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Ἑρ­μο­λάου καὶ τῶν σὺν αὐτῷ, Ἑρ­μίπ­που καὶ Ἑρ­μο­κρά­τους, καὶ τῆς Ἁ­γίας Ὀ­σι­ο­παρ­θε­νο­μάρ­τυ­ρος Πα­ρα­σκευῆς.


Κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.


Ἀ­πο­λυ­τί­κιον τῶν Ἱ­ε­ρο­μαρ­τύ­ρων.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῶν Ἱ­ε­ρο­μαρ­τύ­ρων.

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Ἱ­ε­ρα­τεύ­σαν­τες, γνη­σίως Ἅ­γιοι, τῷ πρυ­τα­νεύ­σαντι, ὑ­μῖν τὰ κρείτ­τονα, τοῦ μαρ­τυ­ρίου τὴν ὁ­δόν, ἠ­νύ­σατε γη­θο­σύ­νως, ἱ­ερὲ Ἑρ­μό­λαε, σὺν Ἑρ­μίππῳ Ἑρ­μό­κρα­τες, τρί­στυ­λον ἑ­δραί­ωμα, Ἐκ­κλη­σίας γε­νό­με­νοι· διὸ ἐκ­δυ­σω­πεῖτε ἀ­παύ­στως, σῴ­ζε­σθαι πάν­τας πά­σης βλά­βης.


Ἀ­πο­λυ­τί­κιον τῆς Μάρ­τυ­ρος.


Ἦ­χος α´. Ἐν τῇ γεν­νή­σει.

Τὴν σπου­δήν σου τῇ κλή­σει κα­τάλ­λη­λον, ἐρ­γα­σα­μένη φε­ρώ­νυμε, τὴν ὁ­μώ­νυ­μόν σου πί­στιν, εἰς κα­τοι­κίαν κε­κλή­ρω­σαι, Πα­ρα­σκευὴ ἀ­θλη­φόρε· ὅ­θεν προ­χέ­εις ἰ­ά­ματα, καὶ πρε­σβεύ­εις ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.


Κον­τά­κιον τῶν Ἱ­ε­ρο­μαρ­τύ­ρων.

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Ἱ­ε­ρεῖς θε­ό­φρο­νες, ὡς ἀ­λη­θῶς δε­δει­γμέ­νοι, ἱ­ε­ρεῖα ἔμ­ψυχα, προ­σή­χθητε τῇ Τρι­άδι, ῥεύ­μασι, τοῖς τῶν αἱ­μά­των πε­φοι­νι­γμέ­νοι, στί­γμασι, τοῖς ζω­η­φό­ροις πε­ποι­κιλ­μέ­νοι, Ἑρ­μό­λαε θε­ο­φόρε, σὺν τῷ Ἑρ­μίππῳ, καὶ Ἑρ­μο­κρά­τει ὁ­μοῦ.


Κον­τά­κιον τῆς Μάρ­τυ­ρος.


Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

Τῇ ἀ­θλη­φόρῳ οἱ πι­στοὶ τὸν ὑ­μνη­τή­ριον, Πα­ρα­σκευῇ δεῦτε συμ­φώ­νως ἀ­να­μέλ­ψω­μεν, ἀ­πα­στρά­πτει γὰρ τοῖς θαύ­μα­σιν ἐν τῷ κό­σμῳ· ἀ­πε­λαύ­νουσα τῆς πλά­νης τὴν σκο­τό­μαι­ναν, καὶ πα­ρέ­χουσα πι­στοῖς τὴν χά­ριν ἄ­φθο­νον, τοῖς κραυ­γά­ζουσι· χαίροις Μάρ­τυς πο­λύ­α­θλε.


Με­γα­λυ­νά­ριον τῶν Ἱ­ε­ρο­μαρ­τύ­ρων.

Ἱ­ε­ρο­μαρ­τύ­ρων τριὰς σε­πτή, Ἑρ­μό­λαε Πά­τερ, σὺν Ἑρ­μίππῳ τῷ ἱ­ερῷ, καὶ τῷ Ἑρ­μο­κρά­τει, Τρι­άδι τῇ Ἁ­γίᾳ, ὑ­πὲρ ἡ­μῶν ἐν­τεύ­ξεις ἀεὶ προ­σφέ­ρετε.


Με­γα­λυ­νά­ριον τῆς Μάρ­τυ­ρος.

Χαί­ροις Ἐκ­κλη­σίας ἡ λαμ­πη­δών, καὶ τῶν ἰ­α­μά­των, πο­λυ­χεύ­μων ὄν­τως κρου­νός· χαί­ροις προ­στα­σία, καὶ σκέπη οὐ­ρα­νία, Πα­ρα­σκευὴ θε­ό­φρον, τῶν εὐ­φη­μούν­των σε.


27. Τοῦ Ἁ­γίου Με­γα­λο­μάρ­τυ­ρος καὶ ἰ­α­μα­τι­κοῦ Παν­τε­λε­ή­μο­νος.




Ἀργία καὶ κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου.


Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος γ´.

Ἀ­θλο­φόρε Ἅ­γιε, καὶ ἰ­α­μα­τικὲ Παν­τε­λε­ῆ­μον, πρέ­σβευε τῷ ἐ­λε­ή­μονι Θεῷ, ἵνα πται­σμά­των ἄ­φε­σιν, πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος γ´. Θείας πί­στεως.

Χά­ριν ἔν­θεον εἰσ­δε­δε­γμέ­νος, ῥῶ­σιν ἄ­φθο­νον, ἀεὶ πα­ρέ­χεις, καὶ ψυ­χῶν τε καὶ σω­μά­των τὴν ἴ­α­σιν, τοῖς τῷ ἁ­γίῳ ναῷ σου προστρέ­χουσι, Παν­τε­λε­ῆ­μον ἐ­λέ­ους θη­σαύ­ρι­σμα. Μάρ­τυς ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον.


Ἦ­χος πλ. α´. Αὐ­τό­με­λον.

Μι­μη­τὴς ὑ­πάρ­χων τοῦ Ἐ­λε­ή­μο­νος, καὶ ἰ­α­μά­των τὴν χά­ριν παρ᾿ αὐ­τοῦ κο­μι­σά­με­νος, ἀ­θλο­φόρε καὶ Μάρ­τυς Χρι­στοῦ τοῦ Θεοῦ, ταῖς εὐ­χαῖς σου, τὰς ψυ­χι­κὰς ἡ­μῶν νό­σους θε­ρά­πευ­σον, ἀ­πε­λαύ­νων τοῦ ἀεὶ πο­λε­μίου τὰ σκάν­δαλα, ἐκ τῶν βο­ών­των ἀ­παύ­στως· Σῶ­σον ἡ­μᾶς Κύ­ριε.


Με­γα­λυ­νά­ριον.

Ῥεῖ­θρα ἰ­α­μά­των ὡς ἐκ πη­γῆς, χά­ριτι θαυ­μά­των, βλύ­ζει χρῄ­ζουσι δω­ρεάν, ὁ Παν­τε­λε­ή­μων, ὁ πάν­σο­φος ἀ­κέ­στωρ· οἱ ῥώ­σεως δι­ψῶν­τες, δεῦτε ἀ­ρύ­σα­σθε.


28. Τῶν Ἁ­γίων Ἀ­πο­στό­λων καὶ Δι­α­κό­νων, Προ­χό­ρου, Νι­κά­νο­ρος, Τί­μω­νος καὶ Παρ­μενᾶ.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος γ´.

Ἀ­πό­στο­λοι ἅ­γιοι. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.


Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὡς θεῖοι συ­νέκ­δη­μοι, τῶν Ἀ­πο­στό­λων Χρι­στοῦ, θε­ό­θεν ἐ­κρί­θητε, δι­α­κο­νεῖν εὐ­σε­βῶς, τῷ θείῳ πλη­ρώ­ματι, Πρό­χορε θε­η­γόρε, σὺν Νι­κά­νορι ἅμα, Τί­μων ὁ θε­ο­κή­ρυξ, Παρ­με­νᾶς τε ὁ θεῖος, πρε­σβεύ­ον­τες τῷ Κυ­ρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Κον­τά­κιον.


Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.


Δι­ά­κο­νοι σε­πτοί, καὶ αὐ­τό­πται τοῦ Λό­γου, καὶ σκεύη ἐ­κλο­γῆς ἀ­νε­δεί­χθητε πί­στει, Νι­κά­νορ καὶ Πρό­χορε, Παρ­μενᾶ, Τί­μων ἔν­δοξε· ὅ­θεν σή­με­ρον, τὴν ἱ­ε­ρὰν ὑ­μῶν μνή­μην, ἑ­ορ­τά­ζο­μεν, ἐν εὐ­φρο­σύνῃ καρ­δίας, ὑ­μᾶς μα­κα­ρί­ζον­τες.


Με­γα­λυ­νά­ριον τῶν Ἀ­πο­στό­λων.

Ἡ τῶν Ἀ­πο­στό­λων θεία τε­τράς, Πρό­χορε Νι­κά­νορ, καὶ σὺν Τί­μωνι Παρ­με­νᾶς, ὡς τῆς εὐ­σε­βείας δι­ά­κο­νοι καὶ μύ­σται, μυ­στα­γω­γεῖν τὰ κρείττω, ἡ­μᾶς μὴ παύ­ση­σθε.


29. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Καλ­λι­νί­κου καὶ τῆς Ἁ­γίας Μάρ­τυ­ρος Θε­ο­δό­της.


Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος. Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ὁ Μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186).


Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος.

Ἦ­χος γ´. Θείας πί­στεως.

Κλῆ­σιν σύν­δρο­μον, ἔ­χων τῷ βίῳ, νί­κην κάλ­λι­στον, ἦ­ρας ἐν ἄ­θλοις, κα­ταλ­λή­λως γε­γο­νὼς ὃ προ­κέ­κλη­σαι· σὺ γὰρ κα­λῶς τὸν ἀ­γῶνα τε­λέ­σας σου, ὡς νι­κη­τὴς ἐ­δο­ξά­σθης Καλ­λί­νικε. Μάρ­τυς ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.




Ἀ­πο­λυ­τί­κιον τῆς Μάρ­τυ­ρος. Ἦ­χος δ´. Κα­τε­πλάγη Ἰ­ω­σήφ.

Ἡ ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).




Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῆς Μάρ­τυ­ρος.

Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.



Ὡς δῶ­ρον ἐ­κλε­κτόν, Θε­ο­δότη θε­ό­φρον, προ­σή­γα­γες Θεῷ, τοὺς ἐν­θέ­ους βλα­στούς σου· σὺν τού­τοις γὰρ ἠ­γώ­νι­σαι, ἱ­ε­ρῶς ἐ­να­θλή­σασα, μεθ᾿ ὧν πρέ­σβευε, ὑ­πὲρ ἡ­μῶν τῷ Κυ­ρίῳ, δοῦ­ναι ἄ­φε­σιν, ἁ­μαρ­τιῶν ἡ­μῖν πᾶσι, καὶ βίου δι­όρ­θω­σιν.


Κον­τά­κιον τοῦ Μάρ­τυ­ρος.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Ταῖς ἐ­πομ­βρί­αις τῶν ἐν­θέων σου λό­γων, τῆς ἀ­σε­βείας κα­τα­σβέ­σας τὴν φλόγα, μαρ­τυ­ρι­κοῖς δι­έ­λαμ­ψας ἀ­γῶσι σοφέ· ὅ­θεν καὶ εἰ­σέ­δρα­μες τῇ κα­μίνῳ προ­θύ­μως, ἐκ­βοῶν Καλ­λί­νικε, τῷ ἰ­σχύν σοι δι­δόντι· ἐν τῷ φωτί με ἴ­θυ­νον τῷ σῷ, τὸν ἐν πυρί σε Χρι­στέ με­γα­λύ­ναντα.


Κον­τά­κιον τῆς Μάρ­τυ­ρος.

Ἦ­χος ὁ αὐ­τός. Ἐ­πε­φά­νης σή­με­ρον.

Ὡς μη­τέρα βλέ­πον­τες εὐ­φραι­νο­μέ­νην, ἐπὶ τέ­κνοις σή­με­ρον τὴν Θε­ο­δό­την τὴν σε­μνήν, ταύ­της τὴν ἄ­θλη­σιν μέλ­ψω­μεν, τὸν στε­φο­δό­την Χρι­στόν με­γα­λύ­ναν­τες.


Με­γα­λυ­νά­ριον τοῦ Μάρ­τυ­ρος.

Ἄν­θραξι τῶν λό­γων σου τῶν σο­φῶν, ὕ­λην ἀ­σε­βείας, κα­τα­φλέ­ξας ἀ­θλη­τι­κῶς, ὡς τερ­πνὴ θυ­σία, διὰ πυ­ρὸς προ­σή­χθης, Καλ­λί­νικε παμ­μά­καρ, τῷ ἀ­θλο­θέτῃ σου.


Με­γα­λυ­νά­ριον τῆς Μάρ­τυ­ρος.

Δό­σιν Θε­ο­δότη πα­νευ­πρεπῆ, οὓς ἐ­τι­θη­νήσω, εὐ­σε­βείας τῇ ἀ­παρχῇ, τῷ Θεῷ προ­σφέ­ρεις, ἀ­θλη­τι­κοῖς ἀ­γῶσι, μεθ᾽ὧν καὶ δο­ξα­σθεῖσα, ἡ­μῶν μνη­μό­νευε.


30. Τῶν Ἁ­γίων Ἀ­πο­στό­λων ἐκ τῶν Ἑ­βδο­μή­κοντα, Σίλα, Σι­λου­α­νοῦ, Κρή­σκεν­τος, Ἐ­παι­νε­τοῦ καὶ Ἀν­δρο­νί­κου.


Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος γ´.

Ἀ­πό­στο­λοι ἅ­γιοι. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Οἱ θεῖοι Ἀ­πό­στο­λοι, ὡς οὐ­ρα­νοὶ λο­γι­κοί, τὴν δό­ξαν ἀ­στρά­ψαν­τες, τοῦ κε­νω­θέν­τος ἐν γῇ, συμ­φώ­νως ὑ­μνεί­σθω­σαν, Κρή­σκης, Σι­λου­α­νός τε, καὶ ὁ ἔν­θεος Σί­λας, ἅμα σὺν Ἀν­δρο­νίκῳ, Ἐ­παι­νε­τὸς ὁ θε­ό­φρων· Χρι­στὸν γὰρ ἱ­κε­τεύ­ουσι, σῴ­ζε­σθαι ἅ­παν­τας.


Κον­τά­κιον.


Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.

Εἰς τὰ τοῦ κό­σμου δρα­μόν­τες πλη­ρώ­ματα, θε­ο­γνω­σίας τὸν λό­γον ἐ­σπεί­ρατε· καὶ στά­χυν πο­λύ­χουν δρε­ψά­με­νοι, τῷ Βα­σι­λεῖ τῶν ἁ­πάν­των προ­σή­ξατε, Ἀ­πό­στο­λοι Χρι­στοῦ πα­να­οί­δι­μοι.


Με­γα­λυ­νά­ριον.

Χαί­ρετε Ἀ­πό­στο­λοι τοῦ Χρι­στοῦ, Ἀν­δρό­νικε Σίλα, καὶ θε­ό­φρον Σι­λου­ανέ, σὺν Ἐ­παι­νετῷ τε, καὶ Κρή­σκεντι τῷ θείῳ, τῆς ἀ­λη­θοῦς σο­φίας ἐν­δι­αι­τή­ματα.


31.Προ­ε­όρ­τια τῆς προ­ε­λεύ­σεως τοῦ Τι­μίου Σταυ­ροῦ καὶ τοῦ Ἁ­γίου καὶ Δι­καίου Εὐ­δο­κί­μου.


Ἀ­πο­λυ­τί­κιον τῶν Προ­ε­ορ­τίων. Ἦ­χος α´. Χο­ρὸς ἀγ­γε­λι­κός.

Τὸν Τί­μιον Σταυ­ρόν, τὸ σω­τή­ριον ὅ­πλον, δε­ξώ­μεθα πι­στοί, κα­θαρᾷ δι­α­νοίᾳ· προ­έρ­χε­σθαι μέλ­λει γάρ, θείαν χά­ριν δω­ρού­με­νος, καὶ ἰ­ώ­με­νος, ψυ­χῶν ὁ­μοῦ καὶ σω­μά­των, τὰ νο­σή­ματα, δι᾿ ἐ­νερ­γείας ἀῤ­ῥή­του, Χρι­στοῦ τοῦ Θεοῦ ἡ­μῶν.


Ἀ­πο­λυ­τί­κιον τοῦ Ἁ­γίου Εὐ­δο­κί­μου.
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ἐκ γῆς ὁ κα­λέ­σας σε, πρὸς αἰ­ω­νί­ους μο­νάς, τη­ρεῖ καὶ μετὰ θά­να­τον ἀ­δι­α­λώ­βη­τον, τὸ σῶμά σου, Ἅ­γιε· σὺ γὰρ ἐν σω­φρο­σύνῃ, καὶ σε­μνῇ πο­λι­τείᾳ, μά­καρ ἐ­πο­λι­τεύσω, μὴ μο­λύ­νας τὴν σάρκα· διὸ ἐν παῤ­ῥη­σίᾳ Χρι­στῷ, πρέ­σβευε σω­θῆ­ναι ἡ­μᾶς


Κον­τά­κιον τῶν Προ­ε­ορ­τίων.


Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Ὡς θεία λαμ­πάς, προ­έρ­χε­ται τοῖς πέ­ρασι, Χρι­στοῦ ὁ Σταυ­ρός, δι᾿ οὗ ζωὴ δε­δώ­ρη­ται· προ­σέλ­θω­μεν οὖν ἄν­θρω­ποι, καὶ ῥυ­σθῶ­μεν τού­του τῇ χά­ριτι· ὁ γὰρ ἐν τούτῳ προ­σπα­γείς, πα­ρέ­χει τοῖς πᾶ­σιν, ἱ­λα­σμὸν καὶ ζωήν.


Κον­τά­κιον τοῦ Ἁ­γίου Εὐ­δο­κί­μου.

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Ἡ σε­πτή σου σή­με­ρον, ἡ­μᾶς συ­νή­θροισε μνήμη, ἐν τῇ θείᾳ λάρ­νακι, τῶν ἱ­ε­ρῶν σου λει­ψά­νων· πάν­τες οὖν οἱ προ­σι­όν­τες καὶ προ­σκυ­νοῦν­τες, ἅ­πα­σαν, δαι­μό­νων βλά­βην ἀ­πο­σο­βοῦν­ται, καὶ ποι­κί­λων νο­ση­μά­των, λυ­τροῦν­ται τά­χος, μά­καρ Εὐ­δό­κιμε.


Με­γα­λυ­νά­ριον τῶν Προ­ε­ορ­τίων.

Δεῦτε καὶ δε­ξώ­μεθα εὐ­λα­βῶς, κα­θα­ραῖς ἐν­νοί­αις, τὸν πα­ν­άγιον νῦν Σταυ­ρόν· αἵ­ματι γὰρ θείῳ Χρι­στοῦ κα­τηρ­δευ­μέ­νος, βλυ­στά­νει ἀ­κε­νώ­τως, πᾶ­σιν ἰ­ά­ματα.




Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου Εὐ­δο­κί­μου.

Εὐ­δό­κι­μος πέ­φη­νας τῷ Θεῷ, ἐν δι­και­ο­σύνῃ, τὸν σὸν βίον δι­α­δρα­μών· ὃ λα­θὼν γὰρ ἔ­σχες, ἐ­γνώ­σθη μετὰ τέ­λος, Εὐ­δό­κιμε θε­ό­φρον, πρὸς θείαν αἴ­νε­σιν.




https://wra9.blogspot.com/2024/07/blog-post.html

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible