Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΛΕΣ ΟΙ ΟΜΙΛΙΕΣ ΤΟΥ Π. ΣΑΒΒΑ

ΟΛΕΣ ΟΙ ΟΜΙΛΙΕΣ ΤΟΥ Π. ΣΑΒΒΑ

https://livestream.com/accounts/25545482

ΚΥΡΗΓΜΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑ ΖΩΝΤΑΝΑ ΑΠΟ ΤΗΝ Ι. ΜΟΝΗ ΑΓΙΑΣ ΤΡΙΑΔΑΣ ΕΔΕΣΑΣ

ΟΜΙΛΙΑ ΖΩΝΤΑΝΑ ΑΠΟ ΤΗΝ Ι. Μ. ΑΓΙΑΣ ΤΡΙΑΔΑΣ ΕΔΕΣΣΑΣ

ΟΜΙΛΙΑ ΖΩΝΤΑΝΑ ΑΠΟ ΤΗΝ Ι. Μ. ΑΓΙΑΣ ΤΡΙΑΔΑΣ ΕΔΕΣΣΑΣ

ΚΗΡΥΓΜΑ


Δευτέρα, 24 Ιουλίου 2017

Πρός τόν Θεσσαλονίκης

Ἐπιστολή τοῦ ἁγιωτάτου μοναχοῦ Λαζάρου

(Περιλαμβάνεται στήν γαλλική ἔκδοση
τῶν πρακτικῶν τῆς συνόδου τῆς Λυών, 1273-1277)

Ὑμεῖς γάρ οἱ τό δικαίωμα τοῦ Θεοῦ γινώσκοντες, ὅτι οἱ τάς αἱρέσεις τῇ ἐκκλησίᾳ Χριστοῦ παρεισάγοντες ἄξιοι θανάτου εἰσίν, οὐ τοῦτο μόνον ποιεῖτε, ἀλλά καί πάντας παρωθεῖτε τοῦ ἀσεβεῖν

‘’Καιρός τοῦ λαλεῖν καί καιρός τοῦ σιωπᾶν’’ τοῖς ἀνθρώποις παρά τοῦ Σολομῶντος ἀφόρισται. Ἔστι γάρ οὖ τοῦ λέγειν ἀσφαλέστερον ἡ σιωπή καί ἔστιν οὖ τῆς σιωπῆς ὁ λόγος λυσιτελέστερος. Ἀλλ’ ὁ σοφός Σολομών οὕτω μέτρα καί σταθμούς λόγων καί σιωπῆς πᾶσιν ἐπέταξεν, ἡμῖν δέ, κατανωτιζομένοις ἐν καλῷ τόν Σολομῶντα καί τά τοῦ Σολομῶντος, καιρός ἀεί τοῦ λαλεῖν.
Κεκραγέναι γάρ αἱ πράξεις ὑμῶν ἀναγκάζουσιν.
‘’Ἱερεῖς ἵνα τί παρεσιωπήσατε ἀσεβείας καί ἐφάγετε καρπόν ψευδῆ;
Ἵνα τί ὑπάρχουσιν ἐν ὑμῖν διαλογισμοί πόνων, οἵτινες οὔκ ὠφελήσουσιν ὑμᾶς;
Ἵνα τί δέ πεποίθατε ἐπί λόγοις ψευδέσιν, ἐφ’ οὕς ὅταν δόξητε κατεστηρίχθαι, τότε πεσεῖσθε;
Ἵνα τί ἐβουλεύσασθε κατά τοῦ Θεοῦ πονηρά; Πάντες γάρ ὑμεῖς ἠνομήσατε καί πάντες ὑμεῖς ἠσεβήσατε’’.
Οἴμοι, οὕς ἐδόκουν εἶναι ποιμένας , τούτους λύκους ὁρῶ, καί οὕς ἐδόκουν εἶναι τῶν χειμαζομένων λιμένας, οὗτοι ναυάγια γεγόνασιν.
‘’Περιδράμετε , λέγει Κύριος, καί ἴδετε καί γνῶτε καί ζητήσατε ἐάν εὕρητε εἰ ἔστι ποιῶν κρῖμα καί ζητῶν πίστιν, καί ἵλεως ἔσομαι αὐτοῖς’’.
Οὔ φρίττεις τί βοᾶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος; ‘’Τούς γάρ πάντας, φησί, φανερωθῇναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τά διά τοῦ σώματος πρός ἅ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε πονηρόν’’.
Πῶς οὖν τῇ ἐκκλησίᾳ Χριστοῦ ὠρήξατε λάκκον ἀσεβείας, ‘’ἧς πύλαι ἅδου οὐ κατισχύσουσι’’, καί οὐκ ἐφοβήθητε τόν ὁρῶντα Θεόν, οὔτε τούς παρόντας ἀγγέλους ἠσχύνθητε;
Ὠρύξατε μέν βόθρον, ἀλλ’ ἐν αὐτῷ πεσεῖσθε.  
Τί οὖν ἀπολογήσεσθε ‘’ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεός τά κρυπτά τῶν ἀνθρώπων’’, ὅτε μέλλει ‘’ἐκζητήσειν ἐξ ὑμῶν τῶν ἱερέων τό αἷμα τῶν ἁπολλυμένων ψυχῶν’’.
Νοήσατε ὅ ἐστε, γνῶτε καί σύνετε ὅν ἀναγινώσκετε νόμον. Μνήσθητε ὅτι θάνατός οὐ χρονιεῖ. Καί ἀρετῆς μέν σημεῖον οὐκ οἶδα εἰ ἐπεδείξασθε, ‘’ἐν δέ τῇ κακίᾳ ὑμῶν καταδαπανηθήσεσθε’’.
Ὑμεῖς γάρ οἱ τό δικαίωμα τοῦ Θεοῦ γινώσκοντες, ὅτι οἱ τάς αἱρέσεις τῇ ἐκκλησίᾳ Χριστοῦ παρεισάγοντες ἄξιοι θανάτου εἰσίν, οὐ τοῦτο μόνον ποιεῖτε, ἀλλά καί πάντας παρωθεῖτε τοῦ ἀσεβεῖν.
Μέλλεις γάρ καί σαὐτοῦ τήν ψυχήν ζημιωθῆναι καί τῆς οἰκουμένης ἁπάσης ἀπαιτηθῆναι.
Πατριάρχης Ιωσήφ Α΄
Ο Ιωσήφ Α΄ διετέλεσε Πατριάρχης Κωνσταντινουπόλεως τις περιόδους 1266[1] - 1275 και 1282 - 1283.
Μετά το θάνατο της γυναίκας του εκάρη μοναχός και εξελέγη Πατριάρχης μετά την παραίτηση του Γερμανού Γ΄. Στις 2 Φεβρουαρίου 1267 ήρε το ανάθεμα κατά του Αυτοκράτορα Μιχαήλ Η΄ Παλαιολόγου[2]. Ήταν ανθενωτικός και αντιτάχθηκε[3] στην απόφαση του Αυτοκράτορα να στείλει εκπροσώπους στη Σύνοδο της Λυών (1274). Μετά τη Σύνοδο της Λυών, υποχρεώθηκε να παραιτηθεί και διάδοχός του επελέγη ο Ιωάννης Βέκος, ο οποίος στο μεταξύ είχε υιοθετήσει πιο ενωτικές θέσεις[4].
Μετά το θάνατο του Αυτοκράτορα το 1282, ο Ιωάννης καθαιρέθηκε από τον Ανδρόνικο Β΄ Παλαιολόγο και ο Ιωσήφ ανήλθε εκ νέου στο Θρόνο στις 31 Οκτωβρίου, αλλά το Μάρτιο του 1283 πέθανε[5].
Ανακηρύχθηκε άγιος και η Ορθόδοξη Εκκλησία τιμά τη μνήμη του στις 30 Οκτωβρίου.

πηγή: ἠλεκτρονικό ταχυδρομεῖο

Δεν υπάρχουν σχόλια:

ΠΡΟΤΕΙΝΟΜΕΝΑ



ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr
Related Posts Plugin for WordPress, Blogger...

ΑΚΟΥΣΤΕ ΚΑΙ ΜΕΤΑΦΟΡΤΩΣΤΕ ΟΜΙΛΙΕΣ

ΕΤΙΚΕΤΕΣ- ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ