Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Πέμπτη, 24 Οκτωβρίου 2013

Ὡδή τρίτη



( Α΄Βασιλειῶν κεφ. β΄)

Θεόν γεραίρει στεῖρα τίκτουσα ξένως.
Ἅγιος εἶ, Κύριε, καί σέ ὑμνεῖ τό πνεῦμα μου.

1. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν θεῷ μου·

ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τό στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.



2. ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καί οὐκ ἔστι δίκαιος ὡς ὁ Θεός ἡμῶν·
οὐκ ἔστιν ἅγιος πλήν σου.



3. μή καυχᾶσθε καί μή λαλεῖτε ὑψηλά, μή ἐξελθέτω μεγαλορρημοσύνη
ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεός γνώσεως Κύριος καί Θεός ἑτοιμάζων
ἐπιτηδεύματα αὐτοῦ.
4. τόξον δυνατῶν ἠσθένησε, καί οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·



5. πλήρεις ἄρτων ἠλαττώθησαν, καί οἱ πεινῶντες παρῆκαν γῆν·
ὅτι στεῖρα ἔτεκεν ἑπτά, καί ἡ πολλή ἐν τέκνοις ἠσθένησε.

6. Κύριος θανατοῖ καί ζωογονεῖ, κατάγει εἰς ᾅδου καί ἀνάγει·
7. Κύριος πτωχίζει καί πλουτίζει, ταπεινοῖ καί ἀνυψοῖ.


8. ἀνιστᾷ ἀπό γῆς πένητα καί ἀπό κοπρίας ἐγείρει πτωχόν τοῦ καθίσαι
αὐτόν μετά δυναστῶν λαοῦ καί θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.


9. διδούς εὐχήν τῷ εὐχομένῳ καί εὐλόγησεν ἔτη δικαίου·
ὅτι οὐκ ἐν ἰσχύι δυνατός ἀνήρ,

10. Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος·
μή καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καί
μή καυχάσθω ὁ δυνατός ἐν τῇ δυνάμει αὐτοῦ, καί
μή καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καί
γινώσκειν τόν Κύριον καί ποιεῖν κρίμα καί δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
Κύριος ἀνέβη εἰς οὐρανούς καί ἐβρόντησεν, αὐτός κρινεῖ ἄκρα γῆς δίκαιος ὤν
καί δίδωσιν ἰσχύν τοῖς βασιλεῦσιν ἡμῶν καί ὑψώσει κέρας χριστοῦ αὐτοῦ.




Τέλος καί τῷ Θεῷ δόξα!

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΑΚΟΥΣΤΕ ΚΑΙ ΜΕΤΑΦΟΡΤΩΣΤΕ ΟΜΙΛΙΕΣ

ΕΤΙΚΕΤΕΣ- ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ

Related Posts Plugin for WordPress, Blogger...