Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Τρίτη, 24 Μαρτίου 2015

«Ἑρμηνεία στον Α΄Κανόνα τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου»


Ἅγιος Νικόδημος Ἁγιορείτης

Τροπάριον.

Βοῶ σοι γηθόμενος· κλῖνον τό οὖς σου καί πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον· εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἥν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.

Ἑρμηνεία

Τό Τροπάριον τοῦτον λέγεται ἐκ μέρους τοῦ Ἀγγέλου· ἐρανίσθη δέ ἀπό τό Δαβιτικόν ἐκεῖνο ρητόν τό λέγον· «Ἄκουσον Θύγατερ καί ἴδε, καί κλῖνον τό οὖς σου» (Ψαλ. μδ´ 10). Λέγει λοιπόν πρός τήν Θεοτόκον ὁ Ἄγγελος· ἐγώ Δέσποινα τοῦ παντός, ἀποσταλείς ἐκ Θεοῦ, βοῶ εἰς ἐσέ χαίρων ἀσπασμόν παράδοξον καί σωτηριώδη. Βοῶ δέ εἶπεν ὁ Μελωδός, ὄχι διότι ἐβόησεν ὁ Ἀρχάγγελος καί ἐφώναξε πρός τήν Παρθένον τό, Χαῖρε, ἀλλά διότι ἔλαβεν ἀνάγκην νά γράψῃ ἐν τῷ δευτέρῳ τούτῳ Τροπαρίῳ τό στοιχεῖον β´. Ὅτι δέ ὁ Ἄγγελος ἡσύχως εἶπε πρός τήν Παρθένον τό, Χαῖρε, καί ὄχι μετά βοῆς, ἵνα μή ταράξῃ αὐτήν, βεβαιοῖ ὁ θεῖος Ἀνδρέας ὁ Κρήτης, πανηγυρίζων εἰς τήν αὐτήν καί λέγων· «Ταῦτα διστάσας καθ᾿ ἑαυτόν ὁ Γαβριήλ, ἐπέστη τῇ παστάδι, καί προφθάσας τόν θάλαμον, καθ᾿ ὅν ἡ Παρθένος ᾠκίζετο, ἡσυχῇ τῇ θύρᾳ προσήγγισε· καί γενόμενος ἔνδον, πραείᾳ τῇ φωνῇ τῇ Παρθένῳ προσεῖπε· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ».Ἴσως δέ μέ τό «Βοῶ» σημαίνει ὁ Μελωδός ὄχι τήν αἰσθητήν βοήν τοῦ σώματος, ἀλλά τήν νοητήν τῆς ψυχῆς. Ὅθεν κλῖνον τά θεῖά σου ὦτα, Παρθένε, καί πρόσεχε εἰς τά λόγιά μου. Κλῖνον δέ εἶπε τά ὦτά σου εἰς ἐμέ, διά νά δείξῃ τῆς Παρθένου τό μεγαλεῖον καί τό ἀνώτερον αὐτῆς ἀξίωμα ἀπό τό ἰδικόν του· καθώς γάρ οἱ δοῦλοι, μή τολμῶντες νά πλησιάσουν εἰς τούς αὐθέντας των καί νά λαλήσουν πρός αὐτούς, παρακαλοῦσιν ἐκείνους νά κλίνωσι τά ὦτά των πρός τούς δούλους· οὕτω καί ὁ Ἀρχάγγελος Γαβριήλ, βλέπων ὑψηλοτέραν ἀπό τόν ἑαυτόν του τήν Παρθένον, παρακαλεῖ αὐτήν νά κλίνῃ τά ὦτά της διά νά τοῦ ἀκούσῃ κάτω εὑρισκομένου.

Ἐγώ μηνύω καί εὐαγγελίζομαι εἰς ἐσέ μίαν σύλληψιν, ὄχι ὡσάν τάς συλλήψεις τῶν ἄλλων ἀνθρώπων, αἵ τινες γίνονται μέ συνουσίαν ἀνδρός, καί ἀκολούθως μέ ἐμπαθῆ ἡδονήν, ἀλλά εὐαγγελίζομαι εἰς ἐσέ σύλληψιν γενομένην χωρίς σποράν· τοιαύτη γάρ πρέπει νά εἶναι ἡ τοῦ Θεοῦ Λόγου σύλληψις, ἀνωτέρα πάσης ἐμπαθοῦς ἡδονῆς. Ὅθεν εἶπεν ὁ Χρυσορρήμων «Ἕτερος πάλιν τῶν Προφητῶν εἶπεν (ὁ Ἡσαΐας δηλ.), εἴδομεν αὐτόν ὡς παιδίον, ὡς ρίζαν ἐν γῇ διψώσῃ· γῆν δέ διψῶσαν τήν μήτραν λέγει τήν παρθενικήν διά τό μή δέξασθαι σπέρμα ἀνθρώπου, μηδέ συνουσίας ἀπολαύσαι, ἀλλά χωρίς γάμων αὐτήν τεκεῖν» (Λόγῳ εἰς τό «Πάτερ, εἰ δυνατόν», Τόμῳ Ε´ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως). Ὁμοίως καί ὁ Θεοδώριτος, «Ὡς ρίζα ἐν γῇ διψώσῃ» (Ἡσ. νγ´ 2). Κατά δέ τόν Ἀκύλαν, «Ἡ ρίζα ἀπό γῆς ἀβάτου· προείπομεν, φησίν, σήν ἐκ Παρθένου Γέννησιν· αὐτήν γάρ ἄβατον καί διψῶσαν προσηγόρευσεν, ὡς ἴχνος ἀνδρός καί γαμικόν ὑετόν οὐδαμῶς δεξαμένην».
Διά τί δέ ἡ σύλληψις τῆς Παρθένου ἔγινεν ἄσπορος καί ἀνήδονος; Διά δύο αἴτια· πρῶτον, ἵνα καθαράν καί καινήν ἀναλάβῃ εἰς τήν ἰδικήν του ὑπόστασιν ὁ τοῦ Θεοῦ Υἱός τήν τοῦ Ἀδάμ φύσιν, καθώς ἦτον πρό τῆς παραβάσεως· καθότι ἡ ἐμπαθής ἡδονή, δι᾽ ἧς συλλαμβάνονται οἱ ἄνθρωποι, ἀποτέλεσμά ἐστι τῆς τοῦ Ἀδάμ παραβάσεως. Διά τοῦτο ὁ  Ἱεροσολύμων Σωφρόνιος, «καί μή νόει μοι, φησίν, ὦ Παρθένε, τῶν ἄλλων γυναικῶν τήν σύλληψιν. Ἰδού συλλήψῃ ἐν γαστρί σύλληψιν ἄσπορον, σύλληψιν ἄρρητον, σύλληψιν ἔνθεον, ἥν οὐκ ἀνδρός ἐγεώργησε σύνοδος, οὐκ ἄρρενος εἴργασται σύμβασις, ἥν ἀνθρώπων ἐξειπεῖν οὐδείς ὁ δυνάμενος». Καί Γρηγόριος ὁ Θεσσαλονίκης πανηγυρίζων εἰς τήν ἑορτήν λέγει· «Εἰ γάρ ἐκ σπέρματος συνελήφθη ὁ Χριστός, οὐκ ἄν ἦν καινός ἄνθρωπος, οὐδ᾽ ἀναμάρτητος ἦν καί τῶν ἁμαρτανώντων Σωτήρ· ἡ γάρ τῆς σαρκός πρός γέννησιν κίνησις, ἀνυποτάκτως ἔχουσα πρός τό ἡγεμονεύειν τόν ἐν ἡμῖν παρά Θεοῦ τεταγμένον νοῦν, οὐκ ἐκτός παντάπασιν ἁμαρτίας ἐστι· διό καί ὁ Δαβίδ ἔλεγεν, “Ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ Μήτηρ μου”. Εἰ γοῦν ἐκ σπέρματος ἦν ἡ τοῦ Χριστοῦ σύλληψις, οὐκ ἄν ἦν καινός ἄνθρωπος, οὐδέ τῆς καινῆς καί μηδαμῶς παλαιουμένης ζωῆς ἀρχηγός τε καί χορηγός· τοῦ γάρ παλαιοῦ κόμματος ὤν, καί κληρονόμος ἐκείνου τοῦ πταίσματος, οὔκ ἄν ἐδυνήθη τό πλήρωμα ἐν ἑαυτῷ φέρειν τῆς ἀκηράτου Θεότητος, καί πηγήν ποιῆσαιτήν σάρκα τοῦ ἁγιασμοῦ ἀνεξάντλητον, ὡς καί τῶν προπατόρων ἐκείνων τόν μολυσμόν ἀποπλῦναι περιουσίᾳ δυνάμεως, καί τοῖς ἑξῆς ἀρκεῖν πρός ἁγιασμόν ἅπασιν».
Δεύτερον, ἀνωτέρα ἡδονῆς ἦτον ἡ τοῦ Θεοῦ Λόγου σύλληψις, ἵνα καθώς ἀσπόρως καί ἀνηδόνως συνελήφθη, οὕτω καί ἀφθόρως καί ἀνωδύνως γεννηθῇ· παρεπόμενα γάρ ταῦτα τά δύο εἶναι μεταξύ των· καί ὅπου ἀκολουθήσῃ ἡδονική σύλληψις, ἐκεῖ ἑπομένως συνακολουθεῖ καί ὀδυνηρά γέννησις· ἐκ τοῦ ἐναντίου δέ, ὅπου σύλληψις ἡδονική δέν ἀκολουθεῖ, ἐκεῖ δέν ἀκολουθεῖ καί ὀδυνηρά γέννησις· διά τοῦτο εἶπεν ὁ θεῖος Νύσσης Γρηγόριος·«Ὅτι δέ ἀπόνως γέγονεν ἡ ὠδίς, πρῶτον μέν σε τό εἰκός διδαξάτω· ἐπειδή γάρ πᾶσα ἡδονή συνημμένον ἔχει τόν πόνον, ἀνάγκη πᾶσα ἐπί τῶν συνημμένως θεω ρουμένων, τοῦ ἑνός μή ὄντος, μηδέ τό ἕτερον εἶναι. Ὅπου τοίνυν ἡδονή τοῦ τόκου οὐ προκαθηγήσατο, οὐδέ ὁ πόνος ἐπηκολού θησεν» (Λόγος α’ εἰς τό Ἅγιον Πάσχα). Καί ὁ θεοφόρος Μάξιμος· «Ὁ Ἀδάμ παρακούσας, ἐξ ἡδονῆς ἄρχεσθαι τήν τῆς φύσεως ἐδίδαξε γέννησιν· ὁ Κύριος ταύτην ἐξοικίζων τῆς φύσεως, τήν ἐκ σπορᾶς οὐ προσήκατο σύλληψιν» (Κεφάλαιον ιδ’ τῆς Γ’ ἑκατοντάδος τῶν Θεολογικῶν). Καί Θεοφάνης ὁ Κεραμεύς πανηγυρίζων εἰς τήν ἑορτήν λέγει· «Ἐπί τῆς Εὔας μέν αἱ λύπαι τῆς ὠδῖνος ἠγήσαντο, ἐνταῦθα δέ χαρά τόν τόκον μεμαίευται· ἀπόβλητος γάρ τῆς Παρθένου γέγονεν ἡ ὠδίς. Διά τί; Ἐπειδή ὅπου πᾶσα ἡδονή τοῦ τόκου οὐ καθηγήσατο, οὐδέ ὁ πόνος ἐπηκολούθησε». Τοῦτο δέ καί ἡ προφητεία Ἡσαΐου προεχρησμῴδησε· «Πρίν ἐλθεῖν τόν πόνον τῶν ὠδίνων αὐτῆς, ἐξέφυγε καί ἔτεκεν ἄρσεν».
Ἀκολούθως δέ φέρει ὁ Μελωδός τόν λόγον ὅπου εἶπεν ὁ Ἄγγελος πρός τήν Παρθένον· «Μή φοβοῦ Μαριάμ· εὕρες γάρ χάριν παρά τῷ Θεῷ» (Λουκ. α’ 30). Ἐσύ, λέγει, ὦ Παρθένε, τόσην πολλήν καί μεγάλην χάριν εὑρῆκες κοντά εἰς τόν Θεόν, ὁποίαν δέν εὑρῆκε ποτέ καμμία ἄλλη ἀπό τάς ἀπ᾽ αἰῶνος ἁγίας καί δικαίας γυναίκας, οὔτε ἡ Σάρρα, οὔτε ἡ Ρεββέκα, οὔτε ἡ Σωσάννα. Ὅθεν συμφώνως εἶπε καί ὁ θεῖος Ἱεροσολύμων Σωφρόνιος, πανηγυρίζων λαμπρῶς εἰς τήν ἑορτήν· «Μή φοβοῦ Μαριάμ· εὕρες γάρ χάριν παρά τῷ Θεῷ τήν ὑπέρλαμπρον· εὕρες χάριν παρά τῷ Θεῷ τήν πολύευκτον· εὕρες χάριν παρά τῷ Θεῷ τήν ὑπέρφωτον· εὕρες χάριν παρά τῷ Θεῷ τήν ἀμείωτον· εὕρες χάριν παρά τῷ Θεῷ τήν σωτήριον· εὕρες χάριν παρά τῷ Θεῷ τήν ἀΐδιον· εὕρες χάριν, ἧν οὐδείς ἐθεάσατο· εὕρες χάριν, ἧν οὐδείς ἐδέξατο. Πολλοί μέν πρό σοῦ καί ἄλλοι γεγόνασιν ἅγιοι, ἀλλ᾽ οὐδείς κατά σέ κεχαρίτωται· οὐδείς κατά σέ μεμακάρισται· οὐδείς κατά σέ καθηγίασται· οὐδείς κατά σέ μεμεγάλυνται· οὐδείς κατά σέ προκεκάθαρται· οὐδείς κατά σέ ὑπερύψωται· οὐδείς γάρ τῷ Θεῷ κατά σέ προσεπέλασεν· οὐδείς κατά σέ Θεοῦ χάριν ἐδέξατο. Πάντα νικᾷς τά πρός Θεοῦ δοθέντα τοῖς πᾶσι δωρήματα».
Καί Ἀνδρέας ὁ Κρήτης οὕτω πανη γυρίζει «Μή φοβοῦ Μαριάμ·εὗρες γάρ χάριν παρά τῷ Θεῷ χάριν, ἥν οὐκ ἐδέξατο Σάρρα, ἥν οὐκ ἔγνω Ρεββέκα, ἥν Ραχήλ οὐκ ἐγνώρισεν· εὗρες χάριν, ἧς ἡ ἐξάκουστος οὐκ ἠξίωται Ἄννα, οὔτε Φεννάνα ἡ ταύτης ἀντίθετος· ὅσον αἱ μέν ἐξ ἀτέκνων Μητέρες πεφήνασι, συναποβαλοῦσαι τῇ παρθενίᾳ τήν στείρωσιν· σύ δέ μετά τοῦ εἶναι Μήτηρ καί τό παρθενεύειν ἀναφαίρετον ἕξεις. Μή τοίνυν φοβοῦ· εὗρες γάρ χάριν παρά τῷ Θεῷ· χάριν, ἥν οὐδείς εὗρε τῶν ἀπ᾽ αἰῶνος, ὡς σύ. Καί τίς ἄν γένοιτο χάρις τοιαύτῃ παρά τῷ Θεῷ τό ἐξαίρετον ἔχουσα;» Χαριέστατα δέ εἶναι καί τά τοῦ Νύσσης Γρηγορίου λόγια, οὕτω πανηγυρίζοντος εἰς τήν ἑορτήν· «Μή φοβοῦ Μαριάμ· εὗρες γάρ χάριν παρά τῷ Θεῷ· ὑπέρ τήν Κτίσιν ἐκαλλωπίσθης· ὑπέρ τούς ἀνθρώπους ἐφαιδρύνθης· ὑπέρ τόν Ἥλιον ἔλαμψας· ὑπέρ τούς Ἀγγέλους ὑψώθης· οὐκ ἀνελήφθης εἰς Οὐρανούς, ἀλλ᾽ ἐπί τῆς γῆς ἱσταμένη, τόν οὐράνιον Δεσπότην καί Βασιλέα ἐπεσπάσω πρός σεαυτήν».

Τροπάριον

Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ρημάτων ἡ δύναμις· πῶς ἔσται ὅ εἴρηκας; λέγε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δέ καί γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;

Ἑρμηνεία

Ἀποκριτικόν πρός τό ἀνωτέρω εἶναι τό Τροπάριον τοῦτο, καί λέγεται ἐκ μέρους τῆς Θεοτόκου πρός τόν Ἄγγελον. Λέγει οὖν πρός αὐτόν ἡ Θεοτόκος· ἄς γνωρισθῇ εἰς ἐμέ, ὦ Ἄγγελε, ἡ δύναμις: ἤτοι ἡ ἀλήθεια τῶν ἰδικῶν σου λόγων, καί εἰπέ μοι φανερώτατα, πῶς θέλει γένῃ τοῦτο ὅπου μοι εἶπας; ἤ πῶς ἐγώ θέλω συλλάβῃ Υἱόν, εἰς καιρόν ὅπου εἶμαι Παρθένος, καί ἄνδρα ποτέ δέν ἐγνώρισα; καί τό πλέον παραδοξότερον, πῶς ἐγώ θέλω γένῃ Μήτηρ, ὄχι κανενός κτίσματος, ἀλλ᾽ αὐτοῦ τοῦ ἰδίου μου Κτίστου, καί παντός τοῦ Κόσμου Δημιουργοῦ; Ἐρανίσθη δέ τοῦτο ὁ Μελωδός ἀπό τά λόγια τῆς Παρθένου, τά ὁποῖα εἶπε πρός τόν Ἄγγελον, καθώς τά ἀναφέρει ὁ Εὐαγγελιστής Λουκᾶς· «Εἶπε δέ Μαριάμ πρός τόν Ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεί ἄνδρα οὐ γινώσκω;» (Λουκ. α’ 34). Εἶπε δέ τόν λόγον τοῦτον ἡ Παρθένος, ὄχι ὅτι ἀπίστησεν εἰς τά λόγια τοῦ Ἀγγέλου, ἀλλ᾽ ὅτι σοφή καί συνετή οὖσα, ἐζήτει νά μάθῃ τόν τρόπον τοῦ πράγματος, ὡς ἑρμηνεύει ὁ Ἱερός Θεοφύλακτος· ἐπειδή κανένα τοιοῦτον θαῦμα δέν ἔγινε πρότερον, ἀλλ᾽ οὐδέ μετά ταῦτα θέλει γένῃ ποτέ· διά τοῦτο καί δέν καταδικάζει αὐτήν ὁ Ἄγγελος, καθώς ἐκαταδίκασε τόν Ζαχαρίαν μέ τήν σιωπήν, ἀλλά μόνον ἑρμηνεύει τόν τρόπον τῆς συλλήψεως· ὁ μέν γάρ Ζαχαρίας, μολονότι εἶχε πολλά παραδείγματα γενόμενα πρότερον, πολλαί γάρ στεῖραι γυναῖκες ἐγέννησαν τό παλαιόν, ὡς ἡ Σάρρα, ἡ Ρεββέκα, ἡ Ραχήλ, ἡ Ἄννα καί ἄλλαι, δέν ἐπίστευσεν εἰς αὐτά· διά τοῦτο δικαίως καί κατεκρίθη· ἡ δέ Παρθένος δέν εἶχε κανένα τοιοῦτον παράδειγμα: ἤγουν τό νά συλλάβῃ παρθένος χωρίς σποράν ἀνδρός.
Ταῦτα συμφώνως καί ὁ Ἱεροσολύμων Σωφρόνιος πανηγυρίζων λέγει· «Οὐκ ἔσται μοι τοῦτο, καθώς ἔφησας, ἔφησα, ἀλλά πῶς ἔσται μοι τοῦτο προσηρώτησα, ἐπεί ἄνδρα οὐ γινώσκω· οὐδέ γάρ γέγονε πώποτε, οὐδέ παρθένος ὁρᾶται γεννήσασα· διό τόν τρόπον μαθεῖν ἐπεζήτησα, καθ᾽ ὅν ἐγώ Μήτηρ Παρθένος γενήσομαι, καί τέξω παῖδα, παιδός μή δεξαμένη σποράν καί γεννήματος· οὐ γάρ ἀπιστίας ρήματα προφέρομαι, ἀλλ᾽ ἀκριβείας ζητῶ τήν ἀπόδειξιν· τόν τρόπον εἰπέ τῆς συλλήψεως, καί τῆς γεννήσεως τήν αἰτίαν ἑρμήνευσον, καί ἕξεις με οὐκ ἀπιστοῦσαν τοῖς ρήμασιν, ἀλλά πειθαρχοῦσαν τοῖς φθέγμασιν». Ὁ δέ σοφός Θεοφάνης ὁ Κεραμεύς εἰς τόν λόγον του εἰς τόν Εὐαγγελισμόν λέγει ὅτι ἡ Παρθένος εἶπε τό, «Ἐπεί ἄνδρα οὐ γινώσκω», ὄχι μόνον διότι προτοῦ ἄνδρα δέν ἐγνώρισεν, ἀλλά διότι καί μετά ταῦτα ἄνδρα οὐ γνωρίσει πώποτε, ὡς ἀφιερωμένη οὖσα Θεῷ, καί τήν παρθενίαν αὐτῆς ἀναθήσασα τῷ Κυρίῳ· οὕτω γάρ φησίν· «Ἐπειδή ἐπέπειστο ἡ Παρθένος ὡς τῷ Θεῷ ἦν ἀφιερωθεῖσα, καί οὐδέ ποτε τό τῆς παρθενίας ἄνθος ἀφαιρεθήσεται, εἰκότως τοῦ τόκου τόν τρόπον διαπορεῖ, καί πῶς, φησίν, ἔσται μοι τοῦτο; ἐπεί τῶν ἀμηχάνων ἐστίν ἀνδρός πειραθῆναί με».
Πανηγυρίζει δέ καί ὁ Νύσσης Γρηγόριος· «Πῶς ἔσται μοι τοῦτο; ἐπεί ἄνδρα οὐ γινώσκω. Ὁ Ἰωσήφ μνηστήρ ἐστιν ἐμός, οὐκ ἀνήρ· μέχρι τῶν ἀρραβώνων αἱ περί τοῦ γάμου συνθῆκαι προέβησαν. Πῶς οὖν χωρίς γάμου ἔσται μοι σύλληψις; πῶς χωρίς φυτουργοῦ βλαστήσω καρπόν; ἐπ᾽ ἐμοῦ πρώτης ὁ νόμος τῆς φύσεως μεταγράφεται; ἐπ᾽ ἐμοῦ μόνης ξένης τρίβος παιδοποιΐας εὑρίσκεται; ἐπ᾽ ἐμοῦ τά ἀρχαῖα ἔθη τῆς γονῆς νεωτερίζεται; δίδαξόν με φανερῶς, ὦ Ἄγγελε, τῶν λόγων τό αἴνιγμα· διήγησαί μοι τῶν ρημάτων τόν τρόπον· ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τήν δύναμιν· κατά μικρόν μάθω, πῶς τά ἀδύνατα γενήσεται δυνατά· μάθω, πῶς τά ἄπορα δύναται πόρον εὑρεῖν· ἀκούσω, πῶς ἡ χάρις τήν φύσιν ἐπί τό κρεῖττον καινοτομεῖ, ἤ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι». Προσθέτει δέ καί τοῦτο ὁἱερός Θεοφύλακτος, ὅτι ὁ λόγος ὅπου εἶπεν ἡ Παρθένος, «Πῶς ἔσται μοι τοῦτο», δέν ἦτον ἀπιστίας, ἀλλά ἐπιθυμίας τοῦ μαθεῖν τόν τρόπον, διότι ἔδειξεν αὐτή μέ ἐκεῖνο ὅπου εἶπεν ὕστερον, ἤγουν τό «Ἰδού ἡ δούλη Κυρίου, γένοιτό μοι κατά τό ρῆμά σου»· ἐπειδή ἄν ἀπίστει, τοιοῦτον λόγον δέν ἔλεγεν. Ἀλλά καί ὁ Χρυσορρήμων λέγει τά γλαφυρά ταῦτα· «Μή ζήτει φύσεως ἀκολουθίαν, φησίν, ὅταν ὑπέρ φύσιν ᾖ τό γινόμενον· μή περιβλέπου γάμον καί ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καί πῶς ἔσται τοῦτο; φησίν, ἐπεί ἄνδρα οὐ γινώσκω· καί μήν διά τοῦτο ἔσται τοῦτο, ἐπεί ἄνδρα οὐ γινώσκεις· εἰ γάρ ἐγίνωσκες ἄνδρα, οὐκ ἄν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι᾽ ὅ ἀπιστεῖς, διά τοῦτο πίστευε. Οὐκ ἄν δέ κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ, οὐκ ἐπειδή κακόν ὁ γάμος, ἀλλ᾽ ἐπειδή κρείσσων ἡ παρθενίᾳ» (Λόγος περί τοῦ μή δημοσιεύειν τά ἁμαρτήματα τῶν ἀδελφῶν, Τόμῳ στ’).

Τροπάριον

Ζητεῖς παρ᾽ ἐμοῦ γνῶναι Παρθένε, τόν τρόπον συλλήψεως τῆς σῆς; ἀλλ᾽ οὗτος ἀνερμήνευτος· τό Πνεῦμα δέ τό Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.

Ἑρμηνεία

Τοῦτο τό Τροπάριον λέγεται ἐκ προσώπου τοῦ Ἀγγέλου πρός τήν Παρθένον, καί εἶναι ἐρανισμένον ἀπό τόν Εὐαγγελιστήν Λουκᾶν· ὅταν γάρ ἡ Παρθένος ἐζήτει νά μάθῃ τόν τρόπον, μέ τόν ὁποῖον ἔχει νά συλλάβῃ τόν Θεόν Λόγον, ὁ Ἀρχάγγελος δέν εἶχε ποῦ νά καταφύγῃ, πάρεξ εἰς τό Πνεῦμα τό Ἅγιον· ὅθεν εἶπεν εἰς αὐτήν:«Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπί σέ, καί δύναμις ὑψίστου ἐπισκιάσει σοι» (Λουκ. α’ 35). Λέγει λοιπόν ὁ Μελωδός· ἐσύ μέν, ὦ Ἀειπάρθενε Μαριάμ, ζητεῖς καί ἐπιθυμεῖς νά μάθῃς ἀπό ἐμέ μέ ποῖον τρόπον ἔχεις νά συλλάβῃς τόν Μονογενῆ Υἱόν καί Λόγον τοῦ Πατρός· ἤξευρε ὅμως ὅτι ὁ τρόπος, ὅπου ζητεῖς, τῆς ἰδικῆς σου συλλήψεως εἶναι ἀνερμήνευτος, καί γλῶσσα οὔτε ἀνθρώπου, οὔτε Ἀγγέλου δέν ἐμπορεῖ νά τόν ἐξηγήσῃ, ἀλλά τό Πνεῦμα τό Ἅγιον ἐπισκιάσαν ἐσέ, καί πανταχόθεν σκεπάσαν καί περικυκλῶσαν, θέλει ἐνεργήσει μέ τήν δημιουργικήν αὐτοῦ δύναμιν τήν ἰδικήν σου σύλληψιν: ἤτοι τό νά συλλάβῃς ἐσύ τόν Υἱόν τοῦ Θεοῦ ἐν τῇ κοιλίᾳ σου.
Καί ὁ μέν Μελωδός οὕτως ἄλλαξε τά ἀνωτέρω λόγια τοῦ Εὐαγγελίου βιαζόμενος διά τό μέλος τῶν τροπαρίων· ἡ δέ ἑρμηνεία αὐτῶν εἶναι τοιαύτη κατά τόν ἱερόν Θεοφύλακτον: «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπί σέ, γόνιμον παρασκευάζον τήν μήτραν σου, καί δημιουργοῦν τήν σάρκα τῷ ὁμοουσίῳ Λόγῳ· δύναμις δέ ὑψίστου ἐπισκιάσει σοι: ἤτοι ὁ Υἱός τοῦ Θεοῦ· ἐπειδή, κατά τόν Παῦλον, ὁ Χριστός εἶναι Θεοῦ δύναμις (α’ Κορ. α’ 24)· αὐτός ἐπισκιάσει σε καί πάντοθέν σε περικυκλώσει. Ὡς γάρ ὄρνις ἐπισκιάζει τά νοσσία ἑαυτῆς, ὅλα ταῖς πτέρυξι περιλαμβά νουσα· οὕτω καί ἡ τοῦ Θεοῦ δύναμις ὅλην περιέλαβε τήν Παρθένον, καί τοῦτό ἐστι τό ἐπισκιάσαι». Ὁ δέ μέγας  Ἀθανάσιος οὕτως ἑρμηνεύει τό ρητόν· «Ἡ ἐπέλευσις τοῦ Πνεύματος ἐγένετο ἐν πᾶσι τοῖς οὐσιωδῶς προσοῦσιν αὐτῷ κατά τήν θεαρχίαν, χάριν ἐμποιοῦν πρός τό ἐν πᾶσι χαίρειν τήν Παρθένον, πρός ἁγιασμόν τῆς σαρκός αὐτῆς, καί πρός τό δύνασθαι φέρειν τό σωτήριον κύημα· καί οὕτως ἀκολούθως ἐν αὐτή οὐ δυνάμει καί ἐνεργείᾳ, ἀλλά καθ᾽ ὅλον τό πλήρωμα τῆς Θεότητος αὐτή ἡ ἀρχίθεος καί ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καί ἐνηνθρώπησε». Τά αὐτά σχεδόν λέγει καί ὁ Δαμασκηνός Ἰωάννης· «Μετά οὖν τήν συγκατάθεσιν τῆς ἁγίας Παρθένου Πνεῦμα Ἅγιον ἐπῆλθεν ἐπ᾽ αὐτήν, καθαῖρον αὐτήν, καί δύναμιν δεκτικήν τῆς τοῦ Λόγου Θεότητος παρέχον, ἅμα δέ καί γεννητικήν· καί τότε ἐπεσκίασεν ἐπ᾽ αὐτήν ἡ τοῦ Θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καί δύναμις, ὁ Υἱός τοῦ Θεοῦ» (Βιβλ. γ’ κεφ. μθ’). Καί Γρηγόριος ὁ Παλαμᾶς, «Ἁγία μέν γάρ εἶ σύ, φησί, καί κεχαριτωμένη, Παρθένε· Πνεῦμα δέ πάλιν Ἅγιον ἐπελεύσεται ἐπί σέ, δι᾽ ἁγιασμοῦ προσθήκης ὑψηλοτέρας ἑτοιμάζον καί προκαταρτίζον τήν ἐν σοί θεουργίαν, καί δύναμις ὑψίστου ἐπισκιάσει σοι, συνεπιρρωννῦσά τε ἅμα, καί διά τῆς ἐν σοί ἐπισκιάσεως καί συναφείας ἑαυτῇ μορφοῦσα τήν ἀνθρωπότητα».
Τί δέ θέλει νά εἰπῇ ὅτι μέ δημιουργικήν δύναμιν εἰργάσατο τό Πνεῦμα τό Ἅγιον τήν σύλληψιν τῆς Παρθένου; Ἄκουσον προσεκτι κῶς· ἔστι γάρ βαθύ τό νόημα. Ὁ μέγας Βασίλειος ἑρμηνεύων τόν λόγον ἐκεῖνον ὅπου εἶπεν ὁ Ἄγγελος εἰς τόν Μνήστορα Ἰωσήφ· «Ἰωσήφ Υἱός Δαβίδ, μή φοβηθῇς παραλαβεῖν Μαριάμ τήν γυναῖκα σου· τό γάρ ἐν αὐτῇ γεννηθέν ἐκ Πνεύματός ἐστιν Ἁγίου» (Ματθ. α’ 20), οὕτω λέγει· «Τό ἔκ τινος, ἤ δημιουργικῶς λέγεται (κατά τό, εἷς Θεός ὁ Πατήρ, ἐξ οὗ τά πάντα· πάντα γάρ ἐκ τοῦ Θεοῦ δημιουργικῶς ἐκτίσθησαν κατά τήν οὐσίαν καί δύναμιν καί ἐνέργειαν), ἤ γεννητικῶς (ὥσπερ ὁ Υἱός ἐγεννήθη ἐκ τοῦ Πατρός, κατά τό, Ἐκ γαστρός πρό ἑωσφόρου ἐγέννησά σε· πρόσθες καί ἐκπορευτικῶς, ὡς τό Πνεῦμα τό Ἅγιον ἐκπορεύεται ἐκ τοῦ αὐτοῦ Πατρός), ἤ φυσικῶς, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἤ ὡς τό ἀπαύγασμα τοῦ Ἡλίου ἐξ αὐτοῦ, ἤ μᾶλλον καί καθαρώτερον εἰπεῖν, ὡς ἡ ἐνέργεια ἐκ τοῦ ἐνεργοῦντος· πᾶσα γάρ θεία ἐνέργεια ἐκ τοῦ Θεοῦ πρόεισιν». Εἶτα συμπεραίνει ὁ Ἅγιος καί λέγει ὅτι τό σῶμα τοῦ Κυρίου δημιουργικῶς ἐκτίσθη ἐν τῇ Παρθένῳ ὑπό τοῦ Ἁγίου Πνεύματος, καί οὔτε γεννητικῶς, οὔτε φυσικῶς· «Εἰ τοίνυν τό ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ Πνεύματός ἐστιν Ἁγίου, οὐ δυνατόν γέννημα αὐτοῦ ὑπάρχειν· ὅτι τό γεγεννημένον ἐκ τῆς σαρκός σάρξ ἐστί, καί τό γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· οὐδ᾽ αὖ πάλιν ἐξ αὐτοῦ, ὡς ἐνέργεια αὐτοῦ· ὅτι ἐπί ἁπλῆς καί  ἀσωμάτου φύσεως τόν αὐτόν τῆς οὐσίας λόγον ἐπιδέχεται ἡ ἐνέργεια (κατά τό ἄκτιστον δηλαδή συναΐδιον). Ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι, ὡς κτίσμα αὐτοῦ» (Λόγ. ε’ κατ᾽ Εὐνομίου). Καί ὁ Δαμασκηνός Ἰωάννης λέγει· «Ὁ Υἱός τοῦ Θεοῦ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καί καθαρωτάτων τῆς Παρθένου αἱμάτων σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καί νοερᾷ, ἀπαρχήν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς, ἀλλά δημιουργικῶς διά τοῦ Ἁγίου Πνεύματος»· καί πάλιν· «Ὁ Χριστός αὐτός ἑαυτόν ἔχρισε, χρίων μέν ὡς Θεός τό σῶμα τῇ Θεότητι αὐτοῦ· χριόμενος δέ ὡς ἄνθρωπος· αὐτός γάρ ἐστι τοῦτο κακεῖνο· χρίσις δέ ἡ Θεότης τῆς ἀνθρωπότητος» (Βιβλ. κεφ. ν’ κατά Μονοφυσιτῶν). Ἀλλά καί Κύριλλος ὁ Ἀλεξανδρείας ἑρμηνεύων ἐκεῖνο τό τοῦ Ἡσαΐου· «Καί προσῆλθε πρός τήν Προφῆτιν, καί ἐν γαστρί ἔλαβε καί ἔτεκεν ἄρσεν», λέγει· «Ὅτι γάρ ἐξ Ἁγίου Πνεύματος τό Πανάγιον ἐκεῖνο  διεπήγνυτο σῶμα τό ἑνωθέν τῷ Λόγῳ, πῶς ἄν ἐνδοιάσειέ  τις; Οὐκοῦν ἡ τοῦ Πνεύματος ἐνέργεια, δι᾽ ἧς τό ἐν τῇ ἁγίᾳ Παρθένῳ διεπλάττετο σῶμα, τῷ τῆς συνόδου σχήματι πλαγίως κατεσημαίνετο· ἀπαρχή γάρ γέγονε καί κατά τοῦτο Χριστός τῶν ἡγιασμένων ἐν Πνεύματι, οἵ οὐκ ἐξ αἱμάτων, οὐδέ ἐκ θελήματος σαρκός, οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλά ἐκ Θεοῦ ἐγεννή θησαν. Γεννητός οὖν Πνεύματος κατά γε τήν σάρκα καί πρό τῶν ἄλλων αὐτός, ἵνα καί ἡμεῖς δι᾽ αὐτόν ἐν τούτοις».
Μέ δημιουργικήν λοιπόν ἐνέργειαν τό Πνεῦμα τό Ἅγιον ἔκτισε τό Δεσποτικόν καί θεοϋπόστατον σῶμα τοῦ Κυρίου, μέ τήν ὁποίαν ἔκτισε καί τά πάντα, τουτέστιν ὄχι μέ τήν τάξιν τήν φυσικήν, κατά τήν ὁποίαν διά σπορᾶς γεννῶνται τά τῶν ἀνθρώπων σώματα ἀλληλοδιαδόχως. Τί ἐκ τούτου συμπεραίνομεν; Ὅτι ἐπειδή εἰς τά ἔξω μία εἶναι ἡ ἐνέργεια τῆς Ἁγίας Τριάδος Πατρός Υἱοῦ καί Ἁγίου Πνεύματος, κατά τό κοινόν ἀξίωμα τῶν θεολογούντων· ἄρα καί τό Δεσποτικόν σῶμα τοῦ Κυρίου, οὐ μόνον τό Πνεῦμα τό Ἅγιον ἔκτισε καί ἐδημιούργησεν ἐκ τῶν παναχράντων αἱμάτων τῆς Παρθένου, ἀλλά καί ὁ Πατήρ καί ὁ Υἱός, ταὐτόν εἰπεῖν, ὅλη ἡ Ἁγία Τριάς, καί ὁ μέν Πατήρ εὐδόκησε τήν σάρκωσιν τοῦ Υἱοῦ του, ὁ Υἱός δέ αὐτούργησεν αὐτήν, τό δέ Πνεῦμα τό Ἅγιον ἐτελεσιούργησε. Φέρουσι δέ εἰς τοῦτο μερικοί τό παράδειγμα τῶν τριῶν ἀνθρώπων, ἀπό τούς ὁποίους, ὁ ἕνας μέν ἐνδύεται ἕνα φόρεμα, συνεργοῦσι δέ καί οἱ ἄλλοι δύο εἰς τό νά τό φορέσῃ· ὅθεν καί ὁ σοφός Ψελλός εἰς τήν ἑορτήν πανηγυρίζων λέγει· «Ἐπειδή ἕν τῆς θείας καί πρώτης Τριάδος τετέλεκε τό Μυστήριον, ὁ μόνος Υἱός, φημί, τοῦ Πατρός, συνεργοῦσι τούτῳ ὥσπερ ὁ Πατήρ καί τό Πνεῦμα»· καί Ἰωάννης ὁ Γεωμέτρης· «Μόνον δέ τόν Υἱόν μόνῃ τῇ τοῦ Υἱοῦ κεκρᾶσθαι σαρκί ὡς πρός τάς ὑποστάσεις ὁμολογήσομεν· οὐ μήν οὐδέ πάλιν, ὥσπερ ὑποστατικῶς ὁ  Υἱός μόνος, οὕτω καί ἐνεργητικῶς, ἀλλ᾽ εὐδοκίᾳ μέν τοῦ Πατρός, συνεργείᾳ δέ τοῦ Πνεύματος τήν πρόσληψιν ἀπεργάζεται· καί οὕτω μοι πάλιν ἡ Τριάς ἑνουμένη γνωρίζεται, καί ὁ εἷς Θεός πρίν διαιρεθῆναι συνάγεται». Ὅρα δέ πῶς καί ὁ Ἀρχάγγελος Γαβριήλ ἐν τῇ συλλήψει τῆς Θεοτόκου ἐφανέρωσε τήν Ἁγίαν Τριάδα, ὕψιστον μέν ὀνομάζων τόν Πατέρα, δύναμιν δέ τόν Υἱόν, καί Πνεῦμα, τό Πνεῦμα τό Ἅγιον, ὡς ἑρμηνεύει ὁ Θεοφύλακτος. Λέγει δέ καί ὁ Ἱερός Αὐγουστῖνος ἐν τῷ Ε’ τοῦ Β’ περί Τριάδος· «Ἡ τῆς Μαρίας σύλληψις καί ὁ τόκος, ἐνέργεια τῆς Τριάδος ἐστίν, ἧς δημιουργούσης τά πάντα δημιουργεῖται» (παρά τῷ Γ’ Λόγῳ τοῦ Βρυεννίου εἰς τόν Εὐαγγελισμόν, οὗ ἡ ἀρχή «Ἡ Βασίλισσα τῶν Ἀγγέλων»).
Καθώς λοιπόν ἡ Ἁγία Τριάς μέ κοινήν συμβουλήν ἔπλασε τόν πρῶτον ἄνθρωπον τόν Ἀδάμ ἀπό τήν ἀδάμαν: ἤτοι ἀπό τήν παρθένον γῆν (τοῦτο γάρ δηλοῖ ἑβραϊκῶς τό τοῦ Ἀδάμ ὄνομα), οὕτως ἔκτισε καί τόν νέον Ἀδάμ ἀπό τήν Παρθένον γῆν: ἤτοι ἀπό τήν παρθενικήν κοιλίαν τῆς Θεοτόκου, καί δι᾽ αὐτοῦ ἐνήργησε τοῦ συντριβέντος Ἀδάμ τήν ἀνάπλασιν· ὅθεν ὁ Νύσσης Γρηγόριος πανηγυρίζων εἰς τόν Εὐαγγελισμόν, ἄριστα θεολογεῖ· «Οἶδε τί ἐργάσεται τό Πνεῦμα τό Ἅγιον· οἶδεν ὁ Υἱός πῶς ἑαυτῷ κατασκευάζει τό πνευματικόν οἰκητήριον· αὐτός, ὡς βούλεται, περιβάλλεται τήν τοῦ δούλου μορφήν· οἶδεν ὁ Πατήρ τήν τοῦ Μονογενοῦς ἐνανθρώπησιν· ὅπου γάρ τό Πνεῦμα τό Ἅγιον, ἐκεῖ καί ὁ Υἱός, καί ὅπου ὁ Υἱός, ἐκεῖ καί ὁ Πατήρ· ἀχώριστος ἡ Τριάς, ἀμέριστος ἡ Τριάς, ἀδιαίρετος ἡ Τριάς.» Ἐπειδή δέ ἡ σύλληψις τῆς Παρθένου ἔγινε δημιουργικῶς: ἤτοι μέ δημιουργικήν δύναμιν τοῦ Ἁγίου Πνεύματος, ἤ μᾶλλον εἰπεῖν τῆς Ἁγίας Τριάδος, ὡς εἴπομεν, καί ὄχι σπερματικῶς: ἤτοι κατά τήν τάξιν καί ἀκολουθίαν τῆς φύσεως· διά τοῦτο ἐξ ἀνάγκης ἀκολουθεῖ ὅτι ἡ ἄρρητος σύλληψις αὕτη ὑπερέβαινε τούς ὅρους τῆς τῶν ἀνθρώπων φύσεως· ἡ μέν γάρ φύσις τέσσαρα πράγματα χρειάζεται εἰς τήν τοῦ ἐμβρύου τελείωσιν, κατά τόν σοφόν Κορέσσιον, σύλληψιν, ἐξεικονισμόν ἤ εἰδοποίησιν, κίνησιν, καί τελείωσιν· καί ἡ μέν σύλληψις ἀποτελεῖται ἐξ ἀμφοτέρου σπέρματος εἰς ἕξ ἤ ἑπτά ἡμέρας· ἡ δέ εἰδοποίησις ἤ ἐξεικονισμός μόρφωσίς ἐστι πάντων τῶν μελῶν τοῦ σώματος, εἰς μέν τά ἄρρενα ἐν ἡμέραις τριάκοντα ἤ τριακοντα πέντε, εἰς δέ τά θήλεα ἐν ἡμέραις τεσσα ράκοντα· ἡ δέ κίνησις τοῦ ἐμβρύου γίνεται εἰς μέν τά ἀρσενικά ἐν μησί τρισί, εἰς δέ τά θηλυκά ἐν μησί τέσσαρσιν· ἡ δέ τελείωσις, κατά τήν ὁποίαν δύναται νά ζῇ τό ἔμβρυον, μέχρι τῆς γεννήσεως φθάνει.
Τούτων δέ πάντων τῶν φυσικῶν παρακολουθημάτων ἀνωτέρα ἦτον ἡ ἐκ τῶν παρθενικῶν αἱμάτων σύλληψις τοῦ Κυρίου· καθότι, ὡς λέγουσι πολλοί Θεολόγοι, ἅμα ταῦτα ἐγένοντο, ὑποστατική ἕνωσις, πρόσλη ψις, σύμπηξις, σύλληψις, εἰδοποίησις, θέωσις· τοιαύτη γάρ ἔπρεπε νά εἶναι ἡ ὑπό τοῦ Θεοῦ Λόγου προσληφθεῖσα φύσις ἡμῶν· διό καί λέγεται τό ἀξίωμα τοῦτο παρά τῷ Δαμα σκηνῷ Ἰωάννῃ «Ἅμα σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ» (Βιβλ. γ’ κεφ. μθ’ τοῦ θεολο γικοῦ) καί παρά τῷ Σωφρονίῳ Ἱεροσολύμων πανηγυ ρίζοντι εἰς τήν ἑορτήν καί λέγοντι «Ἅμα γάρ σάρξ ἔμψυχος λογική, ἅμα Θεοῦ Λόγου σάρξ· ἐν ἑαυτῷ γάρ τήν ὑπόστασιν (ἤτοι τό εἶναι) οὐ πρό αὐτοῦ τήν σύστασιν ἔσχηκεν, οὔτέ τινος ἑτέρου σάρξ τῶν καθ᾽ ἡμᾶς ἀνθρώπων γέγονε πώποτε, καί τότε τῶ Θεῷ Λόγῳ συνέδραμεν ἀλλ᾽ ἐναὐτῷ τό εἶναι σάρξ ἔμψυχος λογική, καί Θεοῦ Λόγου σάρξ ἔμψυχος λογική, ἐκ παρθενικῶν καί ἀχράντων αἱμάτων ληφθεῖσα τῆς ἀχράντου Παρθένου κεκλήρωκεν».
Ὅθεν καί ὁ μέγας Βασίλειος, ἑρμηνεύων τό «Τό γάρ ἐν αὐτῇ γεννηθέν ἐκ Πνεύματός ἐστιν Ἁγίου» εἶπεν· «Ἐντεῦθεν δῆλον, ὡς οὐ κατά τήν κοινήν φύσιν τῆς σαρκός ἡ σύστασις ἐγένετο τῷ Κυρίῳ· εὐθύς γάρ τέλειον ἦν τῇ σαρκί τό κυοφορούμενον, οὐ ταῖς κατά μικρόν διαπλάσεσι μορφωθέν, ὡς δηλοῖ τά ρήματα· οὐ γάρ εἴρηται τό κυηθέν (ἤτοι τό ἐγγαστρωθέν ἀμορφώτως), ἀλλά τό γεννηθέν» (μεμορφωμένον δηλαδή) (λόγῳ εἰς τήν Χριστοῦ Γέννησιν). Τό αὐτό λέγει καί ὁ Δαμασκηνός· «Οὐ ταῖς κατά μικρόν προσθή καις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ᾽ ὑφ᾽ ἕν τελειωθέντος» (Βιβλ. γ’ κεφ. μθ’). Ἐναντιο φάνεια δέ καί ἀπορία εὑρίσκεται μεταξύ τοῦ Βασιλείου καί τοῦ ἱεροῦ Θεοφυλάκτου καί ἄλλων, ὧν εἷς ἐστί καί Ἰωάννης ὁ Ζωναρᾶς· καθότι ὁ Θεοφύλακτος ἑρμηνεύων τόν λόγον, ὅν εἶπεν ὁ Γαβριήλ πρός τήν Παρθένον, «Διό καί τό γεννώμενον ἐκ σοῦ Ἅγιον», λέγει· «Τό κατά μέρος ἐν τῇ μήτρᾳ σου αὐξανόμενον, καί οὐκ εὐθύς τέλειον ὑπάρξαν» ἀλλά καί ὁ Χρυσορρήμων τό αὐτό λέγει οὔτω· «Καί πῶς γίνεται ἄνθρωπος; εἰς μήτραν κυοφορεῖται, αὔξεται κατά μικρόν, καί ἔρχεται τήν ὁδόν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; ἡ Οἰκονομία, οὐχ ἡ Θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σάρξ ἡ ἐμή, οὐχ ἡ οὐσία ἐκείνου αὔξεται κατά μικρόν καί μίγνυται ἀνθρώποις» (Λόγῳ ὅτε τῆς ἐκκλησίας ἔξω Εὐτρόπιος εὑρέθη, τόμῳ Ε’). Συμβιβάζεται δέ ἡ ἐναντιοφάνεια αὕτη, κατά τό ἐμοί δοκοῦν, ἐάν νοήσωμεν ὅτι εὐθύς μέν ἐξεικονίσθη κατά τά μέλη τό θεοϋπόστατον βρέφος ἐν τῇ κοιλίᾳ τῆς Παρθένου, ὡς λέγει ὁ Βασίλειος, οὐχί δέ καί τά ἐξεικονισθέντα μέλη αὐξήνθησαν παρευθύς, καί ἔγιναν τέλεια, ὡς τά τοῦ ἐννεαμηνιαίου βρέφους· εἰ γάρ τοῦτο ἐγένετο, εὐθύς ἤθελεν ἐξογκωθῆ ἡ κοιλία τῆς Παρθένου, καί ἀκολούθως εὐθύς ἤθελε γεννηθῇ τό βρέφος· τό ὁποῖον ἦτον ἀπρεπές. Ὀλίγον κατ᾽ ὀλίγον λοιπόν αὔξαναν τά ἐξεικονισθέντα μέλη, ἕως ὅπου ἔγινε τό βρέφος ἐννέα μηνῶν καί ἐγεννήθη, ὡς λέγει ὁ ἱερός Θεοφύλακτος καί οἱ ἄλλοι.

http://www.imaik.gr/?p=4292

Δεν υπάρχουν σχόλια:

Γιά τίς σαρκικές διαστροφές ἐντός τοῦ γάμου, Ἁγίου Παϊσίου Ἁγιορείτου





ΓΙΑ ΤΑ ΣΑΡΚΙΚΑ ΑΜΑΡΤΗΜΑΤΑ ΜΕΣΑ ΣΤΟ ΓΑΜΟ ΚΑΙ ΓΙΑ ΤΟΥΣ «ΠΝΕΥΜΑΤΙΚΟΥΣ» ΠΟΥ ΤΑ ΕΠΙΤΡΕΠΟΥΝ










Διήγησις τοῦ π. Σάββα Ἁγιορείτη
περί τοῦ Ἁγίου Παϊσίου: «Μοῦ διηγήθηκε κάποια κυρία ἀπό τήν Θεσσαλονίκη, ὅτι
κάποτε ὁ Ὅσιος Παΐσιος ἔδωσε δυναμικό τέλος σ’ ἕνα φορτικό καί ἄκρως ἐφάμαρτο
συζυγικό της βάσανο. Εἶχαν διαφορετικό Πνευματικό ἐκείνη καί ὁ σύζυγός της. Ὁ
δικός της Πνευματικός ἦταν πατερικός καί εὐσυνείδητος καί ὑπεδείκνυε τίς
θεοχάρακτες γραμμές καί προϋποθέσεις τοῦ τίμιου γάμου. Ὁ Πνευματικός τοῦ
συζύγου της ἦταν νεωτεριστής καί μεταπατερικός καί ἔλεγε στό σύζυγό της τό
γνωστό καί βλάσφημο καί ἀμοραλιστικό λόγιο ὅτι "ὁ Θεός ἀφήνει ἐλεύθερες
τίς κρεβατοκάμαρες καί δέν ἀσχολεῖται μέ τό τί κάνουν οἱ σύζυγοι κατά τήν σχέση,
ἀλλά μέ τήν καρδιά…". Ὁ σύζυγος ἀπαιτοῦσε νά μεταβληθεῖ ἡ σύζυγός του σέ
χοιρώδη καί λασπώδη κρεάτινη μάζα καί διαρκῶς τήν πίεζε νά ἐνδώσει, μέ εὐλογία
τοῦ Πνευματικοῦ του, στήν παρά φύσιν θεομίσητη καί βδελυρή ἁμαρτία!!! Ἐκείνη ἀκολουθοῦσε
τήν ὑπόδειξη τῆς φωνῆς τοῦ Θεοῦ μέσω τοῦ καλοῦ της Πνευματικοῦ καί οὐδέποτε
διανοήθηκε νά προβεῖ σέ ἕνα τέτοιο παθογενές ἀνοσιούργημα..


Κάποτε ἀπελπισμένη
κατέφυγε στήν Ἱερά Μονή Ἁγίου Ἰωάννου τοῦ Θεολόγου Σουρωτῆς καί συνάντησε τόν ἐκεῖ
παρεπιδημοῦντα Γέροντα τῆς ἀδελφότητος Ὅσιο καί Θεοφόρο πατέρα Παΐσιο τόν Ἁγιορείτη.
Τοῦ ἐκμυστηρεύθηκε τό πρόβλημά της καί ζήτησε τήν βοήθειά του. Ὁ Ὅσιος, κατά
μαρτυρία τῆς γυναίκας, ἔγινε κατά τό κοινῶς λεγόμενο «ἡφαίστειο» ἀπό ἱερά ἀγανάκτηση.
Ὑπέδειξε στή γυναίκα νά μήν ἐνδώσει οὔτε καί μέ ἀπειλή θανάτου στίς
σιχαμερότερες καί θανασιμότερες ἁμαρτίες πού ἔχει νά παρουσιάσει ὀ ἐκπεσών ἄνθρωπος.
Ἐξήγησε ὅτι μέσω αὐτῶν τῶν ἁμαρτιῶν ἐπεισέρχεται ὁ διάβολος στό γάμο καί
φυγαδεύεται ὁ Παράκλητος.


Γίνονται οἱ ἄνθρωποι ὑποκτηνώδη ὄντα, πού ἔπρεπε νἀ ἐντρέπονται
τά φυσιολογικά κτήνη καί νά διδάσκονται ἀπ’ αὐτά. Ἐξήγησε ἀκόμη ὅτι εἶναι ἀναίρεση
τοῦ σκοποῦ τοῦ γάμου πού διασώζει τό κατά φύσιν καί ἀναγάγει στό ὑπερ φύσιν,
καί ὅτι οἱ βδελυρές καί πυρίκαυστες οὐρανόθεν στά Σόδομα αὐτές πράξεις εἶναι οἱ
προσφιλέστερες στόν διάβολο, γιατί ὁδηγοῦν τόν κατ’ εἰκόνα καί ὁμοίωσιν Θεοῦ πλασθέντα
ἄνθρωπο στήν κατακόρυφη πτωτική κατεύθυνση τοῦ διεστραμμένου δαίμονα καί ὄχι
στήν ὑπερυψωθεῖσα θριαμβευτική θέση, πού ὑπέδειξε ἡ τεθεωμένη ἀνθρώπινη φύση
πού προσέλαβε ὁ Χριστός, ἤτοι στά δεξιά τοῦ Πατρός… Ὀνόμασε τίς πράξεις αὐτές
μάστιγα τῆς ἐποχῆς καί παθογένεια γιά τά διαζύγια, τήν ψυχική διάσπαση τῶν
συζύγων, καί ἰδίως γιά τήν διαστροφή καί κατρακύλα τῶν σημερινῶν παιδιῶν, πού εἰσροφοῦν
δαιμονική ἐνέργεια ἀπό τά κυριαρχικά δικαιώματα πού ἔχει ὁ διάβολος ἐπί τοῦ
γενετικοῦ ὑλικοῦ ἀπό τό ὁποῖο προέρχονται καί ἀπό τίς χαίνουσες πνευματικές
πληγές, πού ὐπάρχουν ἀθεράπευτες στίς ψυχές τῶν γονέων τους..


Ἐκεῖνο πού ἔκανε ἰδιαίτερη ἐντύπωση
στήν κυρία ἐκείνη, ἦταν ἡ ἐπιμονή τοῦ Ὁσίου Παϊσίου νά καταγγείλει τόν
«Πνευματικό» τοῦ συζύγου της στόν Ἐπίσκοπο του γιά νά τόν καθαιρέσει. Τῆς εἶπε ἐπί
λέξει: «Νά πᾶς νά τό πεῖς στό Δεσπότη γιά νά τόν ξυρίσει!!!».


Διαπιστώνουμε τήν
ξεκάθαρη, σύμφωνη μέ ὅλους τούς Ἁγίους Πατέρες, θέση τοῦ Ἁγίου Παϊσίου, ἐνάντια
στίς ὅποιες σαρκικές διαστροφές εἴτε ἐκτός, εἴτε ἐντός τοῦ γάμου. Αὐτές καθιστοῦν
τό γάμο ἕναν «νομιμοφανή» σοδομισμό μέ καταστροφικές συνέπειες τόσο στούς
συζύγους, πού ἄν δέν μετανοήσουν κολάζονται, ὄσο καί στά τέκνα τους. Διαπιστώνουμε ἐπίσης τήν ἁγιοπατερική στάση του ἀπέναντι ἐκείνων τῶν «Πνευματικῶν», τῶν χωρίς Ἅγιο Πνεῦμα, πού συμβουλεύουν ὀλέθρια τά πνευματικά τους τέκνα «χαϊδεύοντας» τά πάθη τους. Ὅπως μᾶς διδάσκει ἡ Ἁγιοπατερική Γραμματεία ὁ Πνευματικός ἔχει ἐξουσία νά συγχωρεῖ ἐκεῖνα πού συγχωροῦνται σύμφωνα μέ τόν νόμο τοῦ Θεοῦ καί ὄχι τά πάντα. Ἡ ἐθελοτυφλία καί ἡ ἄνομη κακή συγχώρηση αὐτῶν πού ἁμαρτάνουν ἀμετανόητα κολάζει τόσο τόν ἐξομολογούμενο ὅσο καί τόν Πνευματικό του.


Ὁ Κύριος νά μᾶς δίνει σύνεση καί νά μᾶς εὐλογεῖ ὅλους δι’ εὐχῶν τοῦ Ἁγίου
Του, Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου».




























ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΑΚΟΥΣΤΕ ΚΑΙ ΜΕΤΑΦΟΡΤΩΣΤΕ ΟΜΙΛΙΕΣ

ΕΤΙΚΕΤΕΣ- ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ

Related Posts Plugin for WordPress, Blogger...