ΠΡΟΚΕΙΜΕΝΑ ΕΣΠΕΡΙΝΟΥ
Ἑβδομάδος
Τῷ
Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς
Ϟβ´.
Ὁ
Κύριος ἐβασίλευσεν, εὐπρέπειαν
ἐνεδύσατο.Στίχ. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Τῇ
Κυριακῇ ἑσπέρας.
Ἦχος πλ. δ´. Ψαλμὸς
ρλγ´.
Ἰδοὺ
δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ
δοῦλοι Κυρίου.Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Στίχ. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
