Μισῶ φονέα κρίνοντα τὸν θυμώδη.
Μισῶ τὸν μοιχόν, ὅταν κρίνῃ τὸν πόρνον.
Μισῶ τὸν μωρὸν φιλοσοφεῖν δοκοῦντα.
Μισῶ χρεώστην ἀμερίμνως ὑπνοῦντα.
Μισῶ μὴ ζητούμενον καὶ προσλαλοῦντα.
Μισῶ τὸν διδάσκοντα μηδὲν εἰδότα.
Μισῶ κολοβὸν μακρὸν ἐξουθενοῦντα.
Μισῶ σιωπήν, ὅτε καιρὸς τοῦ λέγειν.

